Humanitext Reader

盖伦 · 劝学篇 §14

竞技的无益与理智技艺及医学的优越

第 11 段,共 11 段 · 希腊语

内容简介

作者指出运动员既得不到享乐也无法积累真正的财富,并论证真正有价值的是能帮人渡过一切逆境且不随年老而衰退的理智技艺(自由学艺),其中最优秀的是医学。

§14εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδ’ αὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν·
即使有人说身体的享乐也是一种善,他们对此也毫无分,无论是在竞技时还是在退役后。
εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίγνονται.
因为在锻炼期间,他们处于痛苦和折磨之中,不仅要进行训练,还要强迫自己进食;而当他们退役之后,身体的大部分成员往往都变得残疾。
τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται·
或许,他们是因为积累了最多的财富而感到自豪。
καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθ’ ὃν ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου.
然而,你们确实可以看到他们所有人都在负债,不仅是在他们竞技的时期,甚至在他们结束了锻炼之后也是如此。 你绝对找不到任何一个运动员,比一个富人的普通管家还要富有。
ἐστὶ δ’ οὐδ’ αὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει· ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων οὔτε τοῖς τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει.
而且,单凭职业致富本身并无特别值得称道之处,真正有价值的是掌握一门即使在遭遇船难时也能共同游生脱险的技艺;这既不属于那些管理富人财产的人,也不属于税吏或商人。
καίτοι πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δ’ οὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες· οὐδὲ γὰρ δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν.
虽然这些人最能通过其职业致富,但如果他们失去了资金,他们也会随之失去自己的事业,因为他们的事业需要一定的资本作为支撑,而由于缺乏资金,他们便无法重新开始旧业;因为在没有抵押品或担保的情况下,没有人会借贷给他们。
ὥστ’ εἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις ὑμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμενοῦσαν.
因此,如果有人要求你们为安全且不失体面的致富做好准备,就必须终身学习并实践一门能够长久相伴的技艺。
ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις (ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ καὶ σεμναί, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν), ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα.
但是,既然技艺存在着首要的双重区别(因为其中一些是理智且高尚的,而另一些则是卑微且需要身体劳苦的,这些正是人们所称的粗鄙和手艺活),那么追求前一类技艺中的某一种会更好。
τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἐπιλείπειν εἴωθε γηρῶντας τοὺς τεχνίτας.
因为后一类技艺通常会在手艺人变老时将他们抛弃。
εἰσὶ δ’ ἐκ τοῦ προτέρου γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσική, γεωμετρία τε καὶ ἀριθμητικὴ καὶ λογιστική, καὶ ἀστρονομία καὶ γραμματικὴ καὶ νομική· πρόσθες δ’ εἰ βούλει ταύταις πλαστικήν τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν.
而前一类技艺包括医学、修辞学、音乐、几何学、算数、计算术、天文学、文法学和法学;如果你愿意,还可以在其中加上雕塑和绘画;因为即使它们通过双手操作,但其工作并不需要年轻人的力气。
ἐκ τούτων οὗν τινα τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί, καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις ὡς ἡμεῖς φαμεν ἐστὶν ἰατρική.
因此,只要灵魂不完全像牲畜一般的年轻人,就应当学习并实践这些技艺中的某一种,尤其是其中最好的一门,也就是我们所说的医学。
τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς.
而这一点必须在接下来予以证明。

词汇与语法注释

  1. 15οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν — 句式 οὔτ’ οὖν ... οὔτε... 中,语气词 οὖν 在否定并列中起到加强语气的作用,意为“因此既不……也不……”。分词 ἀθλοῦσιν 与 καταλύσασιν 是伴随分词(表示时间或条件),与与格代词 αὐτοῖς 一致。
  2. 25ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου — 这是比较级 πλουσιώτερον 之后的比较属格。其核心结构是 ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων(平凡管家中的一个),由属格短语 ἀνδρὸς πλουσίου(富人的)作修饰。其中 τῶν ἐπιτυχόντων 意为“平庸的、普通的”。
  3. p.22ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει — 关系代词 ἣ 的先行词是前句的 τέχνην。动词 συνεκκολυμβήσει(共同游泳脱险)是一个比喻,表示智力技艺在逆境(船难)中也不会丢失。与格分词 ναυαγήσασι(遭遇船难的人们)是指技艺的拥有者自身(复数形式),受动词前缀 σύν-(共同)支配。
  4. 15διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις — 由分词 οὔσης 引导的属格独立主格结构(表示原因或前提)。主语是 διαφορά,由 τῆς πρώτης(首要的、根本的)作修饰。意为“因为技艺的首要区别是双重的”,在逻辑上引出括号内的解释(γάρ……)。
  5. 25ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί — 这是一个关系从句。关系代词 ὅτῳ 是表示领有的与格,先行词是主句中不定式的主语 τὸν νέον(年轻人)。由于该关系从句具有条件或泛指性质,因而否定词使用的是 μή 而非 οὐ。直译为“对于他来说,灵魂不完全像牲畜一样的(年轻人)”。

引用这一段

盖伦, 劝学篇 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。