Humanitext Reader

盖伦 · 论最良之教育法 §3

辨别真伪的标准与学院派的矛盾

第 3 段,共 4 段 · 希腊语

内容简介

作者指出,如果法沃里努斯还在世,他会追问是否存在辨别真伪论证的普遍方法,并批评学院派就像不提供工具却要求工作的木匠。

§3Ἡδέως δ’ ἂν ἠρόμην, εἴπερ ἦν ὁ Φαβωρῖνος, ἆρά κελεύει με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις, ἢ σκοπεῖσθαι, πότερον ἀληθεῖς εἰσὶν, ἢ ψευδεῖς.
如果法沃里努斯还在世,我倒很想问问,他究竟是命令我顺从这所有的论证,还是去考察它们到底是真还是假。
ἓν δὴ γὰρ σκοπεῖσθαι συνεχώρησεν.
因为他确实承认应当予以考察。
ἠρόμην δ’ ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει διακρίνειν ἀληθεῖς λόγους ψευδῶν, ἢ μέθοδός ἐστε τῆς ἑκατέρων γνώσεως.
无论如何,我肯定会就此发问:究竟是天生所有人都具有辨别真伪论证的能力,还是存在某种认识两者的系统方法?
εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαντες, οὐδ’ ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν;
因为如果是出于天性,为什么我们大家不能互相一致,对同样的事物也不能做出同样的表态?
εἰ δὲ μέθοδός τίς ἐστιν, αὐτὴν πρώτην μαθεῖν ἐδεήθην. ἑξῆς δὲ ἐπιστατοῦντας αὐτοὺς γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων πλειόνων, ὥσπερ οἱ παλαίειν μανθάνοντες, ἢ σκυτοτομεῖν, ἢ οἰκοδομεῖν, ἢ ναυπηγεῖν, ἢ ῥητορεύειν, ἢ ἀναγιγνώσκειν, ἢ γράφειν, ἢ ὅλως ὁτιοῦν ἐνεργεῖν κατὰ τέχνην.
但如果存在某种方法,我首先需要学习它;接着,在他们的指导下,在更多的实例上进行多种形式的训练,就像那些学习摔跤、制鞋、盖房、造船、演说、阅读、书写,或者普遍按照技术进行任何活动的人一样。
εἰ μὲν οὖν ἔγραψέ τις τῶν Ἀκαδημιακῶν, οἶον μέν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, οἷον δὲ σόφισμα, καὶ ὡς χρὴ διαγιγνώσκειν αὐτὰ, καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, ὡς ὁ Φαβωρῖνος ἐπιτρέπει τὴν κρίσιν, ὡς εἰς ἑκάτερα ἐπιχειρουμένων τῶν μαθητῶν, πλὴν ὅτι περιττός ἐστιν, ἐδίδασκεν ὁ Ἀκαδημιακὸς ἕκαστον τῶν εἰρημένων, ἔχομέν. τε ἡμεῖς τοὺς ἰδίων τῶν δογμάτων διδασκάλους.
因此,如果学院派中有谁写过论证是什么样的东西,诡辩又是什么样的东西,以及应当如何辨别它们,如何按照这些进行训练,正如法沃里努斯将判定托付给弟子们,也如弟子们针对双方进行尝试那样——除了他是多余的之外——这位学院派已经教授了上述每一件事,而我们也有我们自己学说的专属教师,[那自然是好的]。
εἰ δ’ οὔτ’ ἔγραψέ τις ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, οὔτ’ ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί τε καὶ στῆσαι καὶ ἀποτεῖναι, καὶ κύκλον γράψαι, χωρὶς τοῦ πῆχυν δοῦναι, καὶ ξυστὸν, καὶ κανόνα, καὶ κιρκίνον.
但如果既没有人针对它们的区别进行写作,也没有人给予训练,那他的所作所为就像一个木匠,命令弟子去测量、安置、拉伸并画一个圆,却不给他们尺子、刨子、墨斗和圆规。
ἀλλ’ ἴσως φησὶ μηδὲν εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι.
但他或许会说,在哲学和学说中并没有这样的东西。
μὴ τοίνυν ἔτι προςποιοῦ γιγνώσκειν τι, μηδ’ ἀποφάναι, μηδ’ ἀποδίδρασκε τὴν ὑπὸ τῶν πρεσβυτέρων Ἀκαδημιακῶν εἰσαγομένην ἐποχὴν, μηδὲ σεμνύνου γραμματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν οἱ πρόσθεν ἐκμεμελετηκώς.
那么,就不要再假装知道什么,也不要做出宣告,不要逃避较早的学院派所引入的悬置,也不要因为熟读了前人所说的话,做着文法学家的工作而自傲。
ὅτι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδὲν, εὔδηλον ἐννόῳ.
而在它们之中毫无健全之处,这对于有理智的人是显而易见的。
οὐδὲ γὰρ διδασκάλου τόγε τοιοῦτον ἐστὶν, ἀλλ’ ἀδολεσχία τις ἢ λῆρος.
因为这样的事情甚至不属于教师的本分,而是一种闲聊或胡说。
πόθεν οὖν ἐλπὶς ὑπολείπεται τῆς τῶν ἀληθῶν εὑρέσεως;
那么,发现真理的希望究竟从何处保留下来呢?
ᾧ γὰρ οὐδὲν ὑπάρχει κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ γνῶσις αὐτοῦ.
因为对于那些没有任何真伪判定标准的人来说,他的认识是毫无希望的。
ἐγχείρησον δὲ διδάξαι μόνον σοφιστὰς, μηδὲν ἡμῖν ὑπάρχειν κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολμηρῶς.
不妨试着只去教导诡辩家们,说我们没有任何先天的判定标准,以至于在此之后,可以大胆地[做些什么]。
ἡμῖν μέντοι ἴσως φησὶν, αἴσθησίν τε καὶ νόησιν ἐναργῆ κριτήρια τοῦ ἀληθοῦς εἶναι, συγχωρήσειεν ἄν τις ἐν λογικαῖς κυλινδεῖσθαι βουλόμενος ἐλπίσι ματαίαις.
不过对于我们,他或许会说,感觉和理智是真理的明显判定标准,如果有人愿意在逻辑的虚幻希望中打滚,他或许会承认这一点。
ὅσοι δ’ ἀνῃρήκασιν ὅλην τὴν ἐλπίδα, καθάπερ ἐκεῖνος, μάτην φλυαροῦσι.
但是,凡是像他那样剥夺了全部希望的人,都是在徒劳地胡说八道。
εὔδηλος οὖν ἐστὶν ὁ Φαβωρῖνος, αἰδοῖ μὲν ἀνατρέπων πάντα, καὶ ἀγνοεῖν ὑπάρχειν ὁμολογῶν, ὅθεν ὑπάρχειν οἱ πρόσθεν ἔλεγον Ἀκαδημιακοί τε καὶ Πυῤῥώνειοι· προσποιούμενος δ’ ἐπιτρέπειν τὴν κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδὲ ἑαυτοῖς ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.
因此,显而易见,法沃里努斯一方面出于羞怯而推翻了一切,并承认自己无知,拒绝承认从以前的学院派和皮浪主义者所说的源泉中可以获得认知;另一方面,他又假装将判定交托给弟子们,而这判定甚至是他的前人们连对自己都不曾允许的。

