Humanitext Reader

品达 · 奥林匹亚颂 §9.1-9.112

埃法尔莫斯托斯的胜利与奥普斯的神话

第 10 段,共 15 段 · 希腊语

内容简介

诗人歌颂摔跤冠军埃法尔莫斯托斯,阐述了其故乡奥普斯的神话历史,并记录了他在各大神圣竞技会中取得的辉煌胜利。

§9.1τὸ μὲν Ἀρχιλόχου μέλος §9.2φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς, §9.3ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι §9.4κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
阿尔基洛科斯的歌谣,响彻奥林匹亚,那三重凯歌丰沛地涌现,足以在克罗诺斯之丘旁引导与亲爱的同伴们一起进行狂欢游行的埃法尔莫斯托斯。
§9.5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων §9.6Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι §9.7ἀκρωτήριον Ἄλιδος §9.8τοιοῖσδε βέλεσσιν, §9.9τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ §9.10ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας· §9.11πτερόεντα δʼ ἵει γλυκὺν §9.12Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι §9.13ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων §9.14κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν, §9.15ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν §9.16μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν §9.17σόν τε, Κασταλία, πάρα §9.18Ἀλφεοῦ τε ῥέεθρον· §9.19ὅθεν στεφάνων ἄωτοι κλυτὰν §9.20Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.
但如今,从远射的缪斯女神们的弓箭上,射向闪耀红色雷电的宙斯,以及神圣的埃利斯之岬角,用这样的箭羽,这正是当年吕底亚英雄佩洛普斯赢取希波达梅亚时所获得的、最美丽的聘礼之地;并将甜美而长着双翼的箭羽射向皮托;你绝不会触碰那些坠落于地的言语,当你为那名男子的摔跤竞技而拨动里拉琴弦时,他来自赫赫有名的奥普斯;你当赞美她和她的儿子,救星忒弥斯女神和她的女儿、享有盛誉的秩序女神埃乌诺米亚分得了这片土地,并因各种德行而繁荣,在你的泉水旁,卡斯塔利亚,也在阿尔斐俄斯河的溪流之畔;从那里获得的冠冕的精华,正将洛克里人那树木繁茂、名声显赫的母亲之城高高举起。
§9.21ἐγὼ δέ τοι φίλαν πόλιν §9.22μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς, §9.23καὶ ἀγάνορος ἵππου §9.24θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ §9.25ἀγγελίαν πέμψω ταύταν, §9.26εἰ σύν τινι μοιριδίῳ παλάμᾳ §9.27ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον· §9.28κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες §9.29ἐγένοντʼ·
而我,对于这亲爱的城市,用热烈的歌声使它熠熠生辉,比傲岸的骏马和带翼的飞船还要迅速,我将向四面八方送出这则喜讯,倘若能凭借某种命运赋予的技艺,我得以耕耘美惠三女神那卓越的园林;因为正是她们赋予了愉悦;而人们依靠神意,变得既勇敢又智慧。
ἐπεὶ ἀντία §9.30πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
否则,赫拉克勒斯怎能用双手挥舞着木棒去对抗三叉戟?
§9.31ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν §9.32ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων §9.33Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον, §9.34βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν §9.35θνᾳσκόντων;
当时波塞冬站在皮洛斯周围向他施压,而福波斯也用银色的弓箭与他交战,逼迫着他,甚至连哈德斯也没有让他那不动的神杖保持静止,他用那手杖将垂死者的凡俗躯体引向阴间空洞的通道。
ἀπό μοι λόγον §9.36τοῦτον, στόμα, ῥῖψον· §9.37ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς §9.38ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν §9.39μανίαισιν ὑποκρέκει.
避开吧,将这般言语从我的口中吐出并丢弃;因为亵渎神明是可憎的聪明,而失时的自夸则与疯狂相伴。
