§6Οἱ δὲ μεθοδικοὶ καλούμενοι, οὕτω γὰρ ἑαυτοὺς ὠνόμασαν, ὥσπερ οὐχὶ καὶ τῶν ἔμπροσθεν δογματικῶν μεθόδῳ τὴν τέχνην μεταχειρίζεσθαι φασκόντων, οὐ μέχρι λόγου μοι δοκοῦσιν ἀμφισβητεῖν ταῖς παλαιαῖς αἱρέσεσιν, ἀλλ’ ἤδη καὶ τῶν ἔργων τῆς τέχνης πολλὰ μετακοσμεῖν·
所谓的循法派——因为他们如此称呼自己,仿佛先前的教条主义者没有声称以系统的方法(循法)来操持医术一样——在我看来,他们与旧学派的争论不仅限于言辞,而且已经在技术的多项实践中进行了重组。
οἵ γε οὔτε τόπον πεπονθότα χρήσιμον οὐδὲν ἔχειν φασὶν εἰς θεραπείας ἔνδειξιν, οὔτε αἴτιον, οὔτε ἡλικίαν, οὔτε ὥραν, οὔτε χώραν, οὔτε τοῦ νοσοῦντος τῆς δυνάμεως τὴν ἐπίσκεψιν, ἢ τῆς φύσεως, ἢ τῆς ἕξεως αὐτοῦ.
因为他们声称,受害部位对于治疗的指征没有任何用处,原因、年龄、季节、土地以及对患者体力、本性或体质的考察也同样无用。
παραιτοῦνται δὲ καὶ τὰς ὥρας, καὶ τὰς χώρας, καὶ τὰ ἔθη, παρὰ μόνων τῶν παθῶν τὴν ἔνδειξιν τοῦ συμφέροντος ἀρκεῖν αὐτοῖς φάσκοντες.
他们退避了季节、土地和习惯,声称仅凭疾病本身对有益之物的指征就足以满足他们的需要。
οὐδὲ παρὰ τούτων κατ’ εἶδος, ἀλλὰ κοινῇ καὶ καθόλου τιθέμενοι, καὶ δὴ καὶ καλοῦσι κοινότητας, αὐτὰ δὴ ταῦτα τὰ διὰ πάντων διήκοντα τῶν ἐν μέρει.
他们不根据个别物种来设定这些指征,而是将它们视为共同且普遍的,并称之为“共同态”。 正是这些共同态贯穿于所有具体个案之中。
καὶ πειρῶνται τῶν γε οἱ μὲν κατὰ δίαιταν νοσημάτων ἁπάντων, ἔνιοι δὲ καὶ πάντων ἁπλῶς δύο κοινότητας ἐπιδεικνύναι, καί τινα τρίτην μικτήν.
他们中有人试图针对饮食疗法的所有疾病,也有人针对一切疾病,展示出两种共同态以及第三种混合共同态。
ὀνόματα δὲ αὐταῖς στέγνωσιν καὶ ῥύσιν ἔθεντο, καὶ πᾶν νόσημά φασιν ἢ στεγνὸν ἢ ῥοῶδες εἶναι, ἢ ἐξ ἀμφοῖν ἐπιπεπλεγμένον.
他们将这些命名为“紧缩”和“流出”,并称一切疾病要么是紧缩的,要么是流出的,要么是由两者交织而成的。
εἰ μὲν γὰρ αἱ φυσικαὶ κενώσεις τῶν σωμάτων ἴσχοιντο, στέγνωσιν καλοῦσιν· εἰ δέ τι μᾶλλον φέροιντο, ῥοῶδες· ἡνίκα δὲ καὶ ἴσχοιντο, καὶ φέροιντο, τὴν ἐπιπλοκὴν ἐν τούτῳ συνίστασθαι, καθάπερ ἐπ’ ὀφθαλμοῦ φλεγμαίνοντός τε ἅμα καὶ ῥευματιζομένου.
因为如果身体的自然排泄被抑制,他们称之为“紧缩”;如果排泄过多,则称之为“流出”;当排泄既被抑制又过多时,交织便在其中成立,正如眼部既发炎又流泪的情形。
τὴν γὰρ φλεγμονὴν στεγνὸν οὖσαν πάθος, ὅτι μὴ μόνη ἦν, ἀλλὰ σὺν τῷ ῥεύματι, περὶ ἕνα καὶ τὸν αὐτὸν τόπον ἐγένετο τὸ σύμπαν ποιεῖν πάθος ἐπιπεπλεγμένον.
