§4Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων ὁτιοῦν, οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ ἔστιν ἀρίστη τῶν ἄλλων, ἀλλ’ οὐδὲ διδασκαλία τὴν ἀρχὴν, ἐναργῶς οἶμαι δεδιδάχθαι.
因此,我认为已经清楚地表明,凡是学习任何事物的人所接受的、如法沃里努斯所构想的那种教学,不仅不是其他教学中最好的,而且根本称不上是教学。
ἂν δ’ οἱ λοιποὶ πάντες, διδασκαλίαι μέν εἰσιν, εἰ δ’ ἄρισται, σκοπῶμεν, ἐξ ἀρχῆς ἀπὸ τῶν αὐτῶν αὖθις ἀρξάμενοι.
至于其余所有的教学,它们确实是教学;但是它们是否是最好的,让我们再次从同一个起点重新开始考察。
φαίνεται γὰρ ἡμῖν ἐναργῶς τοῦτο, κᾂν ὅτι μάλιστα αὐτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζουσιν οἱ σοφισταὶ, μηδὲν εἶναι κριτήριον φυσικόν.
因为这一点击我们而言是显而易见的——即使诡辩家们极力试图使其变得不可信——那就是:并非不存在任何天然的判定标准。
ὁ μὲν γὰρ κιρκίνος γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη, καθάπερ ὁ ζυγὸς τὰ βάρη.
因为圆规画出圆,而尺规区分长度,正如天平区分重量一样。
ταῦτα δὲ αὐτὸς κατεσκεύασεν ἄνθρωπος, ἐκ τῶν φυσικῶν ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος, ὧν ἀπωτέρω κριτήριον, σὔτε πρεσβύτερον, οὔτε σεμνότερον ἔχομεν.
而这些东西是人类自己从天然的器官和判定标准出发而制造出来的,除此之外,我们没有比它们更源始、更古老或更崇高的判定标准。
εἰ τοίνυν ἐντεῦθεν ἄρχεσθαι δεῖ, λέγει γὰρ πάλιν ὁ νοῦς, ὅτι πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι ὡς τῷ φυσικῷ κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δ’ οὐ δυνατὸν αὐτὸ δι’ ἑτέρου τινός. ᾧ γὰρ κρίνεται τἄλλα πάντα, πῶς ἂν τοῦτο πρὸς ἄλλου κριθείη;
因此,如果必须从这里开始(因为理智又说,虽然信任或不信任天然的判定标准对我们而言是可能的,但要通过其他事物来判定它却是不可能的),那么那用以判定其他一切事物的标准,又怎能被其他事物所判定呢?
πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς ἐναργῶς ὁρῶσι, καὶ τῇ γλώσσῃ γευομένῃ, τουτὶ μὲν μῆλον εἶναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πιστεύειν;
你是想要相信你那看得清清楚楚的双眼和品尝着味道的舌头,相信这是苹果而那是无花果,还是不相信呢?
ὑπείσομαι ὃ βούλει ποιεῖν ἐφ’ ἡμῖν, εἰ μέντοι σπεύδεις διαλέγεσθαί μοι.
无论你想做什么,我都将顺从你,视其为在我们掌控之中的事,只要你确实急于与我交谈。
μὴ πιστεύοντος δὲ, ὡς παρὰ φύσιν ἔχοντος ἀφίσταμαι.
但若你不相信,我便会离你而去,视你为处于反常状态的人。
κείσθω πρότερον ἀπιστεῖν σε, μηδὲν ἐλπίζειν μαθήσεσθαι παρ’ ἐμοῦ.
首先,让我们假设你不相信,也不指指望能从我这里学到任何东西。
τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων.
因为我刚才已经停止说这件事了。
ὑποκείσθω δέ σε πιστεύειν, ἐλπίζεσθαι μαθήσεσθαι παρ’ ἐμοῦ κρίνειν.
但让我们假设你相信,并期望从我这里学到如何判定。
ἀλλ’ ἐγὼ τὰ μὲν αἰσθητὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ δὲ νοητὰ τοῖς ἐναργῶς νοουμένοις.
然而,我判定可感之物是依据在感觉中显明呈现的东西,而判定可知之物则是依据在理智中显明理解的东西。
ἐπεὶ δ’ ἐκ τῶν φυσικῶν κριτηρίων αἱ τέχναι πᾶσαι κατασκευάζουσιν ὄργανά τε καὶ κριτήρια τεχνικὰ, δι’ ὧν τὰ μὲν αὐτοῖς συντιθέασι, τὰ δὲ ὑφ’ ἑτέρων συγκείμενα κρίνουσιν, κᾀγὼ διδάξω ὅλως, ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς ἀληθεῖς λόγους, τὰ δ’ οἷς τοὺς ἐφ’ ἑτέρων κρινεῖς γεγονότας.
既然所有技艺都从天然的判定标准出发,制造出技术性的工具和判定标准,并通过它们,一方面自行建构某些东西,另一方面判定由他人建构的东西,那么我也将全面教授工具和判定标准:一些是你用以建构真确论证的,另一些则是你用以判定他人所做出的论证的。
ἔχει γὰρ οὕτως τὸ πᾶν. εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ τι φαίνοιτο πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως. εἰ δὲ μήτε τι τοιοῦτον ὑπάρχῃ, τῆς ἐξ ἑτέρου προςδεῖται γνώσεως.
因为整件事的情况是这样的:如果某事物本身就显明地呈现给感觉或理智,它就不需要探求;但如果没有这种事物存在,它就需要通过其他事物来获得认识。
ἐγὼ μὲν ἐπαγγέλλομαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον· ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ δοκοῦν εὑρῆσθαι κρινεῖς.