§9.40μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν §9.41χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας §9.42ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ §9.43Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε §9.44δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον §9.45κτισσάσθαν λίθινον γόνον· §9.46λαοὶ δʼ ὀνύμασθεν.
如今不要再胡言乱语此类事情;把所有的战争与冲突搁置在远离神明的地方;你当将舌尖带向普罗托革内亚的城市,在那里,由于闪电轰鸣的宙斯的旨意,皮拉与丢卡利翁从帕尔纳索斯山下来,首先建立了家园,并且在没有同床共寝的情况下,创造了同一种族的石头后代;因而他们被称为“人民”。
§9.47ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν, §9.48αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων §9.49νεωτέρων.
为他们唤醒一条清脆的歌谣之路,赞美那陈年的美酒,以及那新近颂歌的花朵。
λέγοντι μὰν §9.50χθόνα μὲν κατακλύσαι μέλαιναν §9.51ὕδατος σθένος, ἀλλὰ §9.52Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας §9.53ἄντλον ἑλεῖν.
世人确曾传言,黑色的大地曾被洪水的威力所淹没,但是依靠宙斯的力量,退潮突然汲干了积水。
κείνων ἔσαν §9.54χαλκάσπιδες ὑμέτεροι πρόγονοι §9.55ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας §9.56κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί, §9.57πρὶν Ὀλύμπιος ἁγεμὼν §9.58θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος §9.59μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν §9.60Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις §9.61ὀρφανὸν γενεᾶς.
正是他们的后代,你们那些手持青铜之盾的祖先,他们自始便属于伊阿佩托斯女儿的血脉,是凡人女子与尊贵的克罗诺斯子嗣们的后代,世世代代为当地的国王,在奥林匹亚的主宰从埃裴奥斯人的土地上夺走奥普斯的女儿,悄无声息地在麦纳洛斯的山脊上与她结合,并将她带给洛克罗斯,以免光阴使他遭受注定无后的命运而灭绝。
ἔχεν δὲ σπέρμα μέγιστον §9.62ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν, §9.63μάτρωος δʼ ἐκάλεσσέ νιν §9.64ἰσώνυμον ἔμμεν, §9.65ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ §9.66ἔργοισι.
然而那妻子孕育着最伟大的神圣子嗣,英雄洛克罗斯看到这位养子时十分欣喜,并用他外祖父的名字来命名他,他成了在美貌和功业上都无与伦比的人。
πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.
洛克罗斯将城市和人民交给他去治理。
§9.67ἀφίκοντο δέ οἱ ξένοι, §9.68ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται· §9.69υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων §9.70Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις §9.71Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ §9.72μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
许多外邦人来到他身边,有的来自阿戈斯,有的来自底比斯,有的来自阿卡迪亚,也有人来自皮萨;在所有迁入者中,他格外器重阿克托尔的儿子、也就是埃癸纳所生的梅诺伊提乌斯;其子伴随阿特雷斯之子们赶赴特乌特拉斯的平原,并与阿喀琉斯并肩作战,唯有他一人。
§9.73πρύμναις Τήλεφος ἔμβαλεν· §9.74ὥστʼ ἔμφρονι δεῖξαι §9.75μαθεῖν Πατρόκλου βιατὰν νόον.
当时特勒福斯击退了勇敢的达那奥斯人,并向海边停泊的战船之尾发起突袭;由此向明理之人昭示,应当去知晓帕特罗克洛斯那强韧的心志。
§9.76ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει §9.77παραγορεῖτο μή ποτε §9.78σφετέρας ἄτερθε ταξιοῦσθαι §9.79δαμασιμβρότου αἰχμᾶς.
自此以后,忒提斯之子在惨烈的战火中告诫他,绝不要远离自己那征服凡人的矛枪去列阵。
