§5.1κἀκεῖνό γε μὴν εἰδέναι ἱππικοῦ ἀνδρός, ἐκ πόσου ἂν ἵππος πεζὸν ἕλοι καὶ ἐξ ὁπόσου βραδεῖς ἵπποι ταχεῖς ἂν ἀποφύγοιεν.
而且,骑手也应当知道这一点:骑兵在多大距离内能追上步兵,以及慢马在多大距离内能避开快马。
ἱππαρχικὸν δὲ καὶ χωρία γιγνώσκειν ἔνθα πεζοὶ κρείττους ἱππέων καὶ ἔνθα πεζῶν κρείττους ἱππῆς.
而了解何处步兵强于骑兵、何处骑兵强于步兵,也是骑兵将领的职责。
§5.2χρὴ δὲ μηχανητικὸν εἶναι καὶ τοῦ πολλοὺς μὲν φαίνεσθαι τοὺς ὀλίγους ἱππέας, πάλιν δʼ ὀλίγους τοὺς πολλούς, καὶ τοῦ δοκεῖν παρόντα μὲν ἀπεῖναι, ἀπόντα δὲ παρεῖναι, καὶ τοῦ μὴ τὰ τῶν πολεμίων μόνον κλέπτειν ἐπίστασθαι, ἀλλὰ καὶ τοὺς ἑαυτοῦ ἱππέας ἅμα κλέπτοντα ἐξ ἀπροσδοκήτου τοῖς πολεμίοις ἐπιτίθεσθαι.
将领还必须善于出谋划策:既能使少数骑兵显得众多,反之又能使多数显现为少数;既能显得身在彼处却不在,又在不在之处显得身在;并且不仅要懂得窃取敌人的情报,还要在隐藏自己骑兵的同时,出其不意地袭击敌人。
§5.3ἀγαθὸν δὲ μηχάνημα καὶ τὸ δύνασθαι, ὅταν μὲν τὰ ἑαυτοῦ ἀσθενῶς ἔχῃ, φόβον παρασκευάζειν τοῖς πολεμίοις ὡς μὴ ἐπίθωνται, ὅταν δʼ ἐρρωμένως, θάρσος αὐτοῖς ἐμποιεῖν ὡς ἐγχειρῶσιν.
此外,当自身力量虚弱时,能够给敌人制造恐惧使其不敢进攻,而强壮时,又能在其心中注入勇气使其贸然尝试,这也是极好的谋略。
οὕτω γὰρ αὐτὸς μὲν ἂν ἥκιστα κακῶς πάσχοις, τοὺς δὲ πολεμίους μάλιστʼ ἂν ἁμαρτάνοντας λαμβάνοις.
因为如此一来,你自己将蒙受最少的损失,而能最大限度地抓住犯错的敌人。
§5.4ὅπως δὲ μὴ προστάττειν δοκῶ ἀδύνατα, γράψω καὶ ὡς ἂν γίγνοιτο τὰ δοκοῦντα αὐτῶν χαλεπώτατα εἶναι.
为了不让人觉得我是在命令无法办到的事,我也会写下这些看似最困难的事该如何实现。
τὸ μὲν τοίνυν μὴ σφάλλεσθαι ἐγχειροῦντα διώκειν ἢ ἀποχωρεῖν ἐμπειρία ποιεῖ ἵππων δυνάμεως.
那么,在企图追击或退却时不犯错误,是由对马匹能力的经验所决定的。
πῶς δʼ ἂν ἐμπείρως ἔχοις;
你又如何能获得经验呢?
εἰ προσέχοις τὸν νοῦν ἐν ταῖς μετὰ φιλίας ἀνθιππασίαις οἷοι ἀποβαίνουσιν ἐκ τῶν διώξεων τε καὶ φυγῶν.
只要在与盟友进行的对抗骑行中,留心追击和逃跑的结果是如何演变的即可。
§5.5ὅταν μέντοι βούλῃ τοὺς ἱππέας πολλοὺς φαίνεσθαι, ἓν μὲν πρῶτον ὑπαρχέτω, ἤνπερ ἐγχωρῇ, μὴ ἐγγὺς τῶν πολεμίων ἐγχειρεῖν ἐξαπατᾶν·
然而,当你希望骑兵显得众多时,首先要具备的一点是(如果条件允许的话):不要在靠近敌人的地方企图行骗;因为距离遥远既更安全,也更具欺骗性。
καὶ γὰρ ἀσφαλέστερον τὸ πρόσω καὶ ἀπατητικώτερον. ἔπειτα δὲ χρὴ εἰδέναι ὅτι ἁθρόοι μὲν ἵπποι πολλοὶ φαίνονται διὰ τὸ μέγεθος τοῦ ζῴου, διασπειρόμενοι δʼ εὐαρίθμητοι γίγνονται.