因为炎症本是紧缩性的病态,但由于它并非单独存在,而是伴随着流出,在同一部位发生,从而使整体病态成为了交织的病态。
ἔνδειξιν δὲ τοῦ συμφέροντος ἐπὶ μὲν τῶν στεγνῶν τὴν χάλασιν, ἐπὶ δὲ τῶν ῥοωδῶν τὴν στάλσιν ὑπάρχειν.
他们并主张,有益之物的指征在紧缩性病态中是“弛缓”,在流出性病态中是“收敛”。
γόνατος μὲν γὰρ, εἰ τύχοι, φλεγμήναντος, χαλᾷν φασι χρῆναι· ῥέουσαν δὲ τὴν κοιλίαν, ἢ τὸν ὀφθαλμὸν, ἐπέχειν τε καὶ στέλλειν· ἐν δὲ τοῖς ἐπιπεπλεγμένοις πρὸς τὸ κατεπεῖγον ἵστασθαι.
例如,如果膝部发炎,他们说应当予以弛缓;而如果肠胃或眼部流出,则应当抑制并予以收敛;在交织的病态中,则应当针对紧急的情况进行处理。
τῷ γὰρ μᾶλλον διοχλοῦντι, καὶ τὸν κίνδυνον ἐπιφέροντι, τοῦτο δέ ἐστιν, ὡς τῷ ἰσχυροτέρῳ ἐναντιοῦσθαί φασι δεῖν μᾶλλον ἢ θατέρῳ.
因为他们说,应当对抗那更显烦扰、带来危险的病态,也就是说,要对抗那更强烈的病态,而非另一方。
τί οὖν δὴ οὐχὶ δογματικοὺς ἑαυτοὺς ἐκάλεσαν, ἐνδείξει τὰ βοηθήματα ποριζόμενοι;
那么,既然他们通过指征来获得治疗手段,为什么不称自己为教条主义者呢?
διότι, φασὶν, οἱ δογματικοὶ τὸ ἄδηλον ἐρευνῶσιν, ἡμεῖς δὲ ἐν τοῖς φαινομένοις διατρίβομεν.
因为他们说,教条主义者探究不显现之物,而我们则驻留于现象之中。
ἀμέλει καὶ ὅλην τὴν αἵρεσιν ἑαυτῶν οὕτως ὁρίζονται γνῶσιν φαινομένων κοινοτήτων.
自然,他们将自己的整个学派如此定义为“显现共同态的知识”。
καὶ ἵνα μὴ κοινὸς ὁ ὅρος εἶναι δοκῇ ταῖς ἄλλαις ἁπάσαις τέχναις, καὶ γὰρ κᾀκείνας γνώσεις εἶναι νομίζουσι φαινομένων κοινοτήτων, διὰ τοῦτο προστιθέασιν, ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει.
为了不使该定义看起来与其他所有技术相混淆——因为他们认为那些技术也是显现共同态的知识——为此他们加上了“顺从于医学之目的”。
τινὲς δὲ αὐτῶν, οὐκ ἀκολούθων, ἀλλὰ συμφώνων προσέθεσαν, οἱ πλεῖστοι δ’ ἄμφω συντιθέντες, γνῶσιν εἶναί φασι τὴν μέθοδον φαινομένων κοινοτήτων συμφώνων τε καὶ ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει.
然而他们中的一些人加上的不是“顺从于”,而是“契合于”,而大多数人则将两者结合起来,称这一方法是“契合于并顺从于医学之目的的显现共同态的知识”。
τινὲς δὲ, ὥσπερ καὶ ὁ Θεσσαλὸς, προσεχῶν τε καὶ ἀναγκαίων πρὸς ὑγείαν.
还有一些人,如色萨洛斯,加上了“对于健康直接且必需的(知识)”。
διὰ ταῦτα δὴ καὶ ἀξιοῦσι, μήτε δογματικοὶ καλεῖσθαι, μὴ γὰρ δεῖσθαι τοῦ ἀδήλου, καθάπερ ἐκεῖνοι, μήτε ἐμπειρικοὶ, κᾂν ὅτι μάλιστα περὶ τὸ φαινόμενον διατρίβωσιν, τῇ γὰρ ἐνδείξει κεχωρίσθαι αὐτῶν.
正是因为这些,他们要求既不被称为教条主义者(因为他们不需要像那些人一样探究不显现之物),也不被称为经验主义者(即便他们极度驻留于现象,也因指征而与经验主义者相区别)。
οὐ μὴν ἐν αὐτῷ τῷ τρόπῳ τῆς περὶ τὸ φαινόμενον διατριβῆς ὁμολογεῖν ἑαυτούς φασι τοῖς ἐμπειρικοῖς.
