Humanitext Reader

盖伦 · 劝学篇 §8

肉体之美的短暂与修习技术的必要性

第 5 段,共 11 段 · 希腊语

内容简介

通过索隆的法律和第欧根尼的逸话,阐明肉体之美和财富是多么短暂与不足,并强调通过技术磨练灵魂的至关重要性。

§8ἐπαινέσειε δ’ ἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι.
人们也可以称赞雅典的立法者,他规定对于未曾教授儿子一门技术的父亲,禁止其由儿子赡养。
τέχνης 〈γὰρ〉 ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχ’ ὡραιότατα φαίνεται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον ὅτ’ οὐδὲν ὄφελος λέγειν ‘εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε, κακῶς ὀλέσθαι’.
因为,正是在身体显得最美丽、处于鼎盛的时期,各种技术得到了最充分的锻炼,但许多因美丽而备受瞩目的人却因此忽视了自己的灵魂,以致后来在无济于事的时候,他们只能说:“但愿那毁灭了我的美丽,能够悲惨地消逝!
τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου.
”到那个时候,他们才想起索隆那要求他们特别关注生命终局的教诲。
εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
然后他们还咒骂老年,而本该责备自己,并且称赞欧里庇得斯所说的“让美丽保持过半的生命是不安全的”。
ἄμεινον οὖν ἐστιν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν ἐπαινεῖν 〈ἐκεῖνόν〉 τε καὶ τὴν Λεσβίαν λέγουσαν ‘ὁ μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεται 〈καλός〉, ὁ δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ, τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα· μοχθηρὸν γὰρ τὸ ‘ῥεχθέν δέ τε νήπιος ἔγνω’.
因此,我们最好能认识到,年轻人的青春韶华犹如春日花朵,其带来的愉悦是短暂的,从而去赞赏他以及那位莱斯博斯妇人所说的“美丽的人只是看起来美丽,而美善的人随即也会是美丽的”,并且服从展现出相同见解的索隆。 另一方面,应将老年视为犹如等候在旁的严酷严冬,它不仅需要鞋子和衣服,还需要合适的住所和无数其他事物,我们应当像优秀的舵手很早就为暴风雨做准备一样去防备它;因为“事后愚人方知”这句话是可悲的。
πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου κάλλος;
因为,有谁能说未经锻炼的青年之美有什么用处呢?
ἆρά γ’ εἰς πόλεμον;
难道是用于战争吗?
καὶ μὴν οὐκ 〈ἂν〉 ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις ‘ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈ἢ〉 ‘ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε’.
确实,人们可以毫不离谱地对这样的人引用诗句:“但你还是去从事那令人向往的婚事吧”或者“但你回家去,照料你自己的工作吧”。
καὶ γὰρ ὁ Νιρεὺς ‘κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, ἀλλ’ ἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων.
因为尼柔斯也是“作为最美丽的男子来到伊利昂,但他却是无能的”,正因如此,荷马在船只名录中仅提及他一次,依我之见,这是为了展示最美丽的男子在没有其他生活实用之物时的无用。
οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον.
同样,美色也绝不适用于谋取财物,即使某些不幸的人竟敢这样说。
ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, ὁ δ’ ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς ἐπονείδιστος.
因为体面、光荣且稳妥的营生自然源于技术,而源于肉体和美色的营生则是可耻且始终令人蒙羞的。
χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ παλαιῷ παραγγέλματι τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν, εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν ‘ἄλλος δ’ αὖτ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ·
因此,年轻人应当听从古老的劝诫,在镜中端详自己的容貌,如果他的外表美丽,就应当锻炼自己的灵魂也同样美丽,认为美丽的身体中寄居着丑陋的灵魂是荒谬的;而如果他觉得自己的身体外貌丑陋,就应当加倍照料自己的灵魂,以便能够引用荷马的诗句:“另一个人,其容貌虽较逊色,但神明用言辞为他的外貌加冕,人们欣喜地注视着他;他用温和而谦逊的言辞稳健地发表言论,在聚集的人群中脱颖而出;当他走过城中时,人们视他如神明一般。
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· ὃ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’. ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται μήτ’ ἐπὶ γένους λαμπρότητι μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας καταφρονῆσαι τέχνης ἀσκήσεως.
” 因此,从所说的一切中,对于那些并非完全愚蠢的人来说,显然不能依靠高贵的出身、财富和美色,而轻视对技术的修练。
αὐτάρκη μὲν οὖν καὶ ταῦτα· κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους  οἷον ἀγαθόν τινα ἐπῳδόν.
这些话已经足够了;但或许最好也把第欧根尼的那件事当作一种美妙的辟邪歌谣加进来。
ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ’ ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων εἶτ’ ἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας.
他在某人家里做客,那人对自己的所有财产都照料得细致入微,唯独完全忽视了自己,第欧根尼清了清嗓子作势要吐痰,然后环顾四周,没有往周围的任何地方吐,而是直接朝那家的主人脸上吐去。
ἀγανακτοῦντος δ’ αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν ὡς ἐκεῖνον.
主人勃然大怒并追问原因,第欧根尼说他没有看到这屋里有任何东西像主人那样被冷落。
τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἐξ αὐτῶν] διατετυπωμένας, ἅπαντά 〈τε〉 τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι, μόνον δ’ ἐκεῖνον ὁρᾶν ἠμελημένον.
因为所有的墙壁都装饰着精美的壁画,地板是由昂贵的卵石铺成、并用它们拼出神明的画像,所有的器具都明亮整洁,被褥和床榻也布置得美轮美奂,唯独看到那个人被冷落了。
εἴθισται δ’ ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν.
而所有人类的习惯都是往在场最卑贱的地方吐痰。
μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ προσπτύεσθαι γενέσθαι σεαυτόν, μηδ’ ἂν ἅπαντά σοι τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ.
因此,年轻人啊,不要让自己变得配得上被吐唾沫,即使你觉得其他一切都安排得尽善尽美。
σπάνιον μὲν γάρ ἐστι καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν.
因为同时获得所有这些——既高贵、又富有、同时又美丽——是罕见的。
εἰ δ’ ἄρα καὶ συνέλοι ποτέ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν αὐτὸν κατάπτυστον εἶναι.
但如果有一天这些真的汇聚在一起,那么在所有拥有的东西中,唯独自己是该被唾弃的,那将是多么可怕的一件事。

词汇与语法注释

  1. p.9ἐπαινέσειε δ’ ἄν τις — 带有 ἄν 的祈愿语气(optative),表示推测或潜在可能性(“人们或许可以称赞”)。
  2. p.9εἴθ’ ὤφελεν τὸ κάλλος ... κακῶς ὀλέσθαι — 过去时 ὤφελον 加上不定式,表示过去无法实现的愿望(“但愿……已经消逝”),前面加上 εἴθε 起到强调作用。
  3. p.10ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο — 引用自荷马《意林特》(《伊利亚特》)第5卷第356行。命令式 μετέρχεο 是史诗方言(爱奥尼亚方言)的形式,对应于雅典方言的 μετέρχου。
  4. p.11ὡς πτύσων — 连词 ὡς 加上将来分词(future participle),表示主语主观的意图或目的(“作势要吐痰”、“打算吐痰”)。
  5. p.11δεινὸν ἂν εἴη — 结论句中带有 ἄν 的祈愿语气。其条件句为前文的 εἰ δ’ ἄρα καὶ συνέλοι ποτέ(祈愿语气,表示“万一……”),共同构成潜在条件句(对未来不确定情况的假设)。

引用这一段

盖伦, 劝学篇 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。