Humanitext Reader

色诺芬 · 骑兵队长论 §3.1-3.14

节日游行与公共场所的骑兵演练

第 4 段,共 12 段 · 希腊语

内容简介

作者具体建议了如何在雅典各公共场所进行骑兵展示、如何敬神,以及在骑行演练中确保安全和效果的实际操作方法。

§3.1τῶνδέ γε μὴν αὐτῷ ἤδη μέλειν δεῖ τῷ ἱππάρχῳ· πρῶτον μὲν ὅπως καλλιερήσει τοῖς θεοῖς ὑπὲρ τοῦ ἱππικοῦ, ἔπειτα ὅπως τὰς πομπὰς ἐν ταῖς ἑορταῖς ἀξιοθεάτους ποιήσει, ἔτι δὲ καὶ τἆλλα ὅσα ἐπιδεικνύναι δεῖ τῇ πόλει ὅπως ᾗ δυνατὸν κάλλιστα ἐπιδείξει, τά τε ἐν Ἀκαδημείᾳ καὶ τὰ ἐν Λυκείῳ καὶ τὰ Φαληροῖ καὶ τὰ ἐν τῷ ἱπποδρόμῳ.
然而,现在骑兵总监本人必须注意以下事项:首先,如何为神明献上关于骑兵队的吉兆祭品;其次,如何使节日游行极具观赏性;此外,如何将必须向城邦展示的所有其他表演尽可能美满地展示出来,即在阿卡德米、吕克昂、法勒隆和赛马场的那些表演。
καὶ ταῦτα μὲν ἄλλα ὑπομνήματα· ὡς δὲ τούτων ἕκαστα κάλλιστʼ ἂν πράττοιτο, νῦν αὐτὰ ταῦτα λέξω.
这些是其他的备忘录;但其中每一项如何才能最美满地进行,我现在就要说明这些具体的事情。
§3.2τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ, ὅσων ἱερὰ καὶ ἀγάλματα ἐν τῇ ἀγορᾷ ἐστι, ταῦτα ἀρξάμενοι ἀπὸ τῶν Ἑρμῶν κύκλῳ περιελαύνοιεν τιμῶντες τοὺς θεούς.
至于游行,我认为,如果他们从赫尔墨斯神柱开始,围绕市场内所有拥有神庙和雕像的神明环行以敬神,那么这对神明和观众来说都将是最令人愉快的。
καὶ ἐν τοῖς Διονυσίοις δὲ οἱ χοροὶ προσεπιχαρίζονται ἄλλοις τε θεοῖς καὶ τοῖς δώδεκα χορεύοντες.
在狄奥尼索斯节上,合唱队也通过舞蹈向其他神明和十二神献上额外的欢乐。
ἐπειδὰν δὲ πάλιν πρὸς τοῖς Ἑρμαῖς γένωνται περιεληλακότες, ἐντεῦθεν καλόν μοι δοκεῖ εἶναι κατὰ φυλὰς εἰς τάχος ἀνιέναι τοὺς ἵππους μέχρι τοῦ Ἐλευσινίου.
当他们环行完毕、重新回到赫尔墨斯神柱时,从那里开始,让马匹按部落全速奔跑直到埃勒乌西尼翁,在我看来是非常美妙的。
§3.3οὐδὲ δόρατα μὴν παραλείψω ὡς ἥκιστα ἂν ἀλλήλοις ἐπαλλάττοιτο.
我也不会忽略长枪,即如何使它们最不互相重叠。
δεῖ γὰρ μεταξὺ τοῖν ὤτοιν τοῦ ἵππου ἕκαστον σχεῖν, εἰ μέλλει φοβερά τε καὶ εὐκρινῆ ἔσεσθαι καὶ ἅμα πολλὰ φανεῖσθαι.
因为每个人必须将长枪保持在马的双耳之间,如果它们要显得威严且井然有序,并同时显得数量众多的话。
§3.4ἐπειδὰν δὲ τῆς εἰς τάχος διελάσεως λήξωσι, τὴν ἄλλην καλὸν ἤδη σχέδην εἰς τὰ ἱερά, ᾗπερ καὶ πρόσθεν, διελαύνειν.
