§9.1ταῦτα δὲ ἀναγιγνώσκειν μὲν καὶ ὀλιγάκις ἀρκεῖ, ἐννοεῖν δὲ τὸ παρατυγχάνον αὐτῷ ἀεὶ δεῖ, καὶ πρὸς τὸ παριστάμενον σκοποῦντα τὸ συμφέρον ἐκπονεῖν.
偶尔阅读这些内容就已经足够了,但必须时刻思索自己所遇到的具体情况,并针对眼前的局势,努力完成有利的事情。
γράψαι δὲ πάντα ὁπόσα δεῖ ποιεῖν οὐδὲν μᾶλλον οἷόν τέ ἐστιν ἢ τὰ μέλλοντα πάντα εἰδέναι.
要写下所有必须做的事情,就和预知未来所有的事一样是不可能的。
§9.2πάντων δὲ τῶν ὑπομνημάτων ἔμοιγε δοκεῖ κράτιστον εἶναι τὸ ὅσα ἂν γνῷ ἀγαθὰ εἶναι ἐπιμελεῖσθαι ὡς ἂν πραχθῇ.
在所有的提议中,依我之见,最好的是要确保自己所认为好的那些事情能够得以付诸实施。
ὀρθῶς δὲ γιγνωσκόμενα οὐ φέρει καρπὸν οὔτʼ ἐν γεωργίᾳ οὔτʼ ἐν ναυκληρίᾳ οὔτʼ ἐν ἀρχῇ, ἢν μή τις ἐπιμέληται ὡς ἂν ταῦτα σὺν τοῖς θεοῖς ἐκπεραίνηται.
因为,如果一个人不注意使这些事情在神明的保佑下得以完成,那么即使认识正确,在农业、航海业还是在治理国家中,也都不会带来任何成果。
§9.3φημὶ δʼ ἐγὼ καὶ τὸ πᾶν ἱππικὸν ὧδʼ ἂν πολὺ θᾶττον ἐκπληρωθῆναι εἰς τοὺς χιλίους ἱππεῖς καὶ πολὺ ῥᾷον τοῖς πολίταις, εἰ διακοσίους ἱππέας ξένους καταστήσαιντο· δοκοῦσι γὰρ ἄν μοι οὗτοι προσγενόμενοι καὶ εὐπειστότερον ἂν πᾶν τὸ ἱππικὸν ποιῆσαι καὶ φιλοτιμότερον πρὸς ἀλλήλους περὶ ἀνδραγαθίας.
我还认为,如果公民们能设立两百名外国骑兵,整个骑兵队伍就会更快地补足到一千名骑兵,这对公民来说也容易得多;因为在我看来,这些外国骑兵加入进来,既能使整个骑兵队更加顺从,又能在英勇方面激发起彼此之间更强烈的竞争心。
§9.4οἶδα δʼ ἔγωγε καὶ Λακεδαιμονίοις ἱππικὸν ἀρξάμενον εὐδοκιμεῖν, ἐπεὶ ξένους ἱππέας προσέλαβον.
我也知道,拉栖代梦人也是在招募了外国骑兵之后,他们的骑兵才开始享有盛誉的。
καὶ ἐν ταῖς ἄλλαις δὲ πόλεσι πανταχοῦ τὰ ξενικὰ ὁρῶ εὐδοκιμοῦντα· ἡ γὰρ χρεία μεγάλην προθυμίαν συμβάλλεται.
在其他各个城邦中,我也看到外籍雇佣军到处都享有盛誉;因为迫切的需要贡献了极大的热情。
§9.5εἰς δὲ τιμὴν τῶν ἵππων νομίζω ἂν αὐτοῖς χρήματα ὑπάρξαι καὶ παρὰ τῶν σφόδρα ἀπεχομένων μὴ ἱππεύειν, ὅτι καὶ οἷς καθίστησι τὸ ἱππικὸν ἐθέλουσι τελεῖν ἀργύριον ὡς μὴ ἱππεύειν, καὶ παρὰ πλουσίων μέν, ἀδυνάτων δὲ τοῖς σώμασιν, οἴομαι δὲ καὶ παρʼ ὀρφανῶν τῶν δυνατοὺς οἴκους ἐχόντων.
