§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ.
Τῆς ἰατρικῆς τέχνης σκοπὸς μὲν ἡ ὑγεία, τέλος δὲ ἡ κτῆσις αὐτῆς.
## 盖伦著《致入门者的诸学派》医术的目的是健康,而其终极目标则是健康的获得。
ἐξ ὧν δ’ ἄν τις ἢ μὴ παροῦσαν ὑγείαν ἐργάζοιτο, ἢ παροῦσαν διαφυλάττοι, γινώσκεσθαι μὲν ἀναγκαῖον τοῖς ἰατροῖς.
医生必须知晓,凭借何种手段,人们才能在健康缺席时重建健康,或在健康存在时予以维护。
καλεῖται δὲ τὰ μὲν ἐργαζόμενα μὴ οὖσαν ὑγείαν, ἰάματά τε καὶ βοηθήματα, τὰ δὲ φυλάττοντα τὴν οὖσαν ὑγείαν, ὑγιεινὰ διαιτήματα.
重建缺席健康的手段被称为治疗药和辅助手段,而维护现有健康的手段则被称为养生法。
ταυτ’ ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν, ὑγιεινῶν καὶ νοσερῶν ἐπιστήμην ὁ παλαιὸς λόγος φησίν· ὑγιεινὰ μὲν καλῶν, τά τε φυλάσσοντα τὴν οὖσαν ὑγείαν, καὶ τὰ τὴν διεφθαρμένην ἀνασώζοντα· νοσερὰ δὲ τἀναντία τούτων.
因此正是,古代的学说也将医术本身称为“健康事物与患病事物的知识”:其将维护现有健康以及恢复受损健康的事物称为“健康事物”,而将与此相反的事物称为“患病事物”。
δεῖται γὰρ ἀμφοῖν ὁ ἰατρὸς τῆς γνώσεως, ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν, τὰ δὲ φυγεῖν.
因为医生需要这两种知识,以便选择前者而避开后者。
ὅθεν δὲ τὴν τούτων ἐπιστήμην εὐπορίσαντο, οὐκέθ’ ὁμοίως παρὰ πᾶσιν ὡμολόγηται, ἀλλ’ οἱ μὲν τὴν ἐμπειρίαν μόνην ἀρκεῖν φασι τῇ τέχνῃ, τοῖς δὲ καὶ ὁ λόγος οὐ μικρὰ δοκεῖ συντελεῖν.
然而,关于他们如何获得这些事物的知识,人们的意见已不再一致,而是有人说单凭经验就足以满足这门技术,而另一些人则认为理性也做出了不小的贡献。
ὀνομάζονται δὲ, οἱ μὲν ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενοι, παρωνύμως ἐκείνῃ ἐμπειρικοί· ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ λόγου, λογικοί.
那些仅从经验出发的人,便依此命名为“经验派”;同样,那些从理性出发的人,则被称为“理性派”。
καὶ δύο εἰσὶν αὗται πρῶται τῆς ἰατρικῆς αἱρέσεις, ἡ μὲν ἑτέρα, διὰ πείρας ἰοῦσα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν, ἡ δὲ ἑτέρα, δι’ ἐνδείξεως.
这就是医术中最初的两个学派,其中一派通过经验去寻找治疗药,另一派则通过指示。
καὶ ὀνόματά γε ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικήν τε καὶ λογικήν.
他们也给这些学派起了名字,即“经验派”与“理性派”。
καλεῖν δέ εἰσιν εἰθισμένοι, τὴν μὲν ἐμπειρικὴν, τηρητικήν τε καὶ μνημονευτικήν· τὴν δὲ λογικὴν, δογματικήν τε καὶ ἀναλογιστικήν.
他们通常将经验派称为“观察派”与“记忆派”,而将理性派称为“教条派”与“推论派”。
καὶ τοὺς ἄνδρας ὁμοίως ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικούς τε καὶ τηρητικοὺς καὶ μνημονευτικοὺς τῶν φαινομένων, ὅσοι τὴν ἐμπειρίαν εἵλοντο· λογικοὺς δὲ καὶ δογματικοὺς καὶ ἀναλογιστικοὺς, ὅσοι τὸν λόγον προσήκαντο.
他们同样根据人们所属的学派为之命名:凡是选择经验的人,皆被称为“经验者”、“观察者”以及“现象的记忆者”;凡是接纳理性的人,皆被称为“理性者”、“教条者”以及“推论者”。