§1## ΓΑΛΗΝΟΥ ΟΤΙ ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ.
Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν, ἐπιθυμοῦντες μὲν ὀλυμπιονῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτου τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν.
## 盖伦:论优秀的医生也是哲学家。 正如大多数运动员的情况一样——他们渴望成为奥林匹亚获胜者,却不进行任何能让他们达到这一目标的训练——大多数医生的情况也是如此。
ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην, καὶ πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δὲ αὐτοὺς ἐν ὁμοίοις ἐκείνῳ, πάντα μᾶλλον ἢ τοῦτο πράττουσι.
因为他们称赞希波克拉底,视他为所有人中第一位的,但在让自己变得像他一样这件事上,他们做着除此以外的所有事情。
ὁ μὲν γὰρ οὐ μικρὰν μοῖραν εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν, καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης γεωμετρίαν.
因为希波克拉底说天文学对医学有不小的贡献,显然,作为其先导的几何学也必然如此。
οἱ δ’ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδέτερον, ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται.
而现代医生不仅自己不学习这两者中的任何一个,甚至还指责那些学习它们的人。
καὶ μὲν δὴ καὶ φύσιν σώματος, ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν, ἀρχὴν εἶναι φάσκων αὐτὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός.
而且,对于身体的自然,希波克拉底认为必须精确地认识它,称它是整个医学理论的起点。
οἱ δ’ οὕτω καὶ περὶ τούτων σπουδάζουσι, ὡς οὐ μόνον ἑκάστου τῶν μορίων οὐσίαν ἢ πλοκὴν, ἢ διάπλασιν, ἢ μέγεθος, ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν, ἀλλ’ οὐδὲ τὴν θέσιν ἐπίστανται.
而他们对这些事竟如此漠不关心,以至于不仅不了解每个器官的实质、组织、形态、大小以及与相邻部分的联系,甚至连它们的位置都不知道。
καὶ μέν γε ὡς ἐκ τοῦ μὴ γιγνώσκειν κατ’ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα, συμβαίνει τοῖς ἰατροῖς ἁμαρτάνειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν.
而且,由于不知道按种和属来区分疾病,医生们就会偏离治疗的目标,这是希波克拉底为了鼓励我们操练逻辑探求而说的。
οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι κατ’ αὐτὴν, ὥστε καὶ τοῖς ἀσκοῦσιν, ὡς ἄχρηστα μεταχειριζομένοις, ἐγκαλοῦσι.
然而,现代的医生们距离接受这方面的训练是如此遥远,以至于他们甚至指责那些操练它的人是在处理无用的事物。
οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τε τὰ προγεγονότα, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι νοσήματα, πολλὴν χρῆναι πεποιῆσθαι πρόνοιαν, Ἱπποκράτης φησίν.
同样,希波克拉底说,必须对预知病人的既往、现在以及未来将要发生的疾病投入极大的关注。
οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπουδάκασιν, ὥστ’, εἴ τις αἱμοῤῥαγίαν ἢ ἱδρῶτα προείπῃ, γόητά τε καὶ παραδοξολόγον ἀποκαλοῦσιν.
而他们对技术中的这部分也是如此地不重视,以至于如果有人预言出血或出汗,他们就称其为骗子和口出妄言者。
σχολῇ γ’ ἂν οὗτοι τἄλλα προλέγοντός τινος ἀνάσχοιντο· σχολῇ δ’ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος ἀκμὴν καταστήσαιντο· καὶ μὴν Ἱπποκράτης οὕτως γε διαιτᾷν κελεύει.
他们更不可能容忍有人预言其他事情;他们也绝不可能针对疾病未来将要达到的极期来制定养生方案;然而,希波克拉底正是命令我们要这样调理养生的。
τί δὴ οὖν ἐστὶ τὸ ὑπόλοιπον εἰς ὃ ζηλοῦσι τἀνδρός;
那么,他们究竟在什么地方效法这位伟人呢?
ὁ γὰρ δὴ τήνδε τῆς ἑρμηνείας δεινότητα, τῷ μέν γε καὶ τοῦτο κατώρθωται.
难道是在他的表达技巧上吗? 因为对他而言,这一点确实也完成得很出色。
τοῖς δ’ οὕτω τοὐναντίον, ὥστε πολλοὺς αὐτῶν ἐστιν ἰδεῖν καθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον.
但对他们而言,情况却完全相反,以至于经常可以看到他们中的许多人在一个单词中犯两次错误,这甚至是难以想象的。
§2διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν, ἥ τίς ποτ’ ἐστὶ, δι’ ἣν, καίτοι θαυμάζονται ἅπαντες τὸν ἄνδρα, μήτ’ ἀναγινώσκουσιν αὐτοῦ τὰ συγγράμματα, μήτ’, εἰ καί τῳ τοῦτο παρασταίη, συνίησι τῶν λεγομένων, ἢ, εἰ καὶ τοῦτο εὐτυχήσειεν, ἀσκήσει τὴν θεωρίαν ἐπεξέρχεται, βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενος, εὑρίσκων δὴ καὶ σύμπαντα κατορθούμενα βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα.