词汇与语法注释

  1. §3ἂν ἠρόμην, εἴπερ ἦν — 过去相反虚拟条件句。在假设法沃里努斯已经不在人世的前提下,结合使用不定过去时直陈语气 ἠρόμην 和未完成过去时直陈语气 ἦν,来表达过去未曾发生的情况。
  2. ¦p.46¦ἑξῆς δὲ ἐπιστατοῦντας αὐτοὺς γυμνάσασθαι — 不定式 γυμνάσασθαι 悬挂在上一句的 ἐδεήθην(需要)上。宾格与分词的结合 αὐτοὺς ἐπιστατοῦντας 对于该不定式起到了“在他们监督下”的状况/主语限定作用。
  3. ¦p.47¦οὐδὲ γὰρ δิดασκάλου τόγε τοιοῦτον ἐστίν — 属格 διδασκάλου 是表示性质、职责或本分的表语性属格(predicate genitive of characteristic),构成了“这不是教师的本分/职责”的意思。
  4. ¦p.48¦εὔδηλος οὖν ἐστὶν ὁ Φαβωρῖνος... ἀνατρέπων — 形容词表语结构 εὔδηλος ἐστίν(是显而易见的)与分词(此处为 ἀνατρέπων, ὁμολογῶν, προσποιούμενος)结合,形成了对“法沃里努斯正在推翻……是显而易见的”这一事实的确切陈述。

引用这一段

盖伦, 论最良之教育法 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg002.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。