§7.1φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν §7.2ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ §7.3δωρήσεται §7.4νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων, §7.5συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων §7.6παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς· §7.7καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις §7.8ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός, §7.9ἱλάσκομαι, §7.10Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.
犹如有人用富有的手拿起金杯,杯内充盈着起泡的葡萄之露,将其赠送,向年轻的女婿从一家敬酒到另一家,赠予他财产中最为金光闪耀的冠冕,既为了祝宴的欢乐,也为了尊崇这新结的姻亲,并且在居座的朋友面前,因这同心合意的婚姻使他成为众人羡慕的对象;我也是这样,将流淌的琼浆妙液——缪斯女神们的馈赠,送给在竞技中获胜的人们,奉上我心中甜美的果实,以此取悦并抚慰神明,献给奥林匹亚和皮托的胜利者们;而那被美名所环绕的人,是幸福的。
§7.11ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ §7.12θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
育命的美惠女神,时而关注这一个,时而关注那一个,伴随着甜美的竖琴声,也时常伴随着声音嘹亮的双管长笛。
§7.13καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν §7.14ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον, §7.15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον §7.16αἰνέσω πυγμᾶς ἄποινα §7.17καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ, §7.18Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας §7.19ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
如今,在这两者的伴随下,我与迪亚戈拉斯一同走来,歌颂着海洋的女儿、阿普洛狄忒的孩子、太阳神的合婚新娘——罗德斯岛,为的是让我能歌颂这位在阿尔斐俄斯河畔戴上桂冠的、堂堂正正战斗的巨人,作为他拳击获胜的报赏,也在卡斯塔利亚河畔歌颂他,并歌颂那令正义之神喜悦的父亲达马格托斯,他们居住在广阔亚洲的那座拥有三座城市的岛屿上,伴随着阿耳戈斯人的长矛,紧邻着船头。
§7.20ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου §7.21ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον, §7.22Ἡρακλέος §7.23εὐρυσθενεῖ γέννᾳ.
我愿为他们,从特勒波勒莫斯开始,自古老源头宣告,正确整理那共同的系谱,献给那赫拉克勒斯威力无比的族系。
τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι §7.24ματρόθεν Ἀστυδαμείας.
因为在父方,他们自豪地宣称源自宙斯;在母方,则通过阿斯堤达梅亚源自阿敏托尔。
ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι §7.25ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν, §7.26ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
但在人类的心智中,无数的错误在悬浮;而这是不可能发现的:一个人在现在和最终,获得什么才是最好的。
§7.27καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον §7.28σκάπτῳ θένων §7.29σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας §7.30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς.
因为,这片土地的创建者,曾经在蒂林斯,挥舞着一根坚硬的橄榄木杖,杀死了阿尔克墨涅的庶出兄弟利库姆尼俄斯,他刚从米底亚的内室走出来,在愤怒之中。
αἱ δὲ φρενῶν ταραχαὶ §7.31παρέπλαγξαν καὶ σοφόν.
然而心智的动荡,甚至会让贤者迷失。
μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
于是他前往神庙寻求神谕。
§7.32τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον §7.33εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν, §7.34ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν, §7.35ἁνίχʼ Ἁφαίστου τέχναισιν §7.36χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκραν §7.37ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ· §7.38Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
金发的神从香气四溢的圣所中,对他宣告了航行,那条从勒尔纳海岸直达海环之地的航线,曾经,伟大的众神之王在那里的城市降下黄金雪花,那时,凭借着赫菲斯托斯的技艺,雅典娜以青铜打造的斧头,从父亲头颅的顶端跃跃而起,发出了高亢无比的呐喊;天空和母亲大地都为她而战栗。
§7.39τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας §7.40μέλλον ἔντειλεν φυλάξασθαι χρέος §7.41παισὶν φίλοις, §7.42ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι §7.43πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ.
那时,为人间带来光明的神,许珀里翁之子,也命令他亲爱的孩子们,防备那即将来临的义务,以便他们最先为女神筑起显赫的祭坛,并献上严庄的牺牲,来抚慰父亲以及那挥舞长矛、发出怒吼之少女的心灵。
ἐν δʼ ἀρετὰν §7.44ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς· §7.45ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος, §7.46καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν §7.47ἔξω φρενῶν.
