§3Ἡ δὲ διὰ τοῦ λόγου φύσιν ἐκμαθεῖν παρακελεύεται, τοῦ τε σώματος, οὗ ἐπιχειρεῖ ἰᾶσθαι, καὶ τῶν αἰτίων ἁπάντων τὰς δυνάμεις, οἷς ὁσημέραι περιπίπτον τὸ σῶμα ἢ ὑγιεινότερον ἢ νοσερώτερον αὐτὸ ἑαυτοῦ γίγνεται.
另一方面,理性方法建议通过推论彻底学习试图治疗的身体的自然,以及身体每天遭遇并使其变得比自身更健康或更病态的所有原因的力量。
μετὰ δὲ ταῦτα ἤδη καὶ ἀέρων φύσιν, καὶ ὑδάτων, καὶ χωρίων, καὶ ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἐθῶν ἐπιστήμονά φασι δεῖν εἶναι τὸν ἰατρὸν, ὅπως τῶν τε νοσημάτων ἁπάντων τὰς αἰτίας εὑρίσκῃ, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, καὶ παραβάλλειν οἷός τε ᾖ καὶ λογίζεσθαι, ὅτι τῷ τοιῷδε τῆς αἰτίας εἴδει τὸ τοιάνδε δύναμιν ἔχον προσαχθὲν φάρμακον τοῖόν τι ἐργάσασθαι πέφυκε.
在这之后,他们说医生还必须精通空气、水、土地、职业、食物、饮料和习惯的性质,以便发现所有疾病的原因和治疗药的力量,并能够进行比较和推论:将具有如此力量的药物应用于如此种类的原因,其本性会产生如此的效果。
πρὶν γὰρ ἐν τούτοις γυμνάσασθαι πολυειδῶς ἅπασιν, οὐχ οἶόν τέ φασιν, ἰαμάτων εὐπορήσειν αὐτόν.
因为他们说,在所有这些方面进行多方面的锻炼之前,医生是不可能获得丰富治疗药的。
οἷον, ἵνα ἐκ μικροῦ παραδείγματος ἴδῃς τὸ πᾶν, ἔστω τι μέρος τοῦ σώματος ὀδυνώμενόν τε καὶ σκληρὸν, καὶ ἀντίτυπον, καὶ ἐν ὄγκῳ μείζονι·
例如,为了让你从一个小小的例子中看清整体,假设身体的某个部分感到疼痛、坚硬、有抗力且肿胀得更大。
ἐνταῦθα χρὴ τὸν ἰατρὸν ἐξευρεῖν τὴν αἰτίαν.
在这里,医生必须找出原因。
πρῶτον μὲν, ὅτι ῥυὲν ὑγρόν τι πλέον τοῦ κατὰ φύσιν εἰς τὸ μέρος, ἐξῇρέ τε αὐτὸ, καὶ διατεῖνον, εἰς ὀδύνην ἤγαγεν.
首先是,某种比自然量更多的液体流入该部位,使其肿胀,并通过拉伸导致了疼痛。
ἐφεξῆς δὲ, εἰ μὲν ἔτι ἐπιῤῥέοι, εἴργειν τοῦ ἐπιῤῥεῖν. εἰ δὲ μὴ, τοῦτο κενοῦν ἤδη τὸ μέρος.
接着,如果液体仍在流入,则应阻止其流入;如果不再流入,则应立即清空该部位。
πῶς οὖν τὸ μὲν ἐπιῤῥέον ἔτι κωλύσεις, τὸ δ’ ἤδη περιεχόμενον κενώσεις;
那么,你将如何阻止仍在流入的液体,并清空已经容纳的液体呢?
ψύχων μὲν καὶ στύφων σὺ τὸ μέρος, κωλύσεις τὸ ἐπιῤῥέον. ὑγραίνων δὲ καὶ χαλῶν, κενώσεις τὸ ἠθροισμένον.
通过冷却和收敛该部位,你将阻止流入;通过湿润和松弛,你将清空积聚的液体。
οὕτω μὲν οὖν ἐπ’ αὐτῆς τῆς διαθέσεως ἡ ἔνδειξις αὐτοῖς τοῦ συμφέροντος γίνεται.
因此,正是根据这种状态本身,对他们来说产生了有益事物的指征。
οὐ μὴν ἀρκεῖν ταύτην γε μόνην φασὶν, ἀλλὰ καὶ παρὰ τῆς δυνάμεως τοῦ νοσοῦντος ἑτέραν ἔνδειξιν εἶναι, καὶ παρὰ τῆς ἡλικίας ἄλλην, καὶ παρὰ τῆς ἰδίας αὐτοῦ τοῦ κάμνοντος φύσεως ἄλλην.
