§8.13ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ διʼ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας ἀπολαμβάνεσθαι·
しかし、はるかに強力な敵を相手に全員を投入した上で退却しようとするならば、最も遅い馬に乗っている者たちは捕らえられ、乗馬の未熟さゆえに落馬する者もあり、悪路のために退路を断たれる者もあることは避けられない。
καὶ γὰρ πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο.
なぜなら、人が望むような、退却に適した広い場所を見出すことは困難だからである。
§8.14ὑπό γε μὴν τοῦ πλήθους καὶ συμπίπτοιεν ἂν καὶ ἐμποδίζοντες πολλὰ ἂν ἀλλήλους κακουργοῖεν.
しかも、大勢であるがゆえに衝突し合い、互いを妨害して多くの損害を与え合うことにもなるだろう。
οἱ δʼ ἀγαθοὶ ἵπποι καὶ ἱππεῖς δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν ἄλλως τε ἂν καὶ μηχανᾶταί τις τοῖς διώκουσι φόβον ἀπὸ τῶν περιττῶν ἱππέων.
これに対して、優れた馬と騎手たちはそのような状況からでも逃れることができる。 とりわけ、追撃する者たちに対して、余剰の騎兵を用いて恐怖を抱かせる策略を誰かが用いるならば、なおさらである。
§8.15σύμφορον δʼ εἰς τοῦτο καὶ αἱ ψευδενέδραι·
この目的のためには、擬似的な伏兵も有効である。
χρήσιμον δὲ κἀκεῖνο, τὸ εὑρίσκειν πόθεν ἂν οἱ φίλοι ἐξ ἀσφαλοῦς ἐπιφαινόμενοι βραδυτέρους τοὺς διώκοντας παρέχοιεν.
また、味方が安全な場所から突如姿を現すことで、追撃する敵の速度を鈍らせることができる場所を見出しておくことも有用である。
§8.16ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὡς πόνοις καὶ τάχει οἱ ὀλίγοι τῶν πολλῶν πολὺ μᾶλλον ἢ οἱ πολλοὶ τῶν ὀλίγων περιγίγνοιντʼ ἄν.
さらにまた、労苦への耐性と速度においては、少数が多数に勝つ方が、多数が少数に勝つよりもはるかに容易であるということも明らかである。
καὶ οὐ λέγω ὡς διὰ τὸ ὀλίγοι εἶναι καὶ πονεῖν μᾶλλον δυνήσονται καὶ θάττους ἔσονται, ἀλλʼ ὅτι ῥᾷον εὑρεῖν ὀλίγους ἢ πολλοὺς τοὺς καὶ τῶν ἵππων ἐπιμελησομένους ὡς δεῖ καὶ αὐτοὺς φρονίμως μελετήσοντας τὴν ἱππικήν.
そして私は、少人数だからという理由でより労苦に耐えることができ、より速くなるのだと言っているのではない。 馬を本来あるべき姿に世話をし、自らも賢明に乗馬を鍛錬する者を、大人数よりも小人数の中から見出す方が容易だからである、と言っているのである。
§8.17ἢν δέ ποτε συμβαίνῃ ἀγωνίζεσθαι πρὸς παραπλησίους ἱππέας, ἐγὼ μὲν οἶμαι οὐκ ἂν χεῖρον εἶναι εἴ τις δύο τάξεις ἐκ τῆς φυλῆς ποιήσειεν, καὶ τῆς μὲν ὁ φύλαρχος ἡγοῖτο,
もし敵と同等の騎兵と戦う状況が生じた場合、自身の部隊から二つの分隊を作り、一方を部隊長自身が率いるのが最善であると私は考える。
§8.18τῆς δὲ ἄλλης ὅστις ἄριστος δοκοίη εἶναι, οὗτος δὲ τέως μὲν ἕποιτο κατʼ οὐρὰν τῆς μετὰ τοῦ φυλάρχου τάξεως, ἐπεὶ δʼ ἐγγὺς ἤδη εἶεν οἱ ἀντίπαλοι, ἀπὸ παραγγέλσεως παρελαύνοι ἐπὶ τοὺς πολεμίους.
他方の分隊は最も優秀と思われる者が率い、この者がしばらくは部隊長が率いる分隊の直後に従い、敵がすでに近づいたところで、合図に従って横から駆け抜けて敵に襲いかかるようにする。
οὕτω γὰρ οἶμαι καὶ ἐκπληκτικωτέρους τοῖς ἐχθροῖς ἂν εἶναι καὶ δυσμαχωτέρους.
このようにすれば、敵に対してより驚異を与え、戦いづらくさせることができると私は思う。
§8.19εἰ δὲ καὶ πεζοὺς ἔχοιεν ἑκάτεροι, καὶ οὗτοι ἀποκεκρυμμένοι ὄπισθεν τῶν ἱππέων, ἐξαπίνης δὲ παραφαινόμενοι καὶ ὁμόσε ἰόντες δοκοῦσιν ἄν μοι τὴν νίκην πολὺ μᾶλλον κατεργάζεσθαι.