其次,必须知道,马匹因其体型巨大,在聚集时显得很多,但一旦分散开来,就变得容易数清了。
§5.6ἔτι δʼ ἂν πλέον σοι τὸ ἱππικὸν τοῦ ὄντος φαίνοιτο, εἰ τοὺς ἱπποκόμους εἰς τοὺς ἱππέας ἐνισταίης μάλιστα μὲν δόρατα, εἰ δὲ μή, ὅμοια δόρασιν ἔχοντας, ἤν τε ἑστηκὸς ἐπιδεικνύῃς τὸ ἱππικὸν ἤν τε παράγῃς·
此外,如果你把马夫编入骑兵之中,让他们最好拿着长枪,若没有,就拿着类似长枪的东西,不论你是展示静止的骑兵还是让他们通过,你的骑兵都会显得比实际更多。
ἀνάγκη γὰρ τὸν ὄγκον τῆς τάξεως οὕτω μείζω τε καὶ πυκνότερον φαίνεσθαι.
因为如此一来,队列的体量必然显得更大、更密集。
§5.7ἢν δʼ αὖ τοὺς πολλοὺς ὀλίγους βούλῃ δοκεῖν εἶναι, ἢν μέν σοι χωρία ὑπάρχῃ οἷα συγκρύπτειν, δῆλον ὅτι τοὺς μὲν ἐν τῷ φανερῷ ἔχων, τοὺς δʼ εἰς τὸ ἄδηλον ἀποκρύπτων κλέπτοις ἂν τοὺς ἱππέας·
反之,如果你想让多数人显得少数,如果你拥有能够遮掩他们的地形,显然,通过把一部分人置于显眼处,而把另一部分隐藏在看不见的地方,你就可以隐匿你的骑兵。
ἢν δὲ πᾶν καταφανὲς ᾖ τὸ χωρίον, δεκάδας χρὴ στοιχούσας ποιήσαντα διαλειπούσας παράγειν, καὶ τοὺς μὲν πρὸς τῶν πολεμίων ἱππέας ἑκάστης δεκάδος ὀρθὰ τὰ δόρατα ἔχειν, τοὺς δʼ ἄλλους ταπεινὰ καὶ μὴ ὑπερφανῆ.
但如果该地形完全暴露,就应当将十人队排成纵队并留出间隔行进,且使每个十人队中靠近敌人一侧的骑兵将长枪直立,而让其余的人将枪放低、不露出来。
§5.8φοβεῖν γε μὴν τοὺς πολεμίους καὶ ψευδενέδρας οἷόν τε καὶ ψευδοβοηθείας καὶ ψευδαγγελίας ποιοῦντα.
此外,通过制造虚假的伏兵、虚假的增援和虚假的情报,也可以使敌人产生恐惧。
θαρσοῦσι δὲ μάλιστα πολέμιοι, ὅταν ὄντα τοῖς ἐναντίοις πράγματα καὶ ἀσχολίας πυνθάνωνται.
而当敌人获悉对手正处于困境和忙乱之中时,他们最为自信。
§5.9τούτων δὲ γεγραμμένων μηχανᾶσθαι αὐτὸν χρὴ πρὸς τὸ παρὸν ἀεὶ ἀπατᾶν· ὄντως γὰρ οὐδὲν κερδαλεώτερον ἀπάτης ἐν πολέμῳ.
写下这些之后,将领自己必须始终根据当下的情况谋划欺骗;因为在战争中,确实没有比欺骗更有利可图的了。
§5.10ὁπότε γὰρ καὶ οἱ παῖδες, ὅταν παίζωσι ποσίνδα, δύνανται ἀπατᾶν προΐσχοντες ὥστε ὀλίγους τʼ ἔχοντες πολλοὺς δοκεῖν ἔχειν καὶ πολλοὺς προέχοντες ὀλίγους φαίνεσθαι ἔχειν, πῶς οὐκ ἄνδρες γε τῷ ἐξαπατᾶν προσέχοντες τὸν νοῦν δύναιντʼ ἂν τοιαῦτα μηχανᾶσθαι;
因为既然连孩子们在玩‘猜手中有物’的游戏时,都能通过伸出双手来欺骗,使得明明手里只有一点却显得很多,或者伸出很多手却显得只有一点,那么作为成年人,只要留心欺骗,难道会无法策划出这样的策略吗?
