§10λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις.
现在也请你告诉我,运动员的那些称号。
ἀλλ’ οὐκ ἐρεῖς ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος ὡς οὐκ ἀξιόχρεω κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγῃς μάρτυρας καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ.
但你不会说,因为你甚至说不出来,除非你认为那个证人不可信而否定了他;因为当你把论证引向众人作为证人,并提出他们给予的赞美时,你似乎就暗示了类似的事情。
καίτοι 〈γ’〉 οὔτε νοσῶν εὖ οἶδ’ ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις αὑτὸν ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων καὶ τούτων τοῖς ἰατρικωτάτοις, οὔτ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ, ἤδη δὲ ἐπὶ τῶν σμικροτάτων τέκτονι μὲν τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ.
然而,我知道得很清楚,你生病时不会把自己托付给众人,而是托付给所有人中的极少数人,且是其中最精通医术的人;你乘船时也不会托付给所有同船的人,而是托付给唯一的舵手;甚至在最微小的事情上,盖房子时你会信任木匠,需要鞋子时你会信任鞋匠。
πῶς ἂν οὖν ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ διδοίης τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων ἢ κατὰ σαυτόν;
那么,在争夺首位的竞争中,你怎么能夺走那些比你更智慧的人的裁判权,而把这权力交给自己呢?
παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν.
因为我且不提对神明的记挂。
ἄκουσον οὖν ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν· κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
οὐδὲν κάκιον ἔστιν ἀθλητῶν γένους·
那么,请听听欧里庇得斯对运动员的看法: “希腊虽有无数的祸害,却没有什么比运动员这一流更为恶劣;他们首先既学不会好好生活,也无此能力。
οἳ πρῶτον οἰκεῖν οὔτε μανθάνουσιν εὖ
οὔτ’ ἂν δύναιντο. πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ’ ἡττημένος,
κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πάτρας;
因为,任何一个成为下巴的奴隶、屈服于肚腹的男人,怎能积累财富来供养祖国?
οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
〈οἷοί τ’〉· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
另一方面,他们也不能忍受贫困并顺应命运;因为他们没有养成良好的习惯,在艰难境遇中便难以改变而陷入无能为力。
ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν εἴπερ ἐθέλεις ἅ φησιν· τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
ἢ δίσκον ἄρας ἤ γνάθον πλήξας καλῶς
πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
” 至于他们所从事的每一项训练都是无用的,如果你愿意,请再听听他怎么说: “因为有谁因摔跤出色,有谁因足步敏捷,或因举起铁饼,或因重击下巴,在赢得桂冠后便能对祖国的城邦有所裨益?
εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν ἅ φησι· πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων ποσὶ
θέοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
” 如果你还想听关于这些事情更详细的内容,请再听听他怎么说: “他们难道要手持铁饼与敌人白兵交战,还是要手持盾牌用双脚奔跑,将敌人驱逐出祖国?
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.
在钢铁武器面前,没有人会做这种蠢事。
πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν, τοῖς δὲ φιλοσόφοις ἐπιτρέψωμεν τὴν κρίσιν;
” 那么,我们是要否定欧里庇得斯及同类的人,而把裁判权托付给哲学家吗?
ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων ὥσπερ ἐξ ἑνὸς στόματος ὡμολόγηται φαῦλον εἶναι τὸ ἐπιτήδευμα.
但甚至在他们所有人看来,也如出一口地公认这一行当是卑俗的。
οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τις ἐπῄνεσεν αὐτό· πρῶτον μὲν γὰρ Ἱπποκράτους ἀκούσῃ λέγοντος ‘διάθεσις ἀθλητικὴ οὐ φύσεις, ἕξις ὑγιεινὴ κρείσσων’, ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν.
而且,医生中也没有人赞美它。
ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδή τινες ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸ 〈τὸ〉 ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κἀγὼ τούτους προχειρίσασθαι τοὺς μάρτυρας, ἵν’ ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι γιγνώσκωσιν.
因为首先你会听到希波克拉底说:“运动的身体状态并非自然,健康的体质更好”,其次是继他之后的所有其他最优秀的医生。
ὅθεν οὐδὲ τὸ τῆς Φρύνης ἄκαιρον ἤδη μοι διηγήσασθαι.
总之,我本不想凭证人来做裁判;因为这种做法更像是辩论术,而不适合一个尊重真理的人。
αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις ὃ βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμυθίῳ καὶ φύκει κεκαλλωπισμένας ἐκέλευσεν ὕδατος κομισθέντος ἀρυσαμένας ταῖς χερσὶ προσενεγκεῖν ἁπάσας τῷ προσώπῳ καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε.
然而,既然有些人逃避到众人的赞美和来自他们的虚名中,放弃了考察剥离了外在事物之后的行当本身,我也被迫提出了这些证人,以便让他们知道即使在这里他们也占不到任何便宜。
ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιότατα ἰδεῖν τοῖς μορμολυκείοις, αὐτὴ δὲ 〈καὶ〉 καλλίων ἐφάνη·
因此,现在由我来讲述芙里尼的故事也并非不合时宜。
μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλή, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη.
她曾在一次宴会上,当时有这样一个游戏,即每个人轮流命令同席的酒友做自己想让他们做的事,她看到在座的妇女们用牛舌草、铅白和胭脂装饰自己,便命令端水来,让她们所有人用手舀水往脸上抹,并在那之后立刻用细麻布擦拭,她自己最先做了这件事。 于是,其他所有女子的脸上都沾满了污渍,看起来极其类似于怪物,而她自己却显得更加美丽;因为唯独她没有化妆,拥有天生丽质,不需要任何美容的诡计。
ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ τῶν ἔξωθεν αὐτῷ προσόντων ἁπάντων γυμνωθέν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτ’ ἔχειν χρήσιμον ἢ κοινῇ ταῖς πόλεσιν ἢ ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.
因此,正如真正的美只有在剥离了所有外在附着物之后、仅凭其自身才能被精确地检验一样,运动员的行当也应该仅凭其自身来检验,看看它是否表现出对城邦共同、或对从事它的个人而言有任何用处。