Humanitext Reader

品达 · 奥林匹亚颂 §8.1-8.88

阿尔基梅东的胜利与特洛伊城墙的神话

第 9 段,共 15 段 · 希腊语

内容简介

本诗赞美了奥林匹亚青年冠军阿尔基梅东、其家族以及故乡埃癸纳,叙述了始祖埃阿科斯参与建筑特洛伊城墙的神话。继而歌颂教练梅勒西亚斯的辛勤指导,并祈求神明保佑该家族生者与逝去的先祖同享繁荣。

§8.1μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, §8.2δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες §8.3ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου, §8.4εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι §8.5μαιομένων μεγάλαν §8.6ἀρετὰν θυμῷ λαβεῖν, §8.7τῶν δὲ μόχθων ἀμπνοάν· §8.8ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
噢,奥林匹亚,金冠竞技之母,真理的女主人;在此,预言者们凭借祭火进行占卜,试探手握闪亮雷电的宙斯之意,看看他对于那些心怀大志、渴求获得崇高德行、并寻求从劳苦中获得喘息的人类,是否有何神谕;这也是凭着人们的虔诚,通过祈祷而得以成就。
§8.9ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος, §8.10τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι.
但是,噢,阿尔斐俄斯河畔、绿树成荫的皮萨圣林啊,请接受这赞美的狂欢与冠冕。
μέγα τοι κλέος αἰεί, §8.11ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
那有你的辉煌荣耀相伴的人,永远拥有巨大的名声。
§8.12ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν §8.13ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ §8.14σὺν θεοῖς εὐπραγίας.
不同的福祉降临于不同的人,在神明的庇佑下,迈向成功的道路有很多。
§8.15Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος §8.16Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, §8.17Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ §8.18θῆκεν Ὀλυμπιονίκαν.
蒂莫斯提尼啊,命运已将你们一族划分给家族的守护神宙斯;他使你在涅墨亚赢得了显赫的胜利,并使阿尔基梅东在克罗诺斯之丘旁成为奥林匹亚的胜利者。
§8.19ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων §8.20ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν· §8.21ἔνθα σώτειρα Διὸς ξενίου §8.22πάρεδρος ἀσκεῖται Θέμις §8.23ἔξοχʼ ἀνθρώπων.
他不仅外表俊美,且在行动中不辱其美貌,他通过在摔跤中获胜,宣告了他那拥有长桨船只的故乡埃癸纳;在那里,守护异邦人的宙斯之旁座——救星忒弥斯女神,受到人们格外的尊崇。
ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, §8.24ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν, §8.25δυσπαλές·
因为当诸多事务向多方倾斜时,以正直之心、不失时机地进行裁决,是极难对付的。
τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν §8.26παντοδαποῖσιν ὑπέστασε ξένοις §8.27κίονα δαιμονίαν
然而,不死之神明的某种法度,将这片环海之地为各类异邦人建立为神圣的支柱。
§8.28ὁ δʼ ἐπαντέλλων χρόνος §8.29τοῦτο πράσσων μὴ κάμοι §8.30Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
愿那升起的时光在履行此事时永不疲倦,从埃阿科斯开始,为多利亚人民进行管理。
§8.31τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν, §8.32Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν §8.33τείχεος, ἦν ὅτι νιν πεπρωμένον §8.34ὀρνυμένων πολέμων §8.35πτολιπόρθοις ἐν μάχαις §8.36λάβρον ἀμπνεῦσαι καπνόν.
勒托之子与统治宽广的波塞冬,在准备为伊利翁筑起冠冕时,曾召唤他作为修筑城墙的协作者,因为对于它而言,已注定了在骤然兴起的战争中,在毁城灭地的战斗里,吐出猛烈的烟火。
§8.37γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον, §8.38πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, §8.39αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον· §8.40εἷς δʼ ἀνόρουσε βοάσαις.
当城墙新近建成时,有三条青色的巨蛇跃上了城墙,其中两条坠落下去,当场在惊恐中丧命;剩下的一条则伴随着叫声跃了上去。
§8.41ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων· §8.42Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται· §8.43ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα §8.44πεμφθὲν βαρυγδούπου Διός·
阿波罗见此异兆,随即思索并说道: “英雄啊,佩尔加摩斯将在你双手劳作的地方被攻陷;此时,那由克罗诺斯之子、雷声隆隆的宙斯所降下的异象正对我如此宣告。
§8.45οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται §8.46καὶ τερτάτοις.
并非没有你的子孙,而是与第一代和第三代一同,它将被摧毁。
ὣς ἆρα θεὸς σάφα εἴπαις §8.47Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
” 神既然如此明确地说明,便驱车急行,前往克桑托斯、善于驭马的亚马逊人处,并向着伊斯特罗斯驶去。
§8.48Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ §8.49ἅρμα θοὸν τανύεν, §8.50ἀποπέμπων Αἰακὸν §8.51δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις, §8.52καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
挥舞三叉戟的神则在海上的地峡驱使着疾驰的战车,将埃阿科斯用黄金之马送回此地,并前去巡视那以宴会闻名的科林斯峭壁。
§8.53τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
在人类之中,并无事物能带来等同的愉悦。
§8.54εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ, §8.55μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
若我用赞歌,宣扬了因无须青年而带给梅勒西亚斯的荣耀,愿嫉妒不要用粗糙的石块投向我。
§8.56καὶ Νεμέᾳ γὰρ ὁμῶς §8.57ἐρέω ταύταν χάριν, §8.58τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν §8.59ἐκ παγκρατίου.
因为在涅墨亚,我也将同样歌颂这份恩惠,以及其后在潘克拉辛中男子汉们的战斗。
τὸ διδάξασθαι δέ τοι §8.60εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν· §8.61κουφότεραι γὰρ ἀπειράτων φρένες.
而传授技艺,对于知晓者而言是更为容易的;然而事先不进行学习则是愚蠢的,因为缺乏经验之人的心智是轻飘的。
§8.62κεῖνα δὲ κεῖνος ἂν εἴποι §8.63ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει §8.64ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
那个人能够比其他人更透彻地讲述那些技艺,以及如何引导一个准备从神圣竞技中带回最令人渴求之荣耀的人。
§8.65νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων §8.66νίκαν τριακοστὰν ἑλών· §8.67ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν §8.68ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις §8.69νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον, §8.70πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος §8.71γήραος ἀντίπαλον.
如今,阿尔基梅东已为他带来了这份荣耀,赢得了他的第三十次胜利;他凭借着神赐的幸运,且没有丧失他的勇气,将最可憎的归途、最受羞辱的闲言碎语和隐秘的归路,强加在四个少年的肢体上,并为他父亲的父亲吹入了力量,使之足以与衰老抗衡。
§8.72Ἀΐδα τοι λάθεται §8.73ἄρμενα πράξαις ἀνήρ.
实现了体面之事的人,便会忘记哈德斯。
§8.74ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι §8.75χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον, §8.76ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
但我必须唤醒记忆,为布莱普希亚代家族歌颂双手技艺的凯旋巅峰之作,他们如今已被授予了来自多叶竞技的第六个冠冕。
§8.77ἔστι δὲ καί τι θανόντεσσιν μέρος §8.78κὰν νόμον ἐρδομένων· §8.79κατακρύπτει δʼ οὐ κόνις §8.80συγγόνων κεδνὰν χάριν.
死者们也同样在依据习俗举行的仪式中占有一份;尘土并不会掩盖族人们高贵的荣耀。
§8.81Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων §8.82Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν §8.83κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει §8.84ὤπασεν.
若伊菲翁能从赫尔墨斯的女儿安格里亚处听闻,他便会向卡里马科斯讲述在奥林匹亚得到的灿烂装饰,那是宙斯赐予他们家族的。
ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς §8.85ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
愿神在善行之上愿赐予更多的善行,并驱除剧烈的疾病。
§8.86εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν· §8.87ἀλλʼ ἀπήμαντον ἄγων βίοτον §8.88αὐτούς τʼ ἀέξοι καὶ πόλιν.
我祈求关于美好的命运,复仇女神不要降下分裂的意旨;而是引导他们度过无灾无难的一生,使他们自身与城市共同繁荣。