而在人类的内心中,普罗米修斯的女儿——敬畏,投入了德行与欢乐;然而,确实也有一片无法预料的忘却之云降临,并将行事的正确道路,拖至心智之外。
§7.48καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δʼ ἀπύροις ἱεροῖς §7.49ἄλσος ἐν ἀκροπόλει·
因为他们虽然带着炽热火焰的种子上去,却未使用它;但他们以无火的牺牲建立起卫城上的圣林。
κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν §7.50πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν §7.51πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
对于他们,宙斯带来了一片金黄的云,降下丰厚的黄金;而那青眼女神雅典娜亲自授予了他们一切技艺,让地上的凡人中,以最精湛手艺的人来主宰这些技术。
他们的作品如同活着且行走的事物,呈现在道路上;他们的声名深远。
δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
而对于通达之人,那没有欺瞒的智慧才更为伟大。
§7.54φαντὶ δʼ ἀνθρώπων παλαιαὶ §7.55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, §7.56φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ, §7.57ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
人类的古老传说讲道,当宙斯与众神瓜分大地时,罗德斯在深海中还没有显现,而那座岛屿正隐藏在咸涩的深海之中。
§7.58ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου· §7.59καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, §7.60ἁγνὸν θεόν.
由于太阳神赫利俄斯缺席,没有人指出他的份额;于是,他们使他没有任何分得的土地,这位神圣的神。
§7.61μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν·
当他提起此事,宙斯正要重新进行抽签。
ἐπεὶ πολιᾶς §7.62εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν §7.63πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
但他不容许;因为他自己说,他看见在白浪翻滚的深海之中,自海底正生长出一片对人类衣食丰足、对羊群温和亲切的土地。
§7.64ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν §7.65χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν §7.66μὴ παρφάμεν, §7.67ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ §7.68ἐξοπίσω γέρας ἔσσεσθαι.
于是他立刻命令佩戴金额带的拉克西丝举起双手,并且不要违背神明的伟大誓言,而是要与克罗诺斯之子一同颔首赞同:她被送到灿烂的太空中后,今后将成为他个人的特权。
τελεύταθεν δὲ λόγων κορυφαὶ §7.69ἐν ἀλαθείᾳ πετοῖσαι.
而他的言辞的顶点最终落入真理而实现。
βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς §7.70νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ, §7.71πῦρ πνεόντων ἀρχὸς ἵππων·
湿润的海洋中萌芽出了那座岛屿,而那锐利光辉的生身之父,喷火骏马的驾驭者,拥有着它。
ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν §7.72ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους §7.73παῖδας, ὧν εἷς μὲν Κάμειρον §7.74πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον, §7.75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν, §7.76ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
在那里,他曾与罗德斯结合,生下了七个儿子,他们继承了古人中最为聪慧的心智;其中一人,生下了卡梅罗斯,以及长子伊亚吕索斯,和林多斯;他们各自拥有,将父亲的土地分为三份,各自得到城市的一份,他们的居住地也以他们命名。
§7.77τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ §7.78ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ, §7.79ὥσπερ θεῷ, §7.80μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις.
在那里,为特勒波勒莫斯,蒂林斯人的开国领袖,树立起了对他悲惨厄运的甘美赎罪,犹如对待神一样,有肥美羊群的熏香行列,和竞技的裁判。
τῶν ἄνθεσι Διαγόρας §7.81ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων, §7.82Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
用这些竞技的花朵,迪亚戈拉斯两次为自己戴上桂冠,并在著名的地峡四次幸运获胜,在内美亚也接连获胜,在崎岖的雅典亦然。
§7.83ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ §7.84ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι §7.85Βοιωτίων, §7.86Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις.
无论阿耳戈斯的青铜器认得他,还是阿卡迪亚的竞技以及底比斯的竞技,还有波奥提亚人法定的竞赛,还有佩拉纳,和埃癸纳,他在那里赢过六次。
ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα §7.87ψᾶφος ἔχει λόγον.
而在麦加拉,那石质的选票也没有记载不同的故事。
ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου §7.88μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν, §7.89ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν §7.90καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων.
但是,噢,父亲宙斯,统治着阿塔比里俄斯山脊的主宰,请尊崇这首赞美奥林匹亚胜利者的歌谣,也尊崇在拳击中发现德行的那个人,请赐予他敬畏的恩宠,无论是来自公民还是来自外邦人。
ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν §7.91εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν §7.92ἔχρεον.
因为他避开傲慢的险恶道路,径直前行,由于他清晰地学到了他那优秀祖辈们正直的灵魂曾对他的告诫。
μὴ κρύπτε κοινὸν §7.93σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει §7.94θαλίας καὶ πόλις·
请不要隐藏那共同的、来自卡利亚纳克斯的血统;因为伴随着埃拉提代家族的荣耀,城市也举行着欢乐的庆典。
ἐν δὲ μιᾷ μοίρᾳ χρόνου §7.95ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.
但在单一的时间份额内,风向时而如此,时而如彼地急骤吹拂。