Humanitext Reader

盖伦 · 论最良之教育法 §2

确切认知的确立与对学院派诡辩的批判

第 2 段,共 4 段 · 希腊语

内容简介

盖伦将把握等同于确切认知,并揭露了学院派否认不同意识状态之差异的自我矛盾。他将学院派的怀疑论与不引入悬置、仅纠正错误的实用学科教学法进行对比,批判卡尔内亚德等人的怀疑论论证是未给出解决方案的诡辩。

§2Ἐγὼ δ’ οὔτ’ ἄλλο τι καταληπτὸν ἡγοῦμαι σημαίνειν παρὰ τὸ γνωστὸν, οὔτ’ ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν.
我不认为“可把握的”除了“可知的”以外还意味着别的什么,也不认为被把握除了“确切地认知”以外还意味着别的什么,而且我认为,与此相对应,“把握”和“把握性表象”也是这样说的。
ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα ἢ βλέπειν, ἢ ἀκούειν, ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις, ἔνια δὲ οὐκ οἰόμεθα μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ὁρῶμεν, ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν Ἀκαδημιακῶν τε καὶ Πυῤῥωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζουσιν, ἃ δ’ ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ ταῦθ’ ὑπάρχειν.
因为,正如我们在梦境和疯狂中所经历的那样,对于某些事物,我们只是以为在看、在听或在普遍地感知;而对于另一些事物,我们不仅是这样以为,而且实际上是在看或在普遍地感知。 因此,除了学院派和皮浪主义者之外,所有人都认为这后一类事物达到了确切的认知,而灵魂在梦中或在胡言乱语时所想象的那些事物则是虚假的。
εἰ μὲν δὴ συγχωροῦσιν αὐτὸ τοῦθ’ οὕτως ἔχειν, ἐξαλειψάτωσαν, ἐν οἷς γράφουσι, μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα, μήτε τοῦ νοσοῦντος τὸν ὑγιαίνοντα, μήτε τοῦ κοιμωμένου τὸν ἐγρηγορότα πιστότερον ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν.
如果他们确实承认这正是事实,那么就让他们在自己的著作中抹去以下说法:即清醒者并不比疯子更可靠,健康者并不比病人更可靠,醒着的人并不比睡着的人在认识事物上更可靠。
εἰ δ’ οὐδὲν μᾶλλον ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνωστὸν, συγκέχυται μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια, οὔτ’ αὐτὸς ὁ διδάσκαλος ὁ Ἀκαδημιακὸς, οὔτ’ ὁ μαθητὴς αὐτοῦ δυνήσεται κρῖναι τοὺς εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους.
但如果对他们来说,这些人的可知性并不比处于相反状态的人更多,那么真理的判定标准当然就被混淆了,无论是学院派教师自己还是他的弟子,都将无法判定针对对立双方所发表的论证。
ἔτι δὲ οὐ δεησόμεθα τὴν ἀρχὴν τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀντιδιῃρημένων ἀναγινώσκειν, καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημιακῶν εἰδέναι, κᾂν ἀσαφὲς αὐτῶν τὶ ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωϊκοῖς διδασκάλοις ἀσφαλέστερον ὀνομάζειν ἐστὶ, τὸ δὲ παρὰ Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς περιπατητικοῖς.
此外,我们根本不需要这样的教师,因为我们自己也能够阅读那些对立学派的人所写的著作,并且能不亚于学院派地去理解它们;如果其中有什么模糊之处,一方面可以在克吕西普那里为斯多葛学派的教师们更稳妥地命名,另一方面可以在泰奥弗拉斯托斯和亚里士多德那里为逍遥学派的教师们命名。
οὕτω δὲ κᾀπὶ τῶν ἄλλων, ὥστ’ οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν τοῖς Ἀκαδημιακοῖς, ὅσον ἐπὶ τῷ Φαβωρίνου λόγῳ τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως, ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται.
其他学派也是如此,因此,就法沃里努斯的论点而言,学院派将没有什么可教的了。 因为对于较早的学院派来说,这正是他们的教义:自然并没有赋予人类任何判定标准,借此人们可以准确地辨别每一个存在的事物。
διὸ μήδ’ ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν, ἀλλὰ περὶ πάντων ἐπέχειν ἀεί.
因此,他们认为不应对任何事情做出明确的宣告,而是对所有事情始终保持悬置。
ἀλλ’ εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις αἴσθησιν ἱκανῶς συγχωρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως, ἀλλ’ ἑτέρου τινὸς ἀπαιτήσεως, μᾶλλον μὲν τοὺς τεχνίτας παρέχοντας τοῖς μαθηταῖς εὐθέως, ἀλλ’ ἕτερον τὸ λογίζεσθαι, τὸ καλούμενον ὑπὸ τῶν πολλῶν ψηφίζειν.
但如果他们确实充分承认感觉是我们自然的判定标准,我们就不再需要对双侧进行论证,而是需要另一种要求,即直接向弟子们提供技术大师,但另一件事是推理,即被大众称为“计算”的东西。
τοῦτο δ’ ἔστι τὸ ἐπισταθῆναι τῷ γυμναζομένῳ, καὶ τούτῳ προσέχειν τὸν νοῦν, ἐν οἷς σφάλλεται, καὶ ταῦτα ἐπανορθούμενον μόνα.
而这就是站在训练者的身旁,将注意力集中于此,即他犯错的地方,并且仅纠正这些错误。
παραπλησίως δὲ καὶ ὁ παιδοτρίβης ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα.
同样地,体育教师也纠正格斗者的错误。
καὶ ὁ γραμματικὸς, καὶ ὁ ῥήτωρ, καὶ γεωμέτρης, καὶ μουσικὸς, οὕτω διδάσκουσιν οὐ διασείοντες, οὐδὲ σαλεύοντες τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ τοῖς φυσικοῖς κριτηρίοις, ἀλλ’ ἐφεστῶτες αὐτοῖς γυμναζομένοις, ἄχρι περ ἂν ἀναμαρτήτους ἀποδείξωσι, τὰς κατὰ μέρος ἐνεργείας, ἀλλ’ οὐχὶ τὴν ἐποχὴν εἰσάγοντες.
文法学家、修辞学家、几何学家和音乐家也以这种方式进行教学,不动摇、不削弱弟子们对自然判定标准所持有的信任,而是在他们训练时站在一旁,直到向他们证明他们不再犯错为止,他们引入的是具体的活动,而不是悬置。
οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐνεργείαις σὺν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες, ἢ τοῖς ὑπό  του βεβαίως γιγνωσκομένοις καταφρονεῖν.
因为正是这些学院派的人,让我们甚至去怀疑伴随感觉的活动,或者去轻视被某人确切认知的事物。
ὁ γοῦν Καρνεάδης οὐδὲ τοῦτο τὸ πάντων ἐναργέστατον συγχωρεῖ πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ ἀλλήλοις ἴσα γίγνεται.
无论如何,卡尔内亚德甚至不允许我们相信这最明显不过的事实:与同一事物相等的量彼此也相等。
τοὺς μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τὶ εἶναί σοι φαινομένων τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν.
因此,他试图用来瓦解这些以及极多其他在你看来显而易见存在且被你相信的事物的论证,我们至今仍保存着。
ἀπόκεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ συναθροισθέντες.
因为它们被他的弟子们收集并以文字的形式保存了下来。
αἱ λύσεις δ’ οὔθ’ ὑπ’ ἐκείνων, οὔθ’ ὑπ’ ἄλλου τινὸς εἴρηνται τῶν μετ’ αὐτὸν Ἀκαδημιακῶν.
但是,无论是他们,还是他之后任何其他的学院派哲学家,都没有给出解决办法。
ἆρ’ οὖν εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδήλωσε μόνον, ὅτι σοφίσματά εἰσιν οἱ λόγοι πάντες οὗτοι, καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί.
那么,如果不是别的,他至少揭示了这一点:所有这些论证都是诡辩,而你们,弟子们,必须自己寻找它们的解决办法?
μοχθηρὸν μὲν γὰρ τοῦτο, σμικρότερον δ’ ὅμως οὐ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτοὺς, μὴ δηλώσαντες δ’ ὑμῖν, ὁποῖοί τινές εἰσι.
因为这虽然是一件糟糕的事,但那些记录了它们却没有向你们表明它们是什么性质的人,也同样没有减轻这一过失。