然而,他们说仅仅这一个指征是不够的,还必须有来自病人力量的另一个指征,来自年龄的另一个指征,以及来自患者自身固有性质的另一个指征。
οὕτω δὲ καὶ παρὰ τῆς ὥρας τοῦ ἔτους, καὶ τοῦ χωρίου τῆς φύσεως, καὶ τῶν ἐπιτηδευμάτων, καὶ τῶν ἐθῶν, ἔνδειξιν ἀφ’ ἑκάστου τούτων γίγνεσθαι τοῦ συμφέροντος ἰδίαν.
同样,根据一年中的季节、土地的性质、职业和习惯,从这些事物中的每一个都会产生各有益事物的独特指征。
οἷον, ἴνα καὶ τοῦτο σαφέστερον ἐπὶ παραδείγματος ἐκμάθῃς, ἔστω τινὰ πυρέττειν ὀξέως, ὀκνοῦντά τε κινεῖσθαι καὶ βαρέως τοῦ σώματος αἰσθανόμενον.
例如,为了让你通过例子更清楚地了解这一点,假设有人患有急性发热,懒于活动并感到身体沉重。
ἔστω δὲ καὶ εὐογκότερος νῦν ἢ πρόσθεν, καὶ ἔρευθος πλέον ἐχέτω, ἔστωσαν δ’ αὐτῷ καὶ φλέβες ἐν ὄγκῳ μείζονι.
假设他现在比以前更丰满,面色更红,且血管肿胀得更大。
παντί που δῆλον, ὡς τῷ τοιούτῳ πλῆθος αἵματος θερμοτέρου πλεονάζει.
我想,对任何人来说这都很明显,这样的人体内过剩了更热的血液。
τίς οὖν ἡ ἴασις;
那么,治疗方法是什么呢?
ἢ δῆλον ὅτι ἡ κένωσις;
不显然是清空吗?
ἐναντίον γὰρ τοῦτο τῷ πλήθει.
因为这与过剩相反。
τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα.
而相反物是相反物的治疗药。
πῶς οὖν αὐτὸ κενώσομεν, ἢ μέχρι πόσου;
那么,我们该如何清空它,或者清空到什么程度呢?
τοῦτο οὐκέτι δυνατὸν ἀπὸ τῆς αἰτίας μόνης εἰδέναι.
这已不再可能仅凭原因来知晓。
χρὴ γὰρ καὶ δύναμιν, καὶ ἡλικίαν, καὶ ὥραν, καὶ χώραν, καὶ τὰ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσεπισκοπεῖν.
因为还必须另外观察力量、年龄、季节、地区以及刚才提到的其他事情。
εἰ μὲν γὰρ ἰσχυρότερος εἴη τὴν δύναμιν. καὶ ἀκμάζων τὴν ἡλικίαν, καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινὴ, καὶ τὸ χωρίον εὔκρατον, οὐκ ἂν ἁμάρτοις, εἰ φλέβα τεμὼν κενώσεις τοῦ αἵματος, ὅσον ἡ αἰτία κελεύει.
因为如果他体力较强,年龄正值壮年,一年中的季节是春天,地区气候温和,那么如果你切开血管,按照原因的要求清空相应分量的血液,你就不会犯错。
ἀῤῥώστου δὲ τῆς δυνάμεως οὔσης, καὶ τῆς ἡλικίας, ἢ παιδὸς κομιδῇ μικροῦ, ἢ πρεσβύτου πάνυ, καὶ τοῦ χωρίου κατεψυγμένου, οἶα τὰ περὶ τὴν Σκυθίαν, ἢ διακεκαυμένου, οἷα τὰ περὶ τὴν Αἰθιοπίαν, καὶ τῆς ὥρας τοῦ ἔτους ἢ σφόδρα ψυχρᾶς, ἢ σφόδρα θερμῆς, οὐκ ἄν τις ἔτι τολμήσειε φλεβοτομεῖν.
但如果力量衰弱,年龄要么是极小的孩子,要么是非常年迈的老人,地区极寒(如斯基泰周边地区),或极热(如埃塞俄比亚周边地区),一年中的季节要么极冷要么极热,就再没有人敢于放血了。
οὕτω δὲ καὶ ἔθη, καὶ ἐπιτηδεύματα, καὶ φύσεις σωμάτων ἐπισκοπεῖσθαι κελεύουσι.
同样,他们也要求观察习惯、职业和身体的性质。
γίνεσθαι γὰρ αὐτοῖς ἐξ ἁπάντων αὐτῶν ἔνδειξιν τοῦ συμφέροντος ἰδίαν.
因为他们说,从所有这些事物中,都会产生对他们而言有益事物的独特指征。