Humanitext Reader

盖伦 · 论优秀的医师亦必是哲学家 §4

践行哲学与效法希波克拉底

第 3 段,共 3 段 · 希腊语

内容简介

作者批评对手在承认医学中德行和逻辑的必要性的同时却拒绝“哲学”一词的虚妄态度,强调了学习与训练的重要性。他敦促作为希波克拉底的真正追随者去践行哲学。

§4πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις ἐρίζων ἐγκρατῆ μὲν, καὶ σώφρονα, καὶ χρημάτων κρείττονα, καὶ δίκαιον ἄξιον εἶναι τὸν ἰατρὸν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν γιγνώσκειν τῶν σωμάτων, καὶ ἐνεργείας ὀργάνων, καὶ χρείας μορίων, καὶ διαφορὰς νοσημάτων, καὶ θεραπειῶν ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν θεωρίαν, ἢ τὰ πράγματα συγχωρήσας, ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι;
那么,你还要在名字(言词)上争论不休,并胡言乱语吗? 你争辩说,医生固然应当自制、节制、战胜财富且公正,但绝不是哲学家;他固然应当认识身体的自然、器官的功能、部位的用途、疾病的区别以及治疗的指针,但绝没有按照逻辑理论接受过训练。 或者,在承认了事实之后,你会为在名字上争论而感到羞耻吗?
καὶ μὴν ὀψὲ μέν· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε, μήδ’ ἢ καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν ζυγομαχεῖν, ἀλλ’ αὐτὴν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν.
确实,这已经很迟了,但好在现在你至少清醒过来,不再像寒鸦或乌鸦那样为声音(言词)而做无谓的争吵,而是认真追求事物本身的真理。
οὐ γὰρ δὴ τοῦτό γ’ ἂν ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις, ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δέ τις, ἢ σώφρων, ἢ ἀποδεικτικὸς, ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται, μήτε διδασκάλοις χρησάμενος, μήτ’ αὐτὸς ἐπασκήσας ἑαυτόν.
因为你绝不能这样说:一个织工或一个优秀的鞋匠在没有学习和训练的情况下绝不可能产生,而一个公正、节制、善于论证或精通自然的人,在既没有请教老师、也没有自我训练的情况下,会突然凭空出现。
εἰ τοίνυν καὶ τοῦτ’ ἀναίσχυντον, καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν, ἀλλ’ ὑπὲρ ὀνομάτων ἐρίζοντος, φιλοσοφητέον ἡμῖν ἐστι πρότερον, εἴπερ Ἱπποκράτους ἀληθῶς ἐσμεν ζηλωταί· κᾂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους, ἀλλὰ καὶ βελτίους αὐτοῦ γενέσθαι, μανθάνοντας μὲν, ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ λείποντα δ’ αὐτοὺς ἐξευρίσκοντας.
因此,如果这件事也是厚颜无耻的,而另一件事则不关乎事实,只是在为名字而争论的人的所为,那么,如果我们确实是希波克拉底真正的追随者,我们就必须首先学习哲学;如果我们这样做,就没有任何东西能阻止我们不仅变得与他相似,甚至比他更优秀——一方面学习他所写下的好东西,另一方面由我们自己去发现其中欠缺的部分。

词汇与语法注释

  1. p.62ἐγκρατῆ μὲν, ... οὐ μὴν φιλόσοφόν γε ... ἠσκῆσθαί γε — 这是由分词 `ἐρίζων`(争辩、争论)所引导的内容。在 `ἄξιον εἶναι τὸν ἰατρὸν`(医生应当/配得上是……)的共同框架下,由两组平行的 `μὲν ... δὲ (οὐ μὴν ... γε)` 对比结构构成:“医生固然应当自制等(`ἐγκρατῆ μὲν`),但绝不是哲学家(`οὐ μὴν φιλόσοφόν γε`)”,以及“固然应当认识身体的自然等(`γιγνώσκειν`),但绝没有按照逻辑理论接受过训练(`οὐ μὴν ἠσκῆσθαί γε`)”。
  2. p.62σωφρονήσαντά σε — 由无人称句 `ἄμεινον [ἐστί]`(更好)所引导的“带对格的不定式”结构中的逻辑主语及其一致的不定过去时分词。`σωφρονήσαντα` 是动词 `σωφρονέω`(恢复理智、变得节制)的不定过去时主动分词阳性单数对格,修饰代词主语 `σε`(你)。
  3. p.62ἐρίζοντος — 现在分词 `ἐρίζων` 的属格阳性单数。此处用作表示特征或本分的属格(如 `[ἔργον] ἐρίζοντος` 结构),意思是“另一件事是……那些为名字而争论的人的[所为/特征]”。
  4. p.63οὐδὲν κωλύει μὴ — 在含有否定或阻止含义的动词 `κωλύω`(阻碍、妨碍)之后,使用了多余的(或加强语气的)否定词 `μή`。在翻译中,这个 `μή` 不译作否定,整句应理解为肯定意义(“没有任何东西阻碍我们成为……”)。
  5. p.63μανθάνοντας μὲν, ... ἐξευρίσκοντας — 现在分词的阳性复数对格。它们与不定式 `γενέσθαι`(成为)的逻辑主语——即上下文暗示的对格代词 `ἡμᾶς`(我们)相一致。

引用这一段

盖伦, 论优秀的医师亦必是哲学家 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg003.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。