词汇与语法注释

  1. 7ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν — 由动词 `ἡγοῦμαι`(我认为)支配的对格加不定式结构。不定式 `λέγεσθαι` 的逻辑主语是 `τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν`(把握与把握性表象),而 `ἀνάλογον` 用作表语或副词,表示“与它们相对应/同样地”。
  2. p.43ἐξαλειψάτωσαν, ἐν οἷς γράφουσι, μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα... πιστότερον ὑπάρχειν — 第三人称复数命令式动词 `ἐξαλειψάτωσαν`(让他们抹去)的直接宾语是由对格加不定式构成的从句 `μήτε... τὸν σωφρονοῦντα... πιστότερον ὑπάρχειν`。其中的属格如 `τοῦ μαινομένου` 是受比较级形容词 `πιστότερον`(更可靠的)支配的比较属格。
  3. p.44τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωϊκοῖς διδασκάλοις ἀσφαλέστερον ὀνομάζειν ἐστὶ — 主动不定式 `ὀνομάζειν` 与 `ἀσφαλέστερον`(省略了 `ἐστίν`)结合,构成无人称结构,意为“命名(或表达)……是更为稳妥的”。`τοῖς Στωϊκοῖς διδασκάλοις` 是表示判断或利益的与格(“对斯多葛学派教师而言”),`παρὰ τῷ Χρυσίππῳ` 意为“在克吕西普那里(著作或学说中)”。
  4. 18τοὺς μὲν οὖν λόγους... ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν — 动词 `ἔχομεν`(我们拥有)与现在分词 `σωζομένους`(被保存)结合,表示一种持续或类似于完成体的状态(“我们至今仍拥有着它们被保存的状态”)。分词的直接宾语是置于句首的 `τοὺς μὲν οὖν λόγους`。

引用这一段

盖伦, 论最良之教育法 §2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg002.humanitext-grc1:2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。