§12ἀλλ’ ἐπειδὴ καὶ περὶ τοῦ μεγίστου τῶν σωματικῶν ἀγαθῶν τῆς ὑγιείας ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ τὰ λοιπά.
但是,既然我们已经探讨了身体之善中最大的健康,那么让我们过渡到其余的事物。
τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν, ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν μελῶν οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ διασάξαντες αἵματί τε καὶ σαρξίν, εἰς τοὐναντίον ἤγαγον.
关于美的事物,他们的情况是这样的:不仅他们的本性没有从体育运动中获得任何益处,而且体育教师接管了他们中许多肢体非常匀称的人,过度喂肥他们,用血肉填满他们,使他们走向了相反的状态。
ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον ἢ πυγμὴν ἀσκησάντων.
有些人的脸甚至被弄得完全不成形、极其丑陋,尤其是那些练习潘克拉辛(混合格斗)或拳击的人。
ὅταν δὲ καὶ τῶν μελῶν 〈τι〉 τελέως ἀποκλάσωσιν ἢ διαστρέψωσιν ἢ τοὺς ὀφθαλμοὺς ἐκκόψωσι, τότ’ οἶμαι τότε καὶ μάλιστα τὸ 〈διὰ〉 τῆς ἐπιτηδεύσεως αὐτῶν ἀποτελούμενον κάλλος ἐναργῶς ὁρᾶσθαι.
而当他们完全折断或扭曲某些肢体,或者打瞎眼睛时,我想,就在那时,特别能够清晰地看到通过他们的行当所成就的“美”。
ταῦτα μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν εἰς κάλλος εὐτύχηται, καταλύσασι δὲ καὶ τὰ λοιπὰ 〈τῶν〉 τοῦ σώματος αἰσθητηρίων προσαπόλλυται καὶ πάνθ’ ὡς εἰπεῖν τὰ μέλη διαστρεφόμενα παντοίας ἀμορφίας αἴτια γίγνεται.
因此,当他们还健康(在役)时,这些关于美的事情对他们来说是“幸运地”实现了,但当他们退役时,身体其余的感官也随之丧失,几乎所有的肢体都变得扭曲,成为了各种丑陋的根源。