§4.10καὶ τὸ μέτωπον δὲ οὕτως μηκύνοιεν ἂν τῆς τάξεως ἀταράκτως οἱ πεμπάδαρχοι παράγοντες, ὁπότε τούτου καιρὸς εἴη.
同样,当有此需要时,五人长通过如此并列引导,也可以在不发生混乱的情况下拓宽队列的正面。
ὅταν γε μὴν προφυλάττειν δέῃ, ἐγὼ μὲν ἀεὶ ἐπαινῶ τὰς κρυπτὰς σκοπάς τε καὶ φυλακάς· οὕτω γὰρ ἅμα μὲν τῶν φίλων φυλακαὶ γίγνονται, ἅμα δὲ τοῖς πολεμίοις ἐνέδραι κατασκευάζονται.
然而,当需要设立前哨时,我个人总是赞赏隐蔽的哨所和守备;因为这样一来,它们既能作为盟友的防卫,同时又能对敌人设下伏击。
§4.11καὶ αὐτοὶ μὲν δυσεπιβουλευτότεροί εἰσιν ἀφανεῖς ὄντες, τοῖς δὲ πολεμίοις φοβερώτεροι.
他们因不显露身形而更难受到算计,且对敌人而言更为可怕。
τὸ γὰρ εἰδέναι μὲν ὅτι εἰσί που φυλακαί, ὅπου δʼ εἰσὶ καὶ ὁπόσαι μὴ εἰδέναι, τοῦτο θαρσεῖν μὲν κωλύει τοὺς πολεμίους, ὑποπτεύειν δὲ ἀναγκάζει πάντα τὰ χωρία·
因为虽然知道某处设有哨所,却不知道具体在何处以及有多少,这阻碍了敌人产生自信,反而强迫他们怀疑所有的地形。
αἱ δὲ φανεραὶ φυλακαὶ δῆλα παρέχουσι καὶ τὰ δεινὰ καὶ τὰ εὐθαρσῆ.
而显露的哨所则将危险之处和可以放心之处都暴露无遗。
§4.12ἔτι δὲ τῷ κρυπτὰς ἔχοντι φυλακὰς ἐξέσται μὲν φανεροῖς ὀλίγοις ἔμπροσθεν τῶν κρυπτῶν φυλάττοντα πειρᾶσθαι τοὺς πολεμίους εἰς ἐνέδρας ὑπάγειν· ἀγρευτικὸν δὲ καὶ ὄπισθεν τῶν κρυπτῶν ἄλλοις φανεροῖς ἔστιν ὅτε φυλάττειν· καὶ τοῦτο γὰρ ἐξαπατητικὸν τῶν πολεμίων ὁμοίως τῷ πρόσθεν εἰρημένῳ.
此外,对于设有隐蔽哨所的人来说,可以通过在隐蔽哨所前方安置少数显露的哨兵进行防守,从而企图将敌人诱入伏击圈;有时在隐蔽哨所后方安置其他显露的哨兵进行防守,也同样有利于捕获猎物;因为这也和前面所说的方法一样,具有欺骗敌人的效果。
§4.13ἀλλὰ μὴν φρονίμου γε ἄρχοντος καὶ τὸ μήποτε κινδυνεύειν ἑκόντα, πλὴν ὅπου ἂν πρόδηλον ᾖ ὅτι πλέον ἕξει τῶν πολεμίων· τὸ δὲ ὑπηρετεῖν τὰ ἥδιστα τοῖς πολεμίοις προδοσία τῶν ξυμμάχων δικαίως ἂν μᾶλλον ἢ ἀνδρεία κρίνοιτο.
然而,对于贤明的将领来说,绝不应当自愿冒险,除非在预先显然能够战胜敌人的地方;因为满足敌人最渴望的事,更合理地应当被判定为对盟友的背叛,而不是勇敢。
§4.14σῶφρον δὲ καὶ τὸ ἐκεῖσε ὁρμᾶν ὅπου ἂν ἀσθενῆ τὰ τῶν πολεμίων ᾖ, κἂν πρόσω ὄντα τυγχάνῃ.
此外,奔向敌方虚弱之处也是明智的,即便该处可能十分遥远。
τὸ γὰρ σφόδρα πονῆσαι ἀκινδυνότερον ἢ πρὸς τοὺς κρείττους ἀγωνίζεσθαι.
因为极度劳顿,也比与更强大的对手竞争来得安全。
§4.15ἢν δέ πῃ εἰς μέσον φιλίων τειχέων εἰσίωσιν οἱ πολέμιοι, κἂν πολὺ κρείττους ὄντες, καλὸν μὲν ἐντεῦθεν ἐπιχειρεῖν ὁποτέρωθι ἂν λελήθῃς παρών, καλὸν δὲ καὶ ἅμα ἀμφοτέρωθεν.
