§6.1ἀκούσατʼ·
倾听吧!
ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας §6.2ἄρουραν ἢ Χαρίτων §6.3ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου §6.4χθονὸς ἐς νάϊον προσοιχόμενοι· §6.5Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις §6.6ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει §6.7ἑτοῖμος ὕμνων §6.8θησαυρὸς ἐν πολυχρύσῳ §6.9Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·
因为我们确实正在耕耘着那闪烁着迷人眼波的阿佛洛狄忒或美惠三女神的花园,当我们前往那巨响大地的神殿之脐时;在那里,为幸福的埃姆梅尼代氏族、河畔的阿克拉加斯,以及克塞诺克拉特斯,歌谣那准备就绪的宝库,正在那金碧辉煌的阿波罗幽谷中巍然耸立。
§6.10τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών, §6.11ἐριβρόμου νεφέλας §6.12στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς §6.13ἁλὸς ἄξοισι παμφόρῳ χεράδει §6.14τυπτόμενον.
这宝库,既非那来袭的冬日豪雨——即那巨响阴云的无情大军,亦非狂风,能在万物泥沙的冲刷击打下,将其带往海洋的深处。
φάει δὲ πρόσωπον ἐν καθαρῷ §6.15πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ §6.16λόγοισι θνατῶν §6.17εὔδοξον ἅρματι νίκαν §6.18Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
相反,它那在清澈光芒中的容颜,将向你的父亲,斯拉叙布洛斯啊,以及你们的家族,宣告那共同的、凡人口碑中凭借战车赢得的名噪一时的胜利,就在克里萨的幽谷之中。
§6.19σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν §6.20ἄγεις ἐφημοσύναν, §6.21τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ §6.22Φιλύρας υἱὸν ὀρφανιζομένῲ §6.23Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν, §6.24βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν, §6.25θεῶν σέβεσθαι· §6.26ταύτας δὲ μή ποτε τιμᾶς §6.27ἀμείρειν γονέων βίον πεπρωμένον.
确实,你紧护他在你的右手,引导着那正确的诫命,正如人们所言,昔日在群山中,那拥有伟力、菲吕拉之子,对失去了父亲的佩琉斯之子所谆谆教导的那样:首要敬畏那克罗诺斯之子,执掌轰鸣闪电与雷霆的统治者,众神之主;并且决不剥夺父母在注定生涯中所应享有的这份尊荣。
§6.28ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς §6.29νόημα τοῦτο φέρων, §6.30ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον §6.31ἀναμείναις στράταρχον Αἰθιόπων §6.32Μέμνονα.
在昔日,强悍的安提洛科斯亦曾怀抱此种心志,他为父亲而死,等待着迎战那杀戮凡人的埃塞俄比亚人的统帅门农。
Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα §6.33Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν §6.34κραταιὸν ἔγχος· §6.35Μεσσανίου δὲ γέροντος §6.36δονηθεῖσα φρὴν βόασε παῖδα ὅν· §6.37χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν·
因为帕里斯的利箭射中了一匹战马,阻碍了内斯托尔的战车;而门农则挥舞着强劲的长枪;此时,墨塞尼亚的老人心神动摇,大声呼唤自己的儿子;他的呼喊并未坠地无声。
αὐτοῦ §6.38μένων δʼ ὁ θεῖος ἀνὴρ §6.39πρίατο μὲν θανάτοιο κομιδὰν πατρός, §6.40ἐδόκησέν τε τῶν πάλαι γενεᾷ §6.41ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις, §6.42ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
那神圣的青年坚守原地,以自己的死,换回了父亲的生还,并在昔日世代的年轻人看来,因成就了如此惊天的伟业,在事亲的德行上,堪称至高无上。
§6.43τὰ μὲν παρίκει· §6.44τῶν νῦν δὲ καὶ Θρασύβουλος §6.45πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα, §6.46πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
那些往事已成过去;而在当今之人中,斯拉叙布洛斯亦极其遵循父亲的准绳而行,并追随着他的叔父,承接了所有的荣耀。
§6.47νόῳ δὲ πλοῦτον ἄγει, §6.48ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων, §6.49σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων· §6.50τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται.
他以智慧驭使财富,采撷着既非不义亦非傲慢的青春之花,并在庇厄里亚之女的幽深处培育着智慧;大地摇撼者啊,发明了驭马之术的波塞冬啊,他以极令您悦纳的心神向您依依。
γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.
他那甘甜的心性,在与同宴者相交时,甚至胜过蜜蜂那细密蜂巢的劳作。