Humanitext Reader

色诺芬 · 骑兵队长论 §8.13-8.25

撤退时的策略与步骑协同奇袭战术

第 11 段,共 12 段 · 希腊语

内容简介

本章阐述了对抗强敌时的撤退战术以及与等同骑兵交战的策略,包括步兵协同、突然袭击、伪装伏兵的效果,并论述了指挥官引导下属的必要素质及在中间地带的诱敌战术。

§8.13ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ διʼ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας ἀπολαμβάνεσθαι· καὶ γὰρ πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο.
但当一个人带领全部力量去对抗更强大的敌军并想要撤退时,骑最慢的马的人难免被俘,还有人因骑术不精而坠马,也有人因地形险阻而被截断;因为要找到一个人们所期盼的、有利于撤退的广阔地方是很困难的。
§8.14ὑπό γε μὴν τοῦ πλήθους καὶ συμπίπτοιεν ἂν καὶ ἐμποδίζοντες πολλὰ ἂν ἀλλήλους κακουργοῖεν.
此外,由于人数众多,他们会相互碰撞,并因彼此阻碍而造成极大的伤害。
οἱ δʼ ἀγαθοὶ ἵπποι καὶ ἱππεῖς δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν ἄλλως τε ἂν καὶ μηχανᾶταί τις τοῖς διώκουσι φόβον ἀπὸ τῶν περιττῶν ἱππέων.
但优秀的马匹和骑手即使在这样的处境中也能够逃脱,尤其是如果有人利用多余的骑兵,设法给追击者制造恐惧的话。
§8.15σύμφορον δʼ εἰς τοῦτο καὶ αἱ ψευδενέδραι· χρήσιμον δὲ κἀκεῖνο, τὸ εὑρίσκειν πόθεν ἂν οἱ φίλοι ἐξ ἀσφαλοῦς ἐπιφαινόμενοι βραδυτέρους τοὺς διώκοντας παρέχοιεν.
为此目的,伪装的伏兵也是有利的;此外,寻找到一个地方,使盟友能从安全处突然出现,从而令追击者放慢速度,这也是有用的。
§8.16ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὡς πόνοις καὶ τάχει οἱ ὀλίγοι τῶν πολλῶν πολὺ μᾶλλον ἢ οἱ πολλοὶ τῶν ὀλίγων περιγίγνοιντʼ ἄν.
再者,这一点也是显而易见的:在耐力和速度方面,少数人战胜多数人,比起多数人战胜少数人要容易得多。
καὶ οὐ λέγω ὡς διὰ τὸ ὀλίγοι εἶναι καὶ πονεῖν μᾶλλον δυνήσονται καὶ θάττους ἔσονται, ἀλλʼ ὅτι ῥᾷον εὑρεῖν ὀλίγους ἢ πολλοὺς τοὺς καὶ τῶν ἵππων ἐπιμελησομένους ὡς δεῖ καὶ αὐτοὺς φρονίμως μελετήσοντας τὴν ἱππικήν.
我并不是说因为人数少,他们就更能忍受劳苦、速度更快,而是因为,比起多数人,更容易找到少数人,他们既能按要求照料马匹,自己又能明智地磨练骑术。
§8.17ἢν δέ ποτε συμβαίνῃ ἀγωνίζεσθαι πρὸς παραπλησίους ἱππέας, ἐγὼ μὲν οἶμαι οὐκ ἂν χεῖρον εἶναι εἴ τις δύο τάξεις ἐκ τῆς φυλῆς ποιήσειεν, καὶ τῆς μὲν ὁ φύλαρχος ἡγοῖτο, §8.18τῆς δὲ ἄλλης ὅστις ἄριστος δοκοίη εἶναι, οὗτος δὲ τέως μὲν ἕποιτο κατʼ οὐρὰν τῆς μετὰ τοῦ φυλάρχου τάξεως, ἐπεὶ δʼ ἐγγὺς ἤδη εἶεν οἱ ἀντίπαλοι, ἀπὸ παραγγέλσεως παρελαύνοι ἐπὶ τοὺς πολεμίους.
如果有朝一日不得不与实力相当的骑兵交战,我认为,如果有人从部落中建立两个支队,并由部落长领导其中一个,那将不会是一件坏事;另一个支队由看起来最优秀的人来领导,此人暂时跟随在部落长所领支队的后方,而当对手已经临近时,听到指令便从一侧越过并向敌人发起冲锋。
οὕτω γὰρ οἶμαι καὶ ἐκπληκτικωτέρους τοῖς ἐχθροῖς ἂν εἶναι καὶ δυσμαχωτέρους.
因为我认为这样一来,他们对敌人而言不仅更具威慑力,而且也更难对付。