因此,我认为有必要探求其中的原因:为什么尽管所有人都崇拜这个人,却既不阅读他的著作,或者,即使有人偶然阅读了,也不理解所说的话,或者,即使有幸理解了,也不通过实践来深入探求理论,以期巩固并使其成为习惯? 因为我发现,所有的成功都是由于人们拥有意志和能力两方面而实现的。
θατέρου δ’ αὐτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ τέλους αὐτῶν ἀναγκαῖον ἀποτυχεῖν.
如果他们失去了其中之一,就必然无法达到他们的目的。
αὐτίκα γέ τοι τοὺς ἀθλητὰς, ἢ διὰ τὴν τοῦ σώματος ἀφυΐαν, ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους.
例如,我们看到运动员要么是因为身体的不适,要么是因为对训练的懈怠,而无法达到目的。
οὕτω δ’ ἂν καὶ ἡ τοῦ σώματος φύσις ἀξιόνικος ᾖ, καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλῷ ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας;
但是,如果身体的自然适合获胜,且训练也无可指摘,有什么办法能让他不在众多冠冕竞技会中赢得胜利呢?
ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν, οὔτε δύναμιν, οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι, περὶ τὴν τῆς τέχνης ἄσκησιν, ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου δ’ ἀπολείπονται.
那么,现代的医生是在这两方面都遭遇不幸,在技术的操练中既没有带来能力,也没有带来值得称道的意志,还是他们拥有其中之一,却缺少另一个?
τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον, οὔ μοι δοκεῖ λόγον ἔχειν.
说没有任何人生来就具有足够的精神能力来接受这样一门人道的艺术,这在我看来是没有道理的。
ὁμοίου γὰρ τοῦ κόσμου καὶ τότ’ ὄντος, καὶ νῦν, καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης, μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης, μήτ’ ἄλλου τινὸς ἀστέρος, ἢ ἀπλανοῦς, ἢ πλανωμένου μεταβολήν τινα ἐσχηκότος.
因为宇宙在当时和现在都是相同的,既没有季节的秩序被改变,也没有太阳的运行周期被重新安排,其他任何恒星或行星也没有发生任何变化。
εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν, ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ τὸν πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον, οὔθ’ οἶος Φειδίας ἐν πλάσταις, οὔθ’ οἶος Ἀπελλῆς ἐν γραφεῦσιν, οὔθ’ οἶος Ἱπποκράτης ἐν ἰατροῖς, ἔτι γενέσθαι τινά.
然而,由于现代人所接受的糟糕教育,以及因为财富比美德更受尊崇,雕塑家中的菲迪亚斯、画家中的阿佩莱斯、医生中的希波克拉底这样的人,如今不再产生,这完全是合乎情理的。
καίτοι τό γε ὑστέροις τῶν παλαιῶν ἡμῖν γεγονέναι, καὶ τὸ τὰς τέχνας ὑπ’ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ μικρὸν ἦν πλεονέκτημα.
然而,我们出生在古人之后,并继承了被他们发展到极高水平的技术,这并不是一个小的优势。
τὰ γοῦν ὑφ’ Ἱπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι.
因为,希波克拉底花费极长的时间所发现的东西,在极少的几年里就可以很容易地学成,并把一生的其余时间用于发现尚未解决的问题。
ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον, καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων ἕνεκεν, ἀλλὰ χρηματισμοῦ μαθόντα, τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφίεσθαι.
但是,如果预设财富比美德更受尊崇,学习技术不是为了造福人类,而是为了赚钱,那就不可能追求这项技术真正的目标。
φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι, πρὶν ἡμᾶς ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι.
因为在我们要达到技术的目的之前,别人已经先发财了。
οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματίζεσθαί τε, καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’ ἀνάγκη καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα σφοδρότερον.
毕竟,不可能既赚钱,同时又操练如此伟大的技术,在其中一项上投入更猛烈热情的人,必然会轻视另一项。
ἆρ’ οὖν ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν, εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος;
那么,我们能说出有哪一个现代人,对追求财富的渴望仅仅限于足以从中服务于身体必不可少的需要吗?
ἔστι τις ὁ δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι, ἀλλ’ ἔργῳ διδάξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον, ἄχρι τοῦ μὴ πεινῇν, μὴ διψῇν, μὴ ῥιγοῦν προϊόντος;
有谁不仅能用言语,而且能用行动来展示自然财富的界限——即达到不饿、不渴、不冷为止?