至于购买马匹的资金,我认为即使从那些极不愿服骑兵役的人那里也能够获得,因为被国家分派骑兵役的人宁愿付钱也不愿服役;而且,我认为还可以从那些富有但身体不适的人,以及拥有丰厚家产的孤儿那里获得。
§9.6νομίζω δὲ καὶ μετοίκων φιλοτιμεῖσθαι ἄν τινας εἰς ἱππικὸν καθισταμένους· ὁρῶ γὰρ καὶ τῶν ἄλλων ὁπόσων ἂν καλῶν ὄντων μεταδιδῶσιν αὐτοῖς οἱ πολῖται, φιλοτίμως ἐνίους ἐθέλοντας τὸ προσταχθὲν διαπράττεσθαι.
我还认为,一些在留外国人如果被选入骑兵,也会激发荣誉心;因为我看到,在公民与他们分享的其他一切光荣事务中,他们中的一些人总是非常热切地想要光荣地完成所指派的任务。
§9.7δοκεῖ δʼ ἄν μοι καὶ πεζὸν σὺν τοῖς ἵπποις ἐνεργότατον εἶναι, εἰ συσταθείη ἐξ ἀνδρῶν τῶν ἐναντιωτάτων τοῖς πολεμίοις.
在我看来,如果由对敌人最怀敌意的人组成一支与骑兵协同作战的步兵队伍,将是非常有效的。
§9.8ταῦτα δὲ πάντα θεῶν συνεθελόντων γένοιτʼ ἄν.
所有这一切,在神明愿意相助的情况下才能实现。
εἰ δέ τις τοῦτο θαυμάζει, ὅτι πολλάκις γέγραπται τὸ σὺν θεῷ πράττειν, εὖ ἴστω ὅτι ἢν πολλάκις κινδυνεύῃ, ἧττον τοῦτο θαυμάσεται, καὶ ἤν γε κατανοῇ ὅτι, ὅταν πόλεμος ᾖ, ἐπιβουλεύουσι μὲν ἀλλήλοις οἱ ἐναντίοι, ὀλιγάκις δὲ ἴσασι πῶς ἔχει τὰ ἐπιβουλευόμενα.
如果有人对此感到惊异,即书中多次写到“与神同行”来行事,那么他应该明白,如果他多次面临危险,他就不会对此感到那么惊异了,尤其是如果他能认识到,当战争发生时,敌对双方都在互相谋划,但他们极少能知道针对自己的谋划究竟如何。
§9.9τὰ οὖν τοιαῦτα οὐδʼ ὅτῳ συμβουλεύσεταί τις οἷόν τε εὑρεῖν πλὴν θεῶν· οὗτοι δὲ πάντα ἴσασι καὶ προσημαίνουσιν ᾧ ἂν ἐθέλωσι καὶ ἐν ἱεροῖς καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις καὶ ἐν ὀνείρασιν.
因此,在这些事情上,除了神明之外,无法找到任何人可以咨询;神明知道一切,并通过祭品、飞鸟占卜、预兆和梦境,向他们所愿意的人预先示警。
εἰκὸς δὲ μᾶλλον ἐθέλειν αὐτοὺς συμβουλεύειν τούτοις, οἳ ἂν μὴ μόνον ὅταν δέωνται ἐπερωτῶσι τί χρὴ ποιεῖν, ἀλλὰ καὶ ἐν ταῖς εὐτυχίαις θεραπεύωσιν ὅ τι ἂν δύνωνται τοὺς θεούς.
而且,神明更愿意向那些不仅在有求时才询问该做什么,而且在顺境中也尽其所能崇敬神明的人提供建议,这是理所当然的。