§8.19εἰ δὲ καὶ πεζοὺς ἔχοιεν ἑκάτεροι, καὶ οὗτοι ἀποκεκρυμμένοι ὄπισθεν τῶν ἱππέων, ἐξαπίνης δὲ παραφαινόμενοι καὶ ὁμόσε ἰόντες δοκοῦσιν ἄν μοι τὴν νίκην πολὺ μᾶλλον κατεργάζεσθαι.
如果双方也都有步兵,而这些步兵隐藏在骑兵身后,突然显露身影并上前肉搏,在我看来,他们会更确定地夺取胜利。
ὁρῶ γὰρ τὰ παράδοξα ἢν μὲν ἀγαθὰ ᾖ, μᾶλλον εὐφραίνοντα τοὺς ἀνθρώπους, ἢν δὲ δεινά, μᾶλλον ἐκπλήττοντα.
因为我看到,意料之外的事如果是好的,就更能让人高兴,但如果是可怕的,就更能让人惊慌失措。
§8.20ταῦτα δὲ γνοίη ἄν τις μάλιστα ἐνθυμούμενος ὡς οἵ τε ἐνέδραις ἐμπίπτοντες ἐκπλήττονται, καὶ ἐὰν πολὺ πλείους ὦσι, καὶ ὅταν πολέμιοι ἀλλήλοις ἀντικάθωνται, ὡς πολὺ ταῖς πρώταις ἡμέραις φοβερώτατα ἔχουσιν.
任何人只要考虑到那些落入伏击的人会陷入恐慌(即使他们人数多得多),以及当敌对双方对峙时,在最初的几天里,他们总是感到最为害怕,就最能明白这一点。
§8.21ἀλλὰ τὸ μὲν διατάξαι ταῦτα οὐ χαλεπόν· τὸ δʼ εὑρεῖν τοὺς φρονίμως καὶ πιστῶς καὶ προθύμως καὶ εὐψύχως παρελῶντας ἐπὶ τοὺς πολεμίους, τοῦτο ἤδη ἀγαθοῦ ἱππάρχου.
然而,部署这些事情并不困难;相反,要找到那些能够明智、忠诚、热切且勇敢地冲向敌人的人,这才是优秀骑兵指挥官的职责所在。
§8.22δεῖ γὰρ καὶ λέγειν αὐτὸν ἱκανὸν εἶναι καὶ ποιεῖν τοιαῦτα ἀφʼ ὧν οἱ ἀρχόμενοι γνώσονται ἀγαθὸν εἶναι τό τε πείθεσθαι καὶ τὸ ἕπεσθαι καὶ τὸ ὁμόσε ἐλαύνειν τοῖς πολεμίοις καὶ ἐπιθυμήσουσι τοῦ καλόν τι ἀκούειν καὶ δυνήσονται ἃ ἂν γνῶσιν ἐγκαρτερεῖν.
因为指挥官自己必须能够说出并做出这样的事,使下属由此明白服从、跟随和冲向敌人是好事,并使他们渴望赢得赞誉,且能够坚持他们所决定的事情。
§8.23ἐὰν δέ ποτε αὖ ἢ φαλάγγων ἀντιτεταγμένων ἢ χωρίων ἑκατέροις ὑπαρχόντων ἐν τῷ μέσῳ τοῖς ἱππεῦσιν ἀναστροφαί τε καὶ διώξεις καὶ ἀποχωρήσεις γίγνωνται, εἰώθασι μὲν ὡς τὰ πολλὰ ἐκ τῶν τοιούτων ὁρμᾶν μὲν βραδέως ἀμφότεροι, τὸ δʼ ἐν μέσῳ τάχιστα ἐλαύνειν.
另一方面,如果有朝一日在双方摆开阵势或者各自占领据点的情况下,在中间地带发生了骑兵的转向、追击和退却,他们通常在大多数情况下从这些位置缓慢出发,但在中间区域却以极快的速度骑行。
§8.24ἢν δέ τις οὕτω προδείξας ἔπειτα ἐκ τῶν ἀναστροφῶν ταχέως τε διώκῃ καὶ ταχέως ἀποχωρῇ, βλάπτειν τʼ ἂν μάλιστα τοὺς πολεμίους δύναιτο καὶ ὡς τὸ εἰκὸς ἀσφαλέστατʼ ἂν διάγοι, ταχὺ μὲν διώκων ἐν ᾧ ἂν ἐγγὺς ᾖ τοῦ ἑαυτοῦ ἰσχυροῦ, ταχὺ δὲ ἀποχωρῶν ἀπὸ τῶν τοῖς πολεμίοις ἰσχυρῶν.
但如果有人先表现出这种姿态,然后突然从转向中快速追击并快速退却,他就能给敌人造成最大的伤害,并且极有可能最安全地度过,即在靠近自己优势兵力时快速追击,而在避开敌方优势兵力时快速退却。
§8.25εἰ δὲ καὶ λαθεῖν δύναιτο ἀπὸ τῆς τάξεως ἑκάστης καταλιπὼν ἢ τέτταρας ἢ πέντε τῶν κρατίστων ἵππων τε καὶ ἀνδρῶν, πολὺ ἂν προέχοιεν εἰς τὸ ἐπαναστρεφομένοις τοῖς πολεμίοις ἐμπίπτειν.
如果还能设法瞒过敌人,从每个支队中留下四到五个最强壮的马匹和人,那么在敌军转向回击时,他们将大有优势去袭击敌人。

