§8.1τοὺς μέντοι μέλλοντας δυνήσεσθαι ἀσφαλῶς τὸ πολὺ κρεῖττον στράτευμα κακουργεῖν σαφῶς δεῖ τοσοῦτον διαφέρειν ὥστε αὐτοὺς μὲν ἀσκητὰς φαίνεσθαι τῶν πολεμικῶν ἐν ἱππικῇ ἔργων, τοὺς δὲ πολεμίους ἰδιώτας.
然而,那些要能够安全地给强大得多的敌军造成伤害的人,显然必须优秀到如此程度,以至于他们自己看起来是骑马作战事务中的行家里手,而敌人则是外行。
§8.2τοῦτο δʼ ἂν εἴη πρῶτον μὲν εἰ οἱ λῄζεσθαι μέλλοντες ἐκπεπονημένοι εἶεν τῇ ἐλάσει, ὥστε δύνασθαι στρατιωτικοὺς πόνους ὑποφέρειν· οἱ γὰρ πρὸς ταῦτα ἀμελῶς ἔχοντες καὶ ἵπποι καὶ ἄνδρες εἰκότως ἂν ὥσπερ γυναῖκες πρὸς ἄνδρας ἀγωνίζοιντο.
而这首先需要,那些准备进行袭击的人在骑行上经过艰苦的训练,以便能够承受军事上的劳苦;因为对这些事情掉以轻心的马匹和人,自然会像女人对男人那样进行战斗。
§8.3οἱ δέ γε δεδιδαγμένοι τε καὶ εἰθισμένοι τάφρους διαπηδᾶν καὶ τειχία ὑπεραίρειν καὶ ἐπʼ ὄχθους ἀνάλλεσθαι καὶ ἀφʼ ὑψηλῶν ἀσφαλῶς κατιέναι καὶ τὰ κατάντη ταχὺ ἐλαύνεσθαι, οὗτοι δʼ αὖ τοσοῦτον διαφέροιεν ἂν τῶν ἀμελετήτων ταῦτα ὅσονπερ πτηνοὶ πεζῶν· οἱ δέ γε αὖ τοὺς πόδας ἐκπεπονημένοι τῶν ἀτριβῶν πρὸς τραχέα ὅσονπερ ὑγιεῖς χωλῶν· καὶ οἵ γε τῶν τόπων ἔμπειροι πρὸς τοὺς ἀπείρους τοσοῦτον ἐν ταῖς προελάσεσι καὶ ἀποχωρήσεσι διαφέροιεν ἂν ὅσονπερ οἱ ὁρῶντες τῶν τυφλῶν.
另一方面,那些受过教导并习惯于跃过沟渠、跨过矮墙、跳上土丘、安全地从高处下来以及快速骑下陡坡的人,这些人比起未曾练习过这些的人来,其优势就像有翼之物比起步行之物一样;而那些足部经过艰苦训练的马,在粗糙崎岖的地面上比起未曾磨练的来,其优势就像健康的人比起瘸子一样;而在前行和撤退中,熟悉地形的人比起不熟悉的人来,其优势就像看得见的人比起盲人一样。
§8.4καὶ τοῦτο δὲ χρὴ εἰδέναι, ὅτι εὐωχούμενοι μὲν οἱ ἵπποι, ἐκπεπονημένοι δὲ ὥστε μὴ ἀποπνίγεσθαι ἐν τοῖς πόνοις, εὖ παρεσκευασμένοι εἰσί.
此外也必须知道,马匹喂养得好,并且经过训练以至于在劳苦中不至于窒息,就说明它们已经准备妥当。
χρὴ δέ, ἐπείπερ χαλινοὶ καὶ ἐφίππια ἐξ ἱμάντων ἠρτημένα ἐστί, μήποτε τὸν ἵππαρχον τούτων ἔρημον εἶναι· μικρᾷ γὰρ δαπάνῃ τοὺς ἀποροῦντας χρησίμους ἂν παρέχοιτο.
