§8#1Παρίτω δ’ ἐπ’ αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς, ᾧδέ πως λέγων· Ἐγὼ τῶν φαινομένων πλέον οὐδὲν οἶδα, οὐδὲ ἐπαγγέλλομαί τι σοφώτερον, ὧν πολλάκις ἐθεασάμην.
且让经验主义者紧随其后,作为第二个人走上前来,大致这样说道:“我除了现象之外一无所知,也不承诺任何比我多次观察到的现象更聪明的事情。
εἰ μὲν δὴ ἀτιμάζοις τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, καὶ ἡμῖν ὥρα πρὸς τοὺς τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, οὐδ’ ἂν ἤδη νικῴης νίκην Καδμείαν.
如果你确实轻视现象,就像我刚才似乎听某位诡辩家所说的那样,那么现在正是我们离去、投奔那些尊重现象本身之人的时候,而你甚至连卡德摩斯式的胜利也无法获得。
εἰ δ’, ὥσπερ καὶ κατ’ ἀρχὰς ἤκουσά σου, τὸ μὲν ἄδηλον ἅπαν ἄχρηστον εἶναι φάσκοντος, ἕπεσθαι δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου.
但是,如果正如我起初从你那里听到的一样,你声称所有不显现之物皆无用处,并同意遵循显而易见之物,那么我或许可以通过让你回忆起现象,很快向你展示你所忽略的事情。
δηχθέντες ὑπὸ κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς ἐπορεύθησαν ἰάσεως δεόμενοι.
两个被疯狗咬伤的人去拜访他们熟悉的医生,寻求治疗。
μικρὸν δ’ ἦν ἑκατέρων τὸ ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι.
他们两个人的伤口都很小,以至于连皮肤都没有完全裂开。
καὶ τὴν θεραπείαν ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε τὸ μέρος.
他们中的一个人仅仅对伤口进行了治疗,没有多管闲事,在几天内就使该部位恢复了健康。
ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον, ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός.
至于另一个人,医生由于知道那只狗患有狂犬病,非但没有急于让伤口结痂愈合,相反却总是使伤口变得越来越大,在相当长的一段时间内使用强效且刺激性的药物,并在此期间强迫他喝下药物和所谓的狂犬病治疗剂。
καὶ δὴ καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις. ὁ μὲν ἐσώθη τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ σπασθεὶς ἀπέθανεν.
结果,两人最终的结局确实如此:喝药的那个人获救并康复了;而另一个人,本以为自己没有任何病痛,却突然开始怕水,并在痉挛中死去。
ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι;
在这些情况下,你还认为探究前因是徒劳的吗?
ἢ δι’ ἄλλο τι ἀπέθανεν ὁ ἄνθρωπος, πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ, μήτε πυνθανομένου περὶ τῆς αἰτίας μηδὲν, μήτε τὴν τετηρημένην ἐπ’ αὐτῇ θεραπείαν παραλαβόντος;
还是说,那个人的死除了因为医生的怠慢——既不询问原因,也不采用针对该原因所观察到的治疗方法——之外,还有其他什么原因呢?
ἐμοὶ μὲν γὰρ οὐ δι’ ἄλλο τι οὐδὲν φαίνεται, ἢ διὰ τοῦτο.
因为在我看来,显然没有其他原因,唯独因为这个。
ἐπεὶ δὲ τῷ φαινομένῳ ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον.
既然我遵循现象,我就无法忽略任何这样的原因。
οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν, οὐδὲ ἀτιμάζειν.
同样地,我也不能忽略或轻视年龄。
καὶ γὰρ κᾀνταῦθ’ ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον, τῶν αὐτῶν κατὰ πάντα παθῶν οὐ πάντη τὴν αὐτὴν θεραπείαν ἐχόντων, ἀλλ’ ἔστιν ὅτε τοσοῦτον διαφέρουσιν ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μηδὲ ποσότητι μόνον, ἢ τρόπῳ βοηθημάτων διαλλάττειν, ἀλλ’ ὅλῳ τῷ γένει.
因为在这里,现象同样强迫我去相信:即使是各方面完全相同的病态,也并不完全具有相同的治疗方法,而是有时在不同的年龄段中差异如此之大,以至于治疗手段不仅在数量或方式上有所不同,甚至在整个属上都完全不同。
πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς εἶδον ἐγὼ πολλάκις, καὶ ὑφ’ ἡμῶν αὐτῶν φλεβοτομουμένους, ἀλλ’ οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ, ἢ κομιδῇ σμικρὸν παῖδα· οὔθ’ ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν, οὔτ’ ἄλλος οὐδεὶς οὐδεπώποτε.
总之,我经常看到许多正值壮年且强壮的侧胸膜炎患者被我们自己进行放血治疗,但从未见过处于极度暮年或极年幼的孩子被放血;你们不敢通过静脉放血,其他任何人也从未这样做过。
τί δὲ, ὅταν Ἱπποκράτης εἴπῃ, ὑπὸ κύνα, καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι; καὶ ὅταν αὖ πάλιν, θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω;
那么,当希波克拉底说‘在犬星照耀之下,以及在犬星之前,服药净化是困难的’时,又或者当他再次说‘夏天药剂净化上部器官,冬天净化下部器官’时,你们认为他是在说真话,还是在说谎?
πότερον ἀληθεύειν ὑμῖν, ἢ ψεύδεσθαι δοκεῖ; καθ’ ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι.
因为我认为,无论哪种回答都会使你们陷入困境。
ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ τιμᾷν προσποιεῖσθε.
因为如果你们说他说谎,你们就是在轻视自己假装尊重的现象。
φαίνεται γὰρ οὕτως ἔχειν τἀληθὲς, ὡς Ἱπποκράτης λέγει.
因为事实显然正如希波克拉底所说的那样。 ”