词汇与语法注释

  1. 8.13πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο — 意为“要找到一个人们所期盼的开阔(或有利)地方是很困难的”。此处的 πολὺν τόπον 指适合撤退的“无障碍物的开阔场地”。 οἷον ἄν τις εὔξαιτο 是带有 ἄν 和祈愿语气的关系从句,表示潜在可能性(“人们可能会期盼的那种”)。
  2. 8.14δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν — 关于 ἐξ αὐτῶν 的解析。此处的 αὐτῶν 为中性复数属格,指代前句提到的各种困难状况(如地形险阻 δυσχωρίας),表示“即使在那些困难情况下也能逃脱”。
  3. 8.18οὗτος δὲ τέως μὲν ἕποιτο — 在代词 οὗτος 之后紧接的 δέ 的功能。这是一个用于引入主句的“主句 δέ”(apodotic de),紧接在较长的关系从句之后以重新强调主语 οὗτος,在现代语言翻译中通常不直接译出。
  4. 8.21τοῦτο ἤδη ἀγαθοῦ ἱππάρχου — 表示特征或职责的属格(特征属格)。意为“这确实是一个优秀的骑兵指挥官的职责(或本分、特质)”。
  5. 8.22ἃ ἂν γνῶσιν ἐγκαρτερεῖν — 关系从句 ἃ 嘘 ἂν γνῶσιν 作为不定式 ἐγκαρτερεῖν 的宾语的结构。γνῶσιν(动词 γιγνώσκω 的不定过去时虚拟式第三人称复数)的主语是下属们(οἱ ἀρχόμενοι),关系代词 ἃ 是其宾语(“凡是他们决定的事”)。不定式 ἐγκαρτερεῖν 隶属于 δυνήσονται,表示“他们将能够坚持他们所决定的事情”。

引用这一段

色诺芬, 骑兵队长论 §8.13-8.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg012.humanitext-grc2:8.13-8.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。