§5.11καὶ ἐνθυμούμενος δʼ ἂν τὰ ἐν τοῖς πολέμοις πλεονεκτήματα εὕροι ἄν τις τὰ πλεῖστα καὶ μέγιστα σὺν ἀπάτῃ γεγενημένα.
而且,如果回想战争中取得的优势,人们会发现,其中最多、最大的优势都是通过欺骗而实现的。
ὧν ἕνεκα ἢ οὐκ ἐγχειρητέον ἄρχειν ἢ τοῦτο σὺν τῇ ἄλλῃ παρασκευῇ καὶ παρὰ θεῶν αἰτητέον δύνασθαι ποιεῖν καὶ αὐτῷ μηχανητέον.
因此,要么不应当企图统帅,要么必须在进行其他准备的同时,既向神明祈求获得这种能力,自己也必须加以谋划。
§5.12οἷς δὲ θάλαττα πρόσεστιν, ἀπατητικὸν καὶ τὸ πλοῖα παρασκευαζόμενον πεζῇ τι πρᾶξαι καὶ τὸ πεζῇ προσποιούμενον ἐπιβουλεύειν κατὰ θάλατταν ἐπιχειρῆσαι.
对于临海的人来说,准备船只却在陆上行动,以及伪装在陆上策划却企图在海上发起袭击,也同样具有欺骗性。
§5.13ἱππαρχικὸν δὲ καὶ τὸ διδάσκειν τὴν πόλιν ὡς ἀσθενὲς τὸ πεζῶν ἔρημον ἱππικὸν πρὸς τὸ ἁμίππους πεζοὺς ἔχον.
了解并教导城邦,失去步兵的骑兵相比于拥有随骑步兵的骑兵是多么软弱,也是骑兵将领的职责。
ἱππαρχικὸν δὲ καὶ τὸ λαβόντα πεζοὺς αὐτοῖς χρῆσθαι· ἔστι δὲ πεζοὺς οὐ μόνον ἐντὸς ἀλλὰ καὶ ὄπισθεν ἱππέων ἀποκρύψασθαι· πολὺ γὰρ μείζων ὁ ἱππεὺς τοῦ πεζοῦ.
接受步兵并与他们协同作战,也是骑兵将领的职责;而且不仅可以将步兵隐藏在骑兵之间,也可以隐藏在骑兵身后,因为骑兵比步兵高大得多。
§5.14ταῦτα δὲ πάντα ἐγὼ καὶ ὅσα πρὸς τούτοις τις μηχανήσεται ἢ βίᾳ ἢ τέχνῃ αἱρεῖν τοὺς ἐναντίους βουλόμενος σὺν τῷ θεῷ πράττειν συμβουλεύω, ἵνα καὶ ἡ τύχη συνεπαινῇ θεῶν ἵλεων ὄντων.
所有这些,以及任何人为了企图凭武力或智谋战胜对手而将要策划的一切,我都建议在神明的帮助下进行,以便在神明仁慈之时,命运也同样予以赞同。
§5.15ἔστι δʼ ὅτε πάνυ ἀπατητικὸν καὶ τὸ λίαν φυλακτικὸν προσποιήσασθαι εἶναι καὶ μηδαμῶς φιλοκίνδυνον· τοῦτο γὰρ τοὺς πολεμίους πολλάκις προάγεται ἀφυλακτοῦντας μᾶλλον ἁμαρτάνειν.
有时,装作极度谨慎、绝不冒险也极具欺骗性;因为这常常诱使敌人因放松警惕而犯下更多错误。
ἢν δʼ ἅπαξ δόξῃ τις φιλοκίνδυνος εἶναι, ἔξεστι καὶ ἡσυχίαν ἔχοντα, προσποιούμενον δὲ πράξειν τι, πράγματα παρέχειν τοῖς πολεμίοις.
而一旦某人被认为是个冒险者,即使他保持安静,只要假装将要采取某种行动,也同样能给敌人制造麻烦。