不过,他们并不认为自己在驻留于现象的方式上与经验主义者一致。
ἐκείνους μὲν γὰρ ὡς ἀγνώστων ἀποχωρῆσαι τῶν ἀδήλων, ἑαυτοὺς δὲ ὡς ἀχρήστων· καὶ τοὺς μὲν ἐμπειρικοὺς τήρησιν ἐπὶ τοῖς φαινομένοις, αὑτοὺς δὲ ἔνδειξιν ἔχειν.
因为他们说,经验主义者是因为“未知”而远离不显现之物,而他们自己则是由于“无用”;经验主义者对现象进行的是“观察”,而他们自己则拥有“指征”。
ἔν τε οὖν τούτοις διαφέρειν ἑαυτῶν ἑκατέρους φασὶ, καὶ μάλιστα ἐν οἷς ὥρας, καὶ ἡλικίας, καὶ χώρας, καὶ τοιαῦτα σύμπαντα περικόπτουσιν, ἄχρηστα μὲν ὄντα φανερῶς, ὡς ἐκεῖνοι νομίζουσι, δόξης δὲ χάριν τοῖς ἔμπροσθεν ἰατροῖς τετιμημένα.
因此,他们说自己在这些方面与两派皆不相同,尤其是在他们砍掉季节、年龄、土地及所有此类事情上,因为在他们看来,这些显然是无用的,尽管先前的医生们为了名声而重视它们。
καὶ τοῦτ’ εἶναι τὸ μέγιστον ἀγαθὸν τῆς μεθοδικῆς αἱρέσεώς φασι καὶ σεμνοῦσθαι γε δι’ αὐτὸ καὶ θαυμάζεσθαι δικαιοῦσι.
他们说这正是循法派的最大益处,并因此自豪,认为理应受到赞美。
καὶ τῷ γε βραχὺν εἶναι εἰπόντι τὸν βίον, τὴν δὲ τέχνην μακρὰν, ἐπιτιμῶσι· τοὐναντίον γὰρ ἅπαν, αὐτὴν μὲν βραχεῖαν εἶναι, τὸν δὲ βίον μακρόν.
对于那个说“生命短暂,艺术长青”的人,他们予以责难;因为他们认为情况完全相反,医术是短暂的,而生命是长青的。
ἀφαιρεθέντων γὰρ πάντων τῶν ψευδῶς ὑπειλημμένων τὴν τέχνην ὠφελεῖν, καὶ πρὸς μόνας τὰς κοινότητας ἀποβλεπόντων ἡμῶν, οὔτε μακρὰν ἔτι τὴν ἰατρικὴν, οὔτε χαλεπὴν εἶναι, ῥᾴστην δὲ καὶ σαφῆ, καὶ μησὶν ἓξ ὅλην τάχιστα γνωσθῆναι δυναμένην.
因为当所有被错误地认为有益于医术的事物被剔除,而我们仅着眼于共同态时,医学便不再漫长也不再艰难,而是极其简易且清晰,整体上最快能在六个月内被完全掌握。
οὕτω μὲν γὰρ ἐπὶ τῶν κατὰ τὴν δίαιταν νοσημάτων, ὡς στενὸν κομιδῇ συνῆχθαι τὸ πᾶν.
实际上,对于饮食疗法治愈的疾病,整体被浓缩在极小的范围内。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ χειρουργίαν τε καὶ φαρμακείαν.
同样地,在外科和药剂学中也是如此。
καὶ γὰρ ἐν ἐκείνοις καθόλου τινὰς κοινότητας ἐξευρίσκειν πειρῶνται, καὶ σκοποὺς ὑποτίθενται τῶν ἰαμάτων ὀλίγους τὸν ἀριθμὸν, ὥστ’ ἐμοὶ μὲν δοκεῖ, οὐδὲ ἐν τοῖς πολυθρυλλήτοις ἕξ μησὶν, ἀλλὰ καὶ πολὺ θᾶττον ὅλην αὐτῶν τὴν τέχνην ἐκμαθεῖν ὑπῆρξεν.
因为在这些领域中,他们也试图找出某些普遍的共同态,并设定了极少数的治疗目标,以至于在我看来,甚至不需要在传闻中的六个月内,而是要快得多,就能完全学成他们的整套医术。
καὶ χρὴ χάριν οὕτω γινώσκειν αὐτοῖς τῆς συντόμου διδασκαλίας, εἴγε μὴ ψεύδονται· ψευδομένοις δὲ ὀλιγωρίαν ἐγκαλεῖν.
如果他们没有说谎,我们理当为这种简捷的教学法向他们致谢;但如果他们说谎,则应指责他们的玩忽职守。