§4.1ἔν γε μὴν ταῖς πορείαις ἀεὶ δεῖ τὸν ἵππαρχον προνοεῖν ὅπως ἀναπαύῃ μὲν τῶν ἵππων τὰς ἕδρας, ἀναπαύῃ δὲ τοὺς ἱππέας τῷ βαδίζειν, μέτριον μὲν ὀχοῦντα, μέτριον δὲ πεζοποροῦντα.
此外,在行军中,骑兵总监必须时刻注意,通过适度的骑乘和适度的步行,来让马背得到休息,并让骑兵通过步行得到休息。
τοῦ δὲ μετρίου ἐννοῶν οὐκ ἂν ἁμαρτάνοις· αὐτὸς γὰρ μέτρον ἕκαστος τοῦ μὴ λαθεῖν ὑπερπονοῦντας.
如果你能心中记住这个适度,就不会犯错;因为你本人就是每一个人的尺度,使他们在过度劳累时不会脱离你的视线。
§4.2ὅταν μέντοι ἀδήλου ὄντος εἰ πολεμίοις ἐντεύξῃ πορεύῃ ποι, κατὰ μέρος χρὴ τὰς φυλὰς ἀναπαύειν.
然而,当不确定是否会遭遇敌人而向某处行军时,应当让各部族轮流休息。
χαλεπὸν γὰρ εἰ πᾶσι καταβεβηκόσι πλησιάσειαν οἱ πολέμιοι.
因为如果所有人都下马时敌人逼近,那将是件麻烦的事。
§4.3καὶ ἢν μέν γε διὰ στενῶν ὁδῶν ἐλαύνῃς, ἀπὸ παραγγέλσεως εἰς κέρας ἡγητέον· ἢν δὲ πλατείαις ἐπιτυγχάνῃς ὁδοῖς, ἀπὸ παραγγέλσεως αὖ πλατυντέον τῆς φυλῆς ἑκάστης τὸ μέτωπον· ὅταν γε μὴν εἰς πεδίον ἀφικνῆσθε, ἐπὶ φάλαγγος πάσας τὰς φυλὰς ἀκτέον.
如果你骑行通过狭窄的道路,必须根据命令排成纵队前进;如果遇到宽阔的道路,则必须再次根据命令拓宽每个部族的正面;而当你们到达平原时,必须将所有部族排成方阵行进。
ἀγαθὸν γὰρ καὶ μελέτης ἕνεκα ταῦτα ποιεῖν καὶ τοῦ ἥδιον διαπερᾶν τὰς ὁδοὺς ποικίλλοντας ἱππικαῖς τάξεσι τὰς πορείας.
因为这样做既有利于训练,也能通过用骑兵队形使行军多样化,从而更愉快地通过这些道路。
§4.4ὅταν μέντοι ἔξω τῶν ὁδῶν διὰ δυσχωριῶν ἐλαύνητε, μάλα χρήσιμον καὶ ἐν πολεμίᾳ καὶ ἐν φιλίᾳ προελαύνειν τῆς φυλῆς ἑκάστης τῶν ὑπηρετῶν οἵτινες, ἢν ἀπόροις νάπαις ἐντυγχάνωσι, παριόντες ἐπὶ τὰ εὔπορα δηλώσουσι τοῖς ἱππεῦσιν ᾗ χρὴ τὴν ἔλασιν ποιεῖσθαι, ὡς μὴ ὅλαι αἱ τάξεις πλανῶνται.
然而,当你们偏离道路通过险峻地形骑行时,无论在敌方还是友方领土上,让各部族的随从中的某些人先行都非常有用。 这些人如果在遇到无法通行的峡谷时,能够走到易于通行的地方,并向骑兵指示应当如何行进,免得整个队伍迷失方向。
§4.5ἢν δὲ διʼ ἐπικινδύνων ἐλαύνητέ που, φρονίμου ἱππάρχου τὸ τῶν προόδων ἄλλους προόδους διερευνωμένους προηγεῖσθαι (τὸ γὰρ ὡς ἐκ πλείστου προαισθάνεσθαι πολεμίων χρήσιμον καὶ πρὸς τὸ ἐπιθέσθαι καὶ πρὸς τὸ φυλάξασθαι), καὶ τὸ ἀναμένειν δὲ ἐπὶ ταῖς διαβάσεσιν, ὡς μὴ κατακόπτωσι τοὺς ἵππους οἱ τελευταῖοι τὸν ἡγεμόνα διώκοντες.