§9.80εἴην εὑρησιεπὴς ἀναγεῖσθαι §9.81πρόσφορος ἐν Μοισᾶν δίφρῳ· §9.82τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις §9.83ἕσποιτο.
愿我能得心应手地吐露诗言,驱车前行适得其所地乘着缪斯女神们的战车;愿勇气与丰沛的力量伴我左右。
προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον §9.84τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν §9.85μίαν ἔργον ἀνʼ ἁμέραν.
我凭着宾客之谊与美德而来,旨在为兰普罗马科斯在地峡赢得的头饰增光,当时他们二人都获得了胜利,在同一天的比拼中。
§9.86ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι, §9.87ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον· §9.88Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις, §9.89οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων §9.90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·
此后,在科林斯的城门前,又迎来了两次胜利的欢欣,也有一些胜利在涅墨亚的谷地中归于埃法尔莫斯托斯;在阿戈斯,他在成年男子中夺得荣耀,在雅典,他以少年的身份,而在马拉松,那是一场怎样的搏斗——他被剥夺了无须青年的资格,却为争夺银杯而顶住了与年长者的较量!
§9.91φῶτας δʼ ὀξυρεπεῖ δόλῳ §9.92ἀπτῶτι δαμάσσαις §9.93διήρχετο κύκλον ὅσσᾳ βοᾷ, §9.94ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
他用那迅疾变招的智谋,在己身不倒的情况下制服了对手,伴随着何等响亮的欢呼声,他绕行竞技场,他正值青春,俊美非凡,且成就了最美丽的功勋。
§9.95τὰ δὲ Παρρασίῳ στρατῷ §9.96θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, §9.97καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν §9.98Πελλάνᾳ φέρε·
此外,在帕拉西亚的众人面前,在吕凯奥斯宙斯的盛会中,他展现出令人惊叹的英姿,当他将那抵御寒冷风霜的气候良药赢回佩莱内时亦是如此。
σύνδικος δʼ αὐτῷ Ἰολάου §9.99τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
而作为他的同盟见证者,伊奥劳斯的陵墓以及临海的埃莱夫西斯,皆在其辉煌中予以见证。
§9.100τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς §9.101ἀνθρώπων ἀρεταῖς κλέος §9.102ὤρουσαν ἀρέσθαι.
凡天生者皆最为强健;然而许多人也试图凭借后天习得的才能去争夺并赢取名望。
§9.103ἄνευ δὲ θεοῦ σεσιγαμένον §9.104οὐ σκαιότερον χρῆμʼ ἕκαστον.
然而若无神助,一切归于沉寂的事物也并不逊色。
ἐντὶ γὰρ ἄλλαι §9.105ὁδῶν ὁδοὶ περαίτεραι, §9.106μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει §9.107μελέτα·
因为迈向成功的道路比别途更为深远,单一的钻研并不能抚育我们所有人。
σοφίαι μὲν §9.108αἰπειναί·
智慧的门径高不可攀。
τοῦτο δὲ προσφέρων ἆθλον, §9.109ὄρθιον ὤρυσαι θαρσέων, §9.110τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν §9.111εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν, §9.112Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.
但在献上这份荣耀时,你当满怀信心、高声宣扬,宣告此人是依凭神圣的命运而诞生,他长于双手,肢体矫健,双眸中透出英勇之气,他在战胜后,于奥伊琉斯之子埃阿斯的祭礼宴席上,为那祭坛戴上了冠冕。

词汇与语法注释

  1. §9.2καλλίνικος ὁ τριπλόος κεχλαδώς — 指阿尔基洛科斯传统的胜利歌谣(伴随三次重复的定型句)。分词 κεχλαδώς 意为“充盈”或“沸腾”,与带有冠词的形容词 ὁ τριπλόος 一同,作为同格成分修饰歌谣(μέλος)。
  2. §9.14αἰνήσαις ἓ καὶ υἱόν — 代词 ἓ 是第三人称单数宾格,在此指代拟人化的奥普斯城(阴性),而 υἱόν(儿子)指代获胜者埃法尔莫斯托斯。此句敦促同时歌颂“她(该城)与她的儿子”。
  3. §9.89συλαθεὶς ἀγενείων — 属格 ἀγενείων(无须青年)是表示“夺去”的被动分词 συλαθεὶς 的夺格性属格。表明埃法尔莫斯托斯在年龄组别中被排除在青年组之外,被迫参加成年组(πρεσβυτέρων)的比赛。

引用这一段

品达, 奥林匹亚颂 §9.1-9.112. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:9.1-9.112

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。