词汇与语法注释

  1. 8.4μαιομένων — 属格复数现在分词,修饰前文的名词 `ἀνθρώπων`(§8.4)。它支配后续的不定式 `λαβεῖν`(§8.6)和宾语 `ἀμπνοάν`(§8.7),构成“关于那些热望获得……的人们”的形容词性结构。
  2. 8.15ὔμμε — 第二人称复数宾格的爱奥里斯方言形式(相当于普通的 `ὑμᾶς`)。它是主动词 `ἐκλάρωσεν`(§8.15)的直接宾语,表示命运将“你们”(该家族)划归为家族守护神宙斯的份额。
  3. 8.33ἦν ὅτι — 带连接词 `ὅ通` 的原因从句,意为“因为……曾是”。它解释了主句(埃阿科斯被阿波罗等人召唤来协助修筑城墙)的根本原因,即城墙(或城市)注定在未来要走向毁灭。
  4. 8.68ἀπεθήκατο — 动词 `ἀποτίθημι` 的第一不定过去时中动语态第三人称单数,意为“从自身卸下并加诸于他人”。它生动地表现了对比的情境:阿尔基梅东通过获胜,将不名誉的归途和屈辱“强加”到了四个战败少年的肢体上,而自己则得以免受其害。
  5. 8.81ἀκούσαις — 第一不定过去时主动语态分词单数阳性主格的爱奥里斯方言形式(相当于普通的 `ἀκούσας`)。修饰已故亲人 `Ἰφίων`(§8.81),表示条件或时间(“如果/当他从……听闻时”),并与后续表示潜在可能性的希求语态 `ἐνέποι κεν` 相呼应。

引用这一段

品达, 奥林匹亚颂 §8.1-8.88. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:8.1-8.88

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。