当他们结束全速奔跑时,接下来像之前一样,以慢步向神庙骑行则是美妙的。
καὶ οὕτως ὅσα ἔστιν ἡδέα ἰδεῖν ἐν ἵππῳ ἀναβεβαμένῳ πάντα ἐπιδεδειγμένα ἔσται καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις.
这样一来,凡是骑在腾跃之马上令人赏心悦目的所有姿态,都将向神明和人类展现得淋漓尽致。
§3.5καὶ ὅτι μὲν ταῦτα οὐκ εἰθισμένοι ποιεῖν οἱ ἱππεῖς εἰσιν οἶδα· γιγνώσκω δὲ ὅτι ἀγαθὰ καὶ καλὰ καὶ τοῖς θεαταῖς ἡδέα ἔσται.
我知道骑兵们并不习惯做这些事;但我明白这会是好事的、美妙的,且对观众来说是令人愉快的。
αἰσθάνομαι δὲ καὶ ἄλλα ἀγωνίσματα τοὺς ἱππέας κεκαινουργηκότας, ἐπειδὴ οἱ ἵππαρχοι ἱκανοὶ ἐγένοντο πεῖσαι ἃ ἐβουλήθησαν.
我也察觉到,只要骑兵总监有能力说服他们接受自己的意愿,骑兵们就会引入其他新颖的演练。
§3.6ὅταν γε μὴν πρὸ τοῦ ἀκοντισμοῦ διελαύνωσιν ἐν Λυκείῳ, καλὸν ἑκατέρας τὰς πέντε φυλὰς ἐπὶ μετώπου ἐλαύνειν, ὥσπερ εἰς μάχην ἡγουμένου τοῦ ἱππάρχου καὶ τῶν φυλάρχων ἐν τοιαύτῃ τάξει ἀφʼ ἧς πληρώσεται τοῦ δρόμου τὸ πλάτος.
此外,当他们在吕克昂进行投枪前的行进时,在骑兵总监和各部族长的带领下,两个五部落群各自排成横队,如同进入战斗一般,以一种足以填满跑道宽度的队形行进,则是美妙的。
§3.7ἐπειδὰν δʼ ὑπερβάλωσι τὸ κεφάλαιον τοῦ ἀντιπροσώπου θεάτρου, χρήσιμον ἂν οἴομαι φανῆναι καὶ εἰ καθʼ ὁπόσους μέτριον εἰς τὸ κάταντες δυναμένους ταχὺ ἐλαύνειν ἐπιδείξαις τοὺς ἱππέας.
当他们越过对面剧场的顶端时,如果你能展示骑兵们能够快速冲下斜坡,我认为这也将显得很有用。
§3.8οὐ μέντοι ἀγνοῶ ὅτι, ἢν μὲν πιστεύωσι δυνήσεσθαι ταχὺ ἐλαύνειν, πάνυ ἂν ἡδέως ἐπιδείξαιντο· ἢν δὲ ἀμελέτητοι ὦσιν, ὁρᾶν χρὴ ὅπως μὴ οἱ πολέμιοι αὐτοὺς τοῦτο δρᾶν ἀναγκάσουσιν.
然而,我并非不知道,如果他们确信自己能够快速骑行,他们会非常乐意展示;但如果他们未加练习,就必须注意,免得敌人强迫他们这样做。
§3.9ἔν γε μὴν ταῖς δοκιμασίαις ἡ μὲν τάξις εἴρηται μεθʼ ἧς ἂν κάλλιστα ἱππάζοιντο.
另一方面,在审查中,已经说明了他们能最美妙地骑行的队形。
ἢν δὲ ὁ ἡγούμενος, ἤνπερ ἔχῃ δυνατὸν ἵππον, ἐν τῷ ἔξωθεν ἀεὶ στίχῳ περιφέρηται, οὕτως αὐτὸς μὲν ἀεὶ ταχὺ ἐλᾷ καὶ οἱ σὺν αὐτῷ ἔξωθεν γιγνόμενοι πάλιν αὖ ταχὺ ἐλῶσιν· ὥστε ἡ μὲν βουλὴ ἀεὶ τὸ ταχὺ ἐλαυνόμενον θεάσεται, οἱ δὲ ἵπποι οὐκ ἀπεροῦσιν ἐν μέρει ἀναπαυόμενοι.