もし両軍が歩兵も有しており、その歩兵たちが騎兵の背後に隠されており、突如姿を現して白兵戦に突入するならば、私の考えでは、はるかに確実に勝利をもたらすであろう。
ὁρῶ γὰρ τὰ παράδοξα ἢν μὲν ἀγαθὰ ᾖ, μᾶλλον εὐφραίνοντα τοὺς ἀνθρώπους, ἢν δὲ δεινά, μᾶλλον ἐκπλήττοντα.
なぜなら、予期せぬ出来事は、それが良いことであれば人々をより喜ばせ、恐ろしいことであればより大きな恐慌に陥れるのを私は見ているからである。
§8.20ταῦτα δὲ γνοίη ἄν τις μάλιστα ἐνθυμούμενος ὡς οἵ τε ἐνέδραις ἐμπίπτοντες ἐκπλήττονται, καὶ ἐὰν πολὺ πλείους ὦσι, καὶ ὅταν πολέμιοι ἀλλήλοις ἀντικάθωνται, ὡς πολὺ ταῖς πρώταις ἡμέραις φοβερώτατα ἔχουσιν.
このことは、伏兵に陥った者たちが、たとえ自分たちの方がはるかに多人数であっても驚愕すること、また敵対する両軍が対峙するとき、最初の数日間ははるかに強い恐怖を感じるものであることを考えれば、誰でも深く理解できるであろう。
§8.21ἀλλὰ τὸ μὲν διατάξαι ταῦτα οὐ χαλεπόν·
しかし、これらを配置することは困難ではない。
τὸ δʼ εὑρεῖν τοὺς φρονίμως καὶ πιστῶς καὶ προθύμως καὶ εὐψύχως παρελῶντας ἐπὶ τοὺς πολεμίους, τοῦτο ἤδη ἀγαθοῦ ἱππάρχου.
賢明に、忠実に、熱意と勇気を持って敵へと進撃する者たちを見出すこと、これこそがまさに優れた騎兵隊長の手腕である。
§8.22δεῖ γὰρ καὶ λέγειν αὐτὸν ἱκανὸν εἶναι καὶ ποιεῖν τοιαῦτα ἀφʼ ὧν οἱ ἀρχόμενοι γνώσονται ἀγαθὸν εἶναι τό τε πείθεσθαι καὶ τὸ ἕπεσθαι καὶ τὸ ὁμόσε ἐλαύνειν τοῖς πολεμίοις καὶ ἐπιθυμήσουσι τοῦ καλόν τι ἀκούειν καὶ δυνήσονται ἃ ἂν γνῶσιν ἐγκαρτερεῖν.
なぜなら、従う者たちが、命令に従うこと、追随すること、敵に向かって突撃することが良いことであると理解し、名誉ある評判を得ることを熱望し、決意したことをやり通すことができるように、彼らを導くような言葉を語り、また行動を起こす能力が、隊長自身に備わっていなければならないからである。
§8.23ἐὰν δέ ποτε αὖ ἢ φαλάγγων ἀντιτεταγμένων ἢ χωρίων ἑκατέροις ὑπαρχόντων ἐν τῷ μέσῳ τοῖς ἱππεῦσιν ἀναστροφαί τε καὶ διώξεις καὶ ἀποχωρήσεις γίγνωνται, εἰώθασι μὲν ὡς τὰ πολλὰ ἐκ τῶν τοιούτων ὁρμᾶν μὲν βραδέως ἀμφότεροι, τὸ δʼ ἐν μέσῳ τάχιστα ἐλαύνειν.
また、もし戦列が対峙しているか、あるいは双方が防衛拠点(要塞)を有しており、その中間地帯で騎兵による旋回、追撃、退却が行われるような場合には、両軍ともそのような状況からは緩慢に発進し、中間地帯においては極めて速く駆け抜けるのが通常である。
§8.24ἢν δέ τις οὕτω προδείξας ἔπειτα ἐκ τῶν ἀναστροφῶν ταχέως τε διώκῃ καὶ ταχέως ἀποχωρῇ, βλάπτειν τʼ ἂν μάλιστα τοὺς πολεμίους δύναιτο καὶ ὡς τὸ εἰκὸς ἀσφαλέστατʼ ἂν διάγοι, ταχὺ μὲν διώκων ἐν ᾧ ἂν ἐγγὺς ᾖ τοῦ ἑαυτοῦ ἰσχυροῦ, ταχὺ δὲ ἀποχωρῶν ἀπὸ τῶν τοῖς πολεμίοις ἰσχυρῶν.
もし誰かがそのように動く気配を見せておいて、旋回の直後から速やかに追撃し、また速やかに退却するならば、敵に最大の損害を与え、かつ極めて安全に行動できる可能性が高い。 すなわち、味方の強力な味方が近くにいる間は素早く追撃し、敵の強力な味方からは素早く退却するのである。
§8.25εἰ δὲ καὶ λαθεῖν δύναιτο ἀπὸ τῆς τάξεως ἑκάστης καταλιπὼν ἢ τέτταρας ἢ πέντε τῶν κρατίστων ἵππων τε καὶ ἀνδρῶν, πολὺ ἂν προέχοιεν εἰς τὸ ἐπαναστρεφομένοις τοῖς πολεμίοις ἐμπίπτειν.
もしさらに、各部隊から最も優れた馬と男を四、五人ずつ密かに残しておくことができるならば、彼らは、反転して襲いかかってくる敵に不意打ちをかける上で極めて有利となるであろう。