我向你承诺,将教授你一些类似于技艺中工具的东西,通过它们你将找到所寻求的东西;以及另一些类似于判定标准的东西,通过它们你将判定那似乎已被找到的东西。
ἐπειδὰν δὲ μάθοις ταῦτα, ἐπὶ πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν, καὶ κρίνειν τὸ ζητούμενον, ὥστ’ οὐδὲ βιβλίου δεήσει τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν, οὔτε διδασκαλίας ἑτέρας, εὐθύς τε δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὕροις, ἑτοίμως γνωρίσειας.
而当你学会了这些,我将在许多实例上训练你,使你既快速又准确地找到并判定所寻求之物,以至于你将不再需要任何书籍来寻找真理,也不需要其他的教学,并且你必定会立即且轻易地识破那些说着与你所发现的不同之话的人。
ὥσπερ γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων εὐθεῖαν οὖσαν οὐ δεῖται διδασκαλίας ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτω καὶ ὁ τὴν εὐθεῖαν ὁδὸν τῆς ἀποδείξεως ἐκμαθὼν, εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.
因为正如知道直路为直的人,不需要其他的教学来驳斥迷路的人一样,彻底学会了证明之直路的人,也必定会同时立即认识到那些偏离的道路。
§5Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντί σε εἶναι τυφλὸν, δύνασθαι δὲ κρίνειν, πότερος ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος· οὐκ ἐννοῶν, ὅτι τῷ μὲν μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν.
但在我看来,法沃里努斯所做的,极其类似于宣称你是瞎子、却又说你能判定我们中谁更脏或更白的人;他没有考虑到,对于一个将要判定此类事物的人来说,首先必须拥有视力。
οὐ μὴν οὐδὲ διαφέρει πρὸς τὴν κρίσιν, ἢ μήδ’ ὅλως ἔχειν ὄψιν, ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ.
事实上,对于判定而言,根本没有视力,与虽有视力却不相信它,没有任何区别。
κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι ᾧ κρίνομεν, ὁποῖόν ἐστί τι, καὶ ὅτι τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μήδ’ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδὲ οὖτοι πιστὸν ἔχουσι τὸν νοῦν.
同样,关于我们借以判定某物具有何种性质、以及与同一事物相等的事物也彼此相等的那种能力:正如没有人会把这一判定委托给驴子,因为它们根本没有理智,同样,如果人类也没有可信的理智,人们也不会把它委托给人类。
οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλιῶν ἀπιστίαν, ἢ μήδ’ ὅλως ἔχειν τὶ κριτήριον, ἀλλ’ ἢ ἀπιστεῖν αὐτῷ.
因为对于被判定之物的不信而言,根本没有任何判定标准,与不相信判定标准,没有任何区别。
γελοῖος οὖν ἐστὶν ὁ Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς, ἄνευ τοῦ συγχωρῆσαι τὴν πίστιν τοῖς κριτηρίοις.
因此,法沃里努斯是可笑的,因为他在不承认对判定标准的信任的情况下,却将判定权交给了弟子。
εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ, ἢ πιστὸν ἐξ ἑαυτοῦ, διέφθαρται πάντων ἡ κρίσις.
因为如果对于理智而言没有任何东西是显明的,或凭其自身是可信的,那么一切事物的判定就都被毁灭了。
εἰ δ’ ἔστι μὲν, ὥσπερ ὀφθαλμὸς τῷ σώματι, τοιοῦτος ἐν τῇ ψυχῇ νοῦς, οὐ μὴν ἅπασί γε ὁμοίως ὀξὺς, ἐγχωρεῖ, καθάπερ ὁ βλέπων ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημάτων, ὑπὸ τῶν φθασάντων ἰδεῖν ἐναργῶς τὸ νοητὸν, ἐπάγεσθαι πρὸς τὴν θέασιν αὐτοῦ τὸν ἀμβλύτατον, καὶ τοῦτ’ ἐστὶν ὁ διδάσκαλος, ὡς ὁ Πλάτων τε φησὶ, κᾀγὼ πείθομαι.
但是,如果正如眼睛之于身体一样,灵魂中也存在着这样的理智,虽然它并非在每个人身上都同样敏锐,那么,正如视觉更敏锐的人可以引导视力较弱的人去观看奇观一样,以同样的方式,对于所思之物,最迟钝的人也可以被那些已经清晰地看到了可知之物的人引导去观照它;而这正是教师的定义,正如柏拉图所说,我也赞同这一点。
καὶ γέγραπταί γέ μοι περὶ τούτων ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ, ὅτι τοιαύτη τις οὖσα ἦν πρὸς τὴν νόησιν ἐναργὴς ἡ διδασκαλία.
事实上,我在《关于证明》的论著中对这些事情进行了更详细的阐述,即对于理解而言显明的教学正是这种性质的。
γέγραπται δὲ καὶ, ὅπως ἄν τις ὁρμώμενος ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων τε καὶ ἀρχῶν ἀποδεικνὺς εἴη μάλιστα πᾶν, ὅσον ἀποδειχθῆναι δυνατὸν, οὐχ ὡς ὁ θαυμαστὸς Φαβωρῖνος, ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι καταληπτὸν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται, συγχωρεῖ τέ τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ’ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.
此外,书中还写到了人们如何从每个领域中的元素和原理出发,尽可能地证明一切可以被证明的事物;而不是像那位令人惊叹的法沃里努斯那样,他写了整整一本书,在其中表明甚至连太阳也是不可把握的,但在另一个地方,又仿佛把我们当成健忘的人,承认存在着某种确切可知的东西,并将其交由弟子们去选择。