而且,既然马衔和鞍垫是由皮带悬挂的,骑兵指挥官就绝不能缺少这些东西;因为只需花很少的费用,他就能使那些缺乏装备的人发挥作用。
§8.5εἰ δέ τις νομίζοι πολλὰ ἔχειν ἂν πράγματα, εἰ οὕτω δεήσει ἀσκεῖν τὴν ἱππικήν, ἐνθυμηθήτω ὅτι οἱ εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀσκοῦντες πολὺ πλείω πράγματα καὶ χαλεπώτερα ἔχουσιν ἢ οἱ τὴν ἱππικὴν τὰ μάλιστα μελετῶντες.
如果有人认为,若是必须这样训练骑术,自己就会有许多麻烦,那么请他想一想,那些为了体育竞技而训练的人,比起把骑术练习到极点的人来,有着多得多且更艰难的麻烦。
§8.6καὶ γὰρ τῶν μὲν γυμνικῶν ἀσκημάτων τὰ πολλὰ σὺν ἱδρῶτι ἐκπονοῦνται, τῆς δὲ ἱππικῆς τὰ πλεῖστα μεθʼ ἡδονῆς.
因为体育训练的大多数项目都是伴随着汗水辛勤练就的,而骑术的大部分则是伴随着快乐。
ὅπερ γὰρ εὔξαιτʼ ἄν τις πτηνὸς γενέσθαι, οὐκ ἔστιν ὅ τι μᾶλλον τῶν ἀνθρωπίνων ἔργων ἔοικεν αὐτῷ.
事实上,人们所祈求成为的有翼状态,在人类的活动中,没有比骑术更相似的了。
§8.7καὶ μὴν τό γʼ ἐν πολέμῳ νικᾶν πολλῷ ἐνδοξότερον ἢ πυγμῇ· μετέχει μὲν γάρ τι καὶ ἡ πόλις ταύτης τῆς δόξης· ὡς δὲ τὰ πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστʼ οὐκ οἶδʼ ἔγωγε τί προσήκει ἄλλʼ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά.
况且,在战争中获胜比起在拳击中获胜要光荣得多;因为城邦也分享了这一荣耀的部分;而且通常,神明会因战争的胜利和繁荣而给城邦戴上冠冕,所以,我个人不知道还有什么其他事情比军事更值得去训练。
§8.8ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων.
还必须想到,即使是海上的海盗,因为训练过承受劳苦,也能够靠着从比自己强大得多的人那里夺取来维持生活。
προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι· ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δʼ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.
然而,在陆地上,进行袭击同样不适合那些享有自己财产果实的人,而适合那些缺乏食物的人;因为人要么必须劳作,要么必须靠被劳作出来的东西养活;否则,既不容易生存,也不容易获得和平。
§8.9μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον· οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι.
还要记住这一点:绝不要在自己身后留有对马匹而言难以通行的地形的情况下,去向更强的力量发起进攻;因为在逃跑时绊倒和在追击时绊倒是不一样的。
§8.10ἔτι δὲ βούλομαι ὑπομνῆσαι καὶ τόδε φυλάττεσθαι.
此外,我还想提醒大家防范这一点。
εἰσὶ γάρ τινες οἵ, ὅταν μὲν ἴωσιν ἐπὶ τούτους ὧν ἂν οἴωνται κρείττους εἶναι, παντάπασιν ἀσθενεῖ δυνάμει ἔρχονται, ὥστε πολλάκις ἔπαθον ἃ ᾤοντο ποιήσειν· ὅταν δʼ ἐπὶ τούτους ὧν ἂν σαφῶς ἐπίστωνται ἥττους ὄντες, πᾶσαν ὅσην ἂν ἔχωσι δύναμιν ἄγουσιν.
因为有些人,当他们去对付那些他们认为自己优于的敌人时,带着完全微弱的力量前去,以至于常常遭受了他们原以为要施加给别人的痛苦;但当他们去对付那些他们清楚知道自己不敌的敌人时,却带去了他们所拥有的全部力量。
§8.11ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν· ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ· τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν·
但我认为应当做相反的事:当一个人以为能够获胜而带兵前去时,不要吝惜自己所拥有的任何力量;因为以绝对优势获胜从未让任何人后悔过。
§8.12ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους.
另一方面,当袭击强大得多的敌人时,并且预先知道在尽其所能之后必须撤退,我说在这样的情况下,带少数人前去比带全体人前去好得多,但这些人必须是精选的、最强健的马匹和人。
τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο.
因为只要是这样的人,他们既能有所作为,也能更安全地撤离。