但如果领袖总是沿着最外侧的一列行进,只要他有一匹强壮的马,这样他自己将始终快速骑行,而与他一起到外侧的人也将轮流快速骑行;结果,议事会将始终看到快速骑行的场景,而马匹通过轮流休息也不会筋疲力尽。
§3.10ὅταν γε μὴν ἐν τῷ ἱπποδρόμῳ ἡ ἐπίδειξις ᾖ, καλὸν μὲν οὕτω πρῶτον τάξασθαι ὡς ἂν ἐπὶ μετώπου ἐμπλήσαντες ἵππων τὸν ἱππόδρομον ἐξελάσειαν τοὺς ἐκ τοῦ μέσου ἀνθρώπους·
此外,当在赛马场进行展示时,最好首先这样排队:并排的马匹填满赛马场,从而把中间的人群驱赶出去。
§3.11καλὸν δʼ, ἐπεὶ αἱ φυλαὶ ἐν τῇ ἀνθιππασίᾳ φεύγουσί τε ἀλλήλας καὶ διώκουσι ταχέως, ὅταν οἱ ἵππαρχοι ἡγῶνται ταῖς πέντε φυλαῖς, ἑκατέρας διελαύνειν τὰς φυλὰς διʼ ἀλλήλων.
既然在对抗骑行中各部落迅速互相规避和追击,那么当骑兵总监们率领这五个部落时,让两个部落群互相穿行则是美妙的。
ταύτης γὰρ τῆς θέας τό τε ἀντιμετώπους προσελαύνειν ἀλλήλοις γοργόν, τό τε διελάσαντας τὸν ἱππόδρομον ἀντίους πάλιν στῆναι ἀλλήλοις σεμνόν,
因为在这场奇观中,迎面相向骑行是猛烈地,而在穿过赛马场之后,再次面对面立定则是庄严的。
§3.12καὶ τὸ ὑπὸ σάλπιγγος αὖ τὸ δεύτερον θᾶττον ἐπελαύνειν καλόν.
在小号声中第二次更快速地冲锋也是美妙的。
στάντας δὲ ἤδη τὸ τρίτον αὖ ὑπὸ τῆς σάλπιγγος χρὴ τάχιστα ἀλλήλοις ἐπελαύνειν, καὶ διελάσαντας εἰς κατάλυσιν ἤδη ἐπὶ φάλαγγος ἅπαντας καταστάντας, ὥσπερ εἰώθατε, πρὸς τὴν βουλὴν προσελαύνειν.
而在第三次立定之后,必须再次在小号声中以最快的速度互相冲锋,并在穿行过去后,为了解散,所有人应当像你们习惯的那样排成方阵,向议事会骑行而去。
§3.13ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα.
在我看来,这些事情似乎显得更具实战性且更为新颖。
τὸ δὲ βραδύτερον μὲν τῶν φυλάρχων ἐλαύνειν, τὸν δʼ αὐτὸν τρόπον ἐκείνοις ἱππεύειν, οὐκ ἄξιον ἱππαρχίας.
而骑行得比部族长还慢,并以与他们相同的方式骑马,是不配作为骑兵总监之职的。
§3.14ὅταν γε μὴν ἐν τῷ ἐπικρότῳ ἐν Ἀκαδημέᾳ ἱππεύειν δέῃ, ἔχω τάδε παραινέσαι· εἰς μὲν τὸ μὴ ἀποκρούεσθαι ἀπὸ τῶν ἵππων, ὑπτίους ἀναπεπτωκότας ἐλαύνειν, εἰς δὲ τὸ μὴ πίπτειν, τοὺς ἵππους ὑπολαμβάνειν ἐν ταