§2Συστήσασθαι δὲ τὴν τέχνην οἱ μὲν Ἐμπειρικοὶ τόνδε τὸν τρόπον φασίν.
经验派的人们说,医术是以如下方式建立起来的。
ἐπειδὴ πολλὰ τοῖς ἀνθρώποις ἑώρων πάθη τὰ μὲν ἀπὸ ταὐτομάτου γινόμενα νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οἷον αἵματος ῥύσιν ἐκ ῥινῶν, ἢ ἱδρῶτας, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἄλλο βλάβην ἢ ὠφέλειαν φέρον, οὐ μὴν τόγε ποιῆσαν αἴτιον αἰσθητὸν ἔχον· ἕτερα δὲ, ὧν τὸ μὲν αἴτιον ἐφαίνετο, οὐ μὴν ἐκ προαιρέσεως ἡμετέρας, ἀλλὰ κατά τινα συντυχίαν, οἷον συνέβη πεσόντα τινὰ ἢ πληγέντα, ἢ ἄλλως πως τρωθέντα αἷμα ῥυῆναι, καὶ πιεῖν ἐν νόσῳ, χαρισάμενον τῇ ἐπιθυμίᾳ, ψυχρὸν ὕδωρ, ἢ οἶνον, ἤ τι τοιοῦτον ἄλλο, ὧν ἕκαστον εἰς ὠφέλειαν ἢ βλάβην ἐτελεύτα·
也就是说,他们看到人类有许多疾病发生,其中一些是在病人和健康人身上自发产生的,例如鼻出血、出汗、腹泻,或其他任何带来伤害或益处的类似情况,却没有任何可感知的病因;而另一些疾病的病因虽然显而易见,但并不是出于我们的选择,而是由于某种偶然。 例如,有人跌倒、被击打或以其他方式受伤流血,或者有人在生病时,顺从自己的欲望而喝了冷水、酒或任何其他此类东西,其中每一种最终都带来了益处或伤害。
τὸ μὲν οὖν πρότερον εἶδος τῶν ὠφελούντων ἢ βλαπτόντων, ἐκάλουν φυσικὸν, τὸ δὲ δεύτερον, τυχικόν· ἑκατέρου δ’ αὐτῶν τὴν πρώτην θέαν περίπτωσιν ὠνόμαζον ἀπὸ τοῦ περιπίπτειν ἀβουλήτως τοῖς πράγμασι τοὔνομα θέμενοι.
因此,在带来益处或伤害的事物中,他们将前一种称为“自然的”,将第二种称为“偶然的”;他们把对这两者中任何一个的初次观察命名为“遭遇”,这一名称源于他们无意中遭遇这些事物。
τὸ μὲν οὖν περιπτωτικὸν εἶδος τῆς ἐμπειρίας, τοιόνδ’ ἐστί.
因此,经验中源于遭遇的类型就是这样的。
τὸ δὲ αὐτοσχέδιον, ὅταν ἑκόντες ἐπὶ τὸ πειράζειν ἀφίκωνται, ἢ ὑπὸ ὀνειράτων προτραπέντες, ἢ ἄλλως πως δόξαντες.
而即兴的类型,则是当他们自愿尝试时,或者是受到梦境的启示,或者是通过其他方式产生的想法。
ἀλλὰ καὶ τρίτον τῆς ἐμπειρίας εἶδός ἐστι τὸ μιμητικὸν, ὅταν τῶν ὠφελησάντων ἢ βλαψάντων ὁτιοῦν, ἢ φύσει, ἢ τύχῃ, ἢ αὐτοσχεδίως, αὖθις ἐπὶ τῶν αὐτῶν παθῶν, εἰς πεῖραν ἄγοιτο.
然而,经验还有第三种类型,即“模仿的”,这是指当任何带来益处或伤害的事物(无论是自然的、偶然的,还是即兴的)再次针对相同的疾病进行尝试时。
καὶ τοῦτό ἐστι τὸ μάλιστα τὴν τέχνην αὐτῶν συστησάμενον.
这正是最能建立起他们技术的东西。
οὐ γὰρ δὶς μόνον, ἢ τρὶς, ἀλλὰ καὶ πολλάκις μιμησάμενοι τὸ πρόσθεν ὠφελῆσαν, εἶτα ἐπὶ τῶν αὐτῶν παθῶν τὸ αὐτὸ ποιοῦν εὑρίσκοντες, ὡς ἐπὶ τὸ πολὺ, τὴν τοιαύτην μνήμην, θεώρημα καλέσαντες, ἤδη πιστὸν ἡγοῦνται καὶ μέρος τῆς τέχνης.
因为他们不仅模仿两三次,而且多次模仿先前带来益处的事物,然后发现在相同的疾病上,这在大多数情况下会产生相同的效果,他们将这种记忆称为“定理”,并认为它已经值得信赖,从而成为医术的一部分。
ὡς δὲ πολλὰ θεωρήματα τοιαῦτα ἠθροίζετο αὐτοῖς, ἰατρικὴ μὲν ἦν τὸ σύμπαν ἄθροισμα, καὶ ὁ ἀθροίσας ἰατρός.