如果你们在危险的地方骑行,贤明的骑兵总监应当派遣其他负责侦察的前哨在先头部队之前先行(因为尽可能远地预先发现敌人,无论对于进攻还是防备都非常有用),并且要在渡口处等待,免得队尾的人为了追赶领队而使马匹精疲力竭。
ἴσασι μὲν οὖν ταῦτα σχεδὸν ἅπαντες, καρτερεῖν δʼ ἐπιμελούμενοι οὐ πολλοὶ ἐθέλουσι.
几乎所有人都知道这些事,但没有多少人愿意坚持做好这些日常防范。
§4.6προσήκει δὲ ἱππάρχῳ ἔτι ἐν εἰρήνῃ ἐπιμελεῖσθαι ὅπως ἐμπείρως ἕξει τῆς τε πολεμίας καὶ τῆς φιλίας χώρας· ἢν δʼ ἄρα αὐτὸς ἀπείρως ἔχῃ, τῶν ἄλλων γε δὴ τοὺς ἐπιστημονεστάτους ἑκάστων τόπων παραλαμβάνειν.
骑兵总监应当在和平时期就注意使自己对敌国和盟国的土地都了如指掌;如果他自己确实缺乏经验,至少应当随身带上对各处地理最熟悉的其他人。
πολὺ γὰρ διαφέρει ἡγούμενος ὁ εἰδὼς τὰς ὁδοὺς τοῦ μὴ εἰδότος, καὶ ἐπιβουλεύων δὲ πολεμίοις ὁ εἰδὼς τοὺς τόπους τοῦ μὴ εἰδότος πολὺ διαφέρει.
因为认识路的领队与不认识路的领队大不相同,而在谋划对付敌人时,了解地形的人与不了解地形的人也大不相同。
§4.7καὶ κατασκόπων δὲ πρὶν πόλεμον εἶναι δεῖ μεμεληκέναι, ὅπως ἔσονται καὶ ἐκ πόλεων ἀμφοτέροις φιλίων καὶ ἐξ ἐμπόρων· πᾶσαι γὰρ αἱ πόλεις τοὺς εἰσάγοντάς τι ἀεὶ ὡς εὐμενεῖς δέχονται· καὶ ψευδαυτόμολοι δʼ ἔστιν ὅτε χρήσιμον.
在战争爆发前,必须已经安排好间谍,使他们既来自对双方都友好的城市,也来自商人;因为所有的城市总是把进口物资的人当作友好人士来接纳;有时,假投降者也是有用的。
§4.8οὐ μέντοι τοῖς γε κατασκόποις δεῖ ποτε πιστεύοντα φυλακῆς ἀμελεῖν, ἀλλʼ ἀεὶ οὕτως κατεσκευάσθαι χρή, ὥσπερ ἢν ἥξοντες εἰσηγγελμένοι ὦσιν οἱ πολέμιοι.
然而,决不能因为信任间谍而疏于防范,而应当始终做好准备,就如同已经接到敌人即将来袭的报告一样。
καὶ γὰρ ἢν πάνυ πιστοὶ ὦσιν οἱ κατάσκοποι, χαλεπὸν ἐν καιρῷ ἀπαγγέλλειν· πολλὰ γὰρ ἐν πολέμῳ τὰ ἐμπόδια συμπίπτει.
因为即使间谍非常忠实,也很难及时汇报;因为战争中往往会遇到许多障碍。
§4.9τάς γε μὴν ἐξαγωγὰς τοῦ ἱππικοῦ ἧττον ἂν οἱ πολέμιοι αἰσθάνοιντο, εἰ ἀπὸ παραγγέλσεως γίγνοιντο μᾶλλον ἢ εἰ ὑπὸ κήρυκος ἢ εἰ ἀπὸ προγραφῆς.
此外,如果骑兵队的出动是通过传达口令,而不是通过传令官或告示来进行,敌人就更难发觉。
ἀγαθὸν οὖν καὶ πρὸς τὸ διὰ παραγγέλσεως ἐξάγειν τὸ δεκαδάρχους καθιστάναι, καὶ ἐπὶ τοῖς δεκαδάρχοις πεμπαδάρχους, ἵνα ὡς ἐλαχίστοις ἕκαστος παραγγέλλῃ·
因此,为了通过口令来带出部队,设立十人长,并在十人长之下设立五人长是有好处的,以便每个人向尽可能少的人传达口令。