如果敌人在某处攻入盟友的城墙之间,即便他们要强大得多,从你隐匿存在的任何一侧发起进攻都是好的,两边同时发起也同样是好的。
ὅταν γὰρ οἱ ἕτεροι ἀποχωρῶσιν, οἱ ἐκ τοῦ ἐπὶ θάτερα ἐλαύνοντες ταράττοιεν μὲν ἂν τοὺς πολεμίους, σῴζοιεν δʼ ἂν τοὺς φίλους.
因为当其中一方退却时,从另一侧冲锋的人就会使敌人陷入混乱,并解救自己的朋友。
§4.16καὶ τὸ μὲν διὰ κατασκόπων πειρᾶσθαι εἰδέναι τὰ τῶν πολεμίων πάλαι εἴρηται ὡς ἀγαθόν ἐστιν· ἐγὼ δὲ πάντων ἄριστον νομίζω εἶναι τὸ αὐτὸν πειρᾶσθαι, ἢν ᾖ ποθεν ἐξ ἀσφαλοῦς, θεώμενον τοὺς πολεμίους ἀθρεῖν ἤν τι ἁμαρτάνωσι.
至于企图通过间谍了解敌人的情况,早就说过这是有益的;但我认为,最上策是在安全的前提下,亲自通过观察来注视敌人,看他们是否犯了什么错误。
§4.17καὶ τὸ μὲν κλαπῆναι δυνατὸν πέμπειν χρὴ τοὺς ἐπιτηδείους κλέψοντας, τὸ δʼ ἁρπασθῆναι ἐγχωροῦν ἐφιέναι τοὺς ἁρπάσοντας.
对于可以窃取之物,应当派遣合适的人去窃取;对于允许抢夺之物,应当放手让抢夺的人去。
ἢν δὲ πορευομένων ποι τῶν πολεμίων ἀπαρτᾶταί τι ἀσθενέστερον τῆς αὑτοῦ δυνάμεως ἢ θαρροῦν ἀποσκεδαννύηται, οὐδὲ τοῦτο χρὴ λανθάνειν· ἀεὶ μέντοι τῷ ἰσχυροτέρῳ τὸ ἀσθενέστερον θηρᾶν.
如果敌人在向某处行军时,有比我方力量更弱的部分被孤立出来,或是由于自满而分散,这也绝不能漏掉;然而,必须始终以较强的一方去捕猎较弱的一方。
§4.18δυνατὸν δὲ προσέχοντι τὸν νοῦν ταῦτα καταμανθάνειν, ἐπεὶ καὶ τὰ βραχυγνωμονέστερα ἀνθρώπου θηρία, οἵ τε ἴκτινοι δύνανται ὃ ἂν ἀφύλακτον ᾖ ἀφαρπάσαντες εἰς τὸ ἀσφαλὲς ἀποχωρεῖν πρὶν ληφθῆναι, καὶ οἱ λύκοι δὲ τά τε ἐρημούμενα φυλακῆς ἀγρεύουσι καὶ τὰ ἐν τοῖς δυσοράτοις κλέπτουσι, §4.19κἂν μεταθέων γέ τις ἐπιγίγνηται κύων, ἢν μὲν ἥττων ᾖ, τούτῳ ἐπιτίθεται, ἢν δὲ κρείττων, ἀποσπάσας ὅ τι ἂν ἔχῃ ἀποχωρεῖ.
只要留心,就能领会这些,因为即使是比人智力低下的野兽——鸢能够夺走任何疏于防守之物,并在被抓住前退回到安全地带,而狼则捕猎无人看守的猎物,并窃取处于不易看见之处的东西,如果有追赶的狗赶来,若是较弱,它们就发起攻击;若是较强,它们就拖走所有的东西并退却。
ὅταν δέ γε φυλακῆς καταφρονήσωσι λύκοι, τάξαντες ἑαυτῶν τοὺς μὲν ἀπελάσαι τὴν φυλακήν, τοὺς δὲ ἁρπάζειν, οὕτω τὰ ἐπιτήδεια πορίζονται.
当狼藐视守卫时,它们安排好各自的分工,有的负责赶走守卫,有的负责抢夺,便以此方式获取食物。
§4.20θηρίων γε μὴν δυναμένων τὰ τοιαῦτα φρονίμως λῄζεσθαι, πῶς οὐκ ἄνθρωπόν γε ὄντα εἰκὸς σοφώτερον τούτων φαίνεσθαι ἃ καὶ αὐτὰ τέχνῃ ὑπʼ ἀνθρώπου ἁλίσκεται;
既然野兽都能如此聪明地劫掠,那么作为人,难道不应该显得比这些自身还会因人的技术而被捕获的动物更为聪明吗?