当许多这样的定理在他们那里累积起来时,这整个累积就是医术,而累积这些知识的人就是医生。
ἐκλήθη δὲ ὑπ’ αὐτῶν αὐτοψία τὸ τοιοῦτον ἄθροισμα, μνήμη τις οὖσα τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων.
这种累积被他们称为“亲眼观察”,它是对多次且以同样方式被观察到的事物的记忆。
ὠνόμαζον δὲ αὐτὸ τοῦτο καὶ ἐμπειρίαν· ἱστορίαν δὲ, τὴν ἐπαγγελίαν αὐτοῦ.
他们还称这同一事物为“经验”,并称其传播为“历史”。
τὸ γὰρ αὐτὸ τοῦτο τῷ μὲν τηρήσαντι, αὐτοψία, τῷ δὲ μαθόντι τὸ τετηρημένον, ἱστορία ἐστίν.
因为同一事物对于观察到它的人来说是“亲眼观察”,而对于学习被观察到事物的人来说则是“历史”。
ἐπεὶ δὲ καὶ νοσήμασί τισιν ἐνετύγχανον ἔστιν ὅτε πρόσθεν οὐχ ἑωραμένοις, ἤ τισιν ἐγνωσμένοις μὲν, ἀλλ’ ἐν χωρίοις, ἐν οἷς οὐκ ἦν ἰαμάτων εὐπορία τῶν διὰ τῆς πείρας τετηρημένων, ὄργανόν τι βοηθημάτων εὑρετικὸν ἐποιήσαντο, τὴν τοῦ ὁμοίου μετάβασιν, ᾧ χρώμενοι πολλάκις καὶ ἀπὸ πάθους ἐπὶ πάθος ὅμοιον τὸ αὐτὸ βοήθημα μεταφέρουσι, καὶ ἀπὸ τόπου ἐπὶ τόπον, καὶ ἀπὸ τοῦ πρόσθεν ἐγνωσμένου βοηθήματος ἐπί τι παραπλήσιον ἔρχονται.
但是,由于他们有时也会遇到以前从未见过的某些疾病,或者是已知的疾病但发生在那些无法获得通过尝试观察到的治疗药的地方,所以他们创造了一种用于寻找治疗药的工具,即“类似物的过渡”。 利用这一点,他们经常将同一种治疗药从一种疾病转移到类似的疾病,从一个部位转移到另一个部位,并从先前已知的治疗药走向某种相似的治疗药。
ἀπὸ μὲν πάθους ἐπὶ πάθος, ὡς εἰ ἀπὸ ἐρυσιπέλατος ἐπὶ ἕρπητα μεταβαίνοιεν.
从疾病到疾病,就像他们从丹毒过渡到疱疹一样。
ἀπὸ δὲ τόπου ἐπὶ τόπον, ὡς ἀπὸ βραχίονος ἐπὶ μηρόν.
从部位到部位,就像从上臂过渡到大腿一样。
ἀπὸ δὲ βοηθήματος ἐπὶ βοήθημα, ὡς ἐν διαῤῥοίαις ἀπὸ μήλου κυδωνίου ἐπὶ μέσπιλον.
从治疗药到治疗药,就像在腹泻中从榅桲过渡到欧楂一样。
ἅπασα δὲ ἡ τοιαύτη μετάβασις, ὁδὸς μέν ἐστιν ἐπὶ τὴν εὕρεσιν· εὕρεσις δὲ οὐδέπω πρὸ τῆς πείρας, ἀλλ’ ἡνίκα ἂν τὸ ἐλπισθὲν εἰς πεῖραν ἀχθῇ, πιστὸν ἤδη τὸ μαρτυρηθὲν ὑπ’ αὐτῆς ἐστιν, οὐδὲν ἧττον ἢ εἰ καὶ πλειστάκις ὡσαύτως ἔχον ἐτετήρητο.
而所有这些过渡都是走向发现的道路;但在尝试之前还称不上发现,唯当所期望的事物被付诸尝试时,由此证明的事物现在就值得信赖了,其可信度不亚于它曾被多次观察到是同样的情况。
τὴν δὲ πεῖραν ταύτην τὴν ἑπομένην τῇ τοῦ ὁμοίου μεταβάσει τριβικὴν καλοῦσιν, ὅτι χρὴ τετρίφθαι κατὰ τὴν τέχνην τὸν μέλλοντά τι οὕτως εὑρήσειν.
他们把这种在类似物过渡之后进行的尝试称为“熟练的”,因为要以这种方式发现某些东西的人,必须在医术上已经熟练。
αἱ δὲ ἔμπροσθεν ἅπασαι πεῖραι, αἱ πρὸ τῆς ἐμπειρίας, ὧν εἰς σύστασιν ἐδεῖτο ἡ τέχνη, καὶ περὶ τὸν τυχόντα δύνανται γενέσθαι.
而在此之前的全部尝试,即在经验形成之前、该医术的建立所需要的那些尝试,在任何人身上都可能偶然发生。
τοιαύτη μὲν ἡ διὰ τῆς πείρας πρὸς τὸ τέλος τῆς τέχνης ὁδός.
这就是通过尝试达到医术目的的道路。