§3καὶ μὴν εἴ τίς γ’ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ Περδίκκου.
而且,如果有人是这样的人,他就会既轻视阿尔塔薛西斯,也轻视佩尔迪卡斯。
καὶ τοῦ μὲν οὐδ’ ἄν εἰς ὄψιν ἀφίκοιτό ποτε· τὸν δ’ ἰάσεται μὲν, νοσοῦντα νόσημα τῆς Ἱπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ παντὸς συνεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις πολίχναις πένητας.
对于前者,他甚至绝不会去见一面;但对于后者,当其患上需要希波克拉底技术治疗的疾病时,他会予以治疗,却绝不会自贬身价去终身相随,而是去治疗克拉农、萨索斯和其他小城镇的穷人。
ἀπολείψει δὲ Κώοις μὲν καὶ πολίταις Πόλυβόν τε, καὶ τοὺς ἄλλους μαθητὰς, αὐτὸς δὲ πᾶσαν ἀλώμενος ἐφέξει τὴν Ἑλλάδα.
他会给科斯岛的同胞市民留下波吕波斯和其他弟子,而他自己则会周游并踏遍整个希腊。
χρὴ γὰρ αὐτὸν γράψαι τι καὶ περὶ φύσεως χωρίων.
因为他必须写一些关于地方自然的著作。
ἵν’ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου διδαχθέντα, χρὴ πάντως αὐτὸν πόλεως γενέσθαι αὐτόπτην τῆς πρὸς μεσημβρίαν τετραμμένης καὶ τῆς πρὸς ἄρκτον, καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς δυσμάς· ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην, καὶ τὴν ἐφ’ ὑψηλῷ, καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην, καὶ τὴν πηγαίοις, καὶ τὴν ὀμβρίοις, καὶ τὴν ἐκ λιμνῶν καὶ ποταμῶν· ἀμελῆσαι δὲ καὶ μήδ’ εἴ τις ψυχροῖς ἄγαν ὕδασι, μήδ’ εἴ τις θερμοῖς χρῆται, μήτε νιτρώδεσι, μήτε στυπτηριώδεσιν, ἤ τισιν ἑτέροις τοιούτοις· ἰδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν, καὶ λίμνῃ, καὶ ὄρει, καὶ θαλάττῃ, καὶ τἄλλα πάντα νοῆσαι, καὶ περὶ ὧν αὐτὸς ἡμᾶς ἐδίδαξεν· ὥστε οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον, ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν.
因此,为了用经验来检验理性所传授的知识,他必须亲自考察朝向南方和朝向北方的城市,以及朝向日出(东)和朝向日落(西)的城市;还要观察位于洼地的城市、位于高地的城市、使用外引水的城市、使用泉水的城市、使用雨水的城市,以及使用湖泊和河流水的城市;也不应忽略是否有人使用极冷的水,或是否有人使用热水、硝石水、明矾水,或任何其他此类水;还要观察邻近大河、湖泊、山脉和海洋的城市,并理解所有其他事物,包括他亲自教导我们的那些事物;因此,要成为这样的人,不仅必须轻视财富,而且必须极其勤勉。
καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον, ἐμπιπλάμενον, ἢ ἀφροδισίοις προσκείμενον, ἢ, συλλήβδην εἰπεῖν, αἰδοίοις καὶ γαστρὶ δουλεύοντα.
此外,一个酗酒、暴食、沉溺于女色,或者简而言之,成为性器和胃袋奴隶的人,是不可能勤勉的。
σωφροσύνης γοῦν φίλος, ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος, ὅ γ’ ἀληθὴς ἰατρὸς ἐξεύρηται.
总之,正如真理的伴侣一样,真正的医生也被发现是节制的友。
καὶ μὲν δὴ καὶ λογικὴν μέθοδον ἀσκεῖν χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη νοσήματα ὑπάρχει, καὶ πῶς ἐφ’ ἑκάστου ληπτέον ἔνδειξίν τινα ἰαμάτων.
而且,为了知道所有病症按种和属分类共有多少,以及在每种情况下如何掌握治疗方法的指针,还必须操练逻辑方法。
ἡ δ’ αὐτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτὴν διδάσκει φύσιν, τήν τ’ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι’ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ ταύταις, τὴν ἐκ τῶν ὀργανικῶν μορίων.
而这同一种方法也教授身体本身的自然:既有来自相互完全混合的第一元素的自然,也有来自被称为同质部分的、可感知的第二元素的自然,以及在这两者之上的第三种——来自器官部位的自然。
ἀλλὰ καὶ τίς ἡ χρεία τῷ ζώῳ τῶν εἰρημένων ἑκάστου, καὶ τίς ἡ ἐνέργεια, δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως, ἀλλὰ μετ’ ἀποδείξεως πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται μεθόδου.
此外,上述各项对生物有什么用处,又有什么活动(功能)——因为这些也必须不是未经检验地接受,而是伴随着证明而被确信——这当然是通过逻辑方法来教授的。
τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ εἶναι φιλόσοφον τὸν ἰατρὸν, ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην, εἰ γὰρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος, καὶ νοσημάτων διαφορὰς, καὶ ἰαμάτων ἐνδείξεις, ἐν τῇ λογικῇ θεωρίᾳ γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσκήσει παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν, πάντα ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν, καὶ τὸ φυσικὸν, καὶ τὸ ἠθικόν.
那么,对于一个配得上希波克拉底而操练技术的人来说,要成为哲学家,还缺少什么呢? 因为,如果为了发现身体的自然、疾病的区别以及治疗的指针,必须在逻辑理论中进行训练,而为了勤勉地坚持这些操练,又必须轻视财富和操练节制,那么他已经拥有了哲学的全部部分,即逻辑学、自然学和伦理学。
οὐ γὰρ δὴ δέος γε, μὴ χρημάτων καταφρονῶν, καὶ τὴν σωφροσύνην ἀσκῶν, ἄτοπόν τι πράξῃ.
因为,轻视财富并操练节制的人,绝不用担心会做出任何不当的事情。
πάντα γὰρ, ἃ τολμῶσιν ἀδίκως ἄνθρωποι, φιλοχρηματίας ἀναπειθούσης, ἢ γοητευούσης ἡδονῆς, πράττουσιν.
因为,在金钱欲的诱惑或快乐的迷惑下,人们才会胆敢做出一切不义之事。
οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν.
因此,他也必须拥有其他的德行。
σύμπασαι γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἶόν τε μίαν ἡντιναοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας.
因为它们全都互相伴随,不可能在获得其中任何一个时,不同时拥有其他所有紧随其后的德行,就像是被系在同一根绳子上一样。
καὶ μὴν εἴ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν, καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν, ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος.
而且,如果对于最初的学习以及随后的操练,哲学对医生来说都是必不可少的,那么显而易见,凡是医生的人,必然也是哲学家。
οὐδὲ γὰρ οὐδ’ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν, ἑωρακότας γε πολλάκις, ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροί· καὶ χρῶνται τῇ τέχνῃ πρὸς τοὐναντίον, ἢ πέφυκεν, οἱ φιλοχρήματοι.
因为,为了很好地使用这门技术,医生需要哲学,我认为这甚至不需要任何证明,因为我们经常看到,那些贪财的人是药贩子而非医生,他们将技术用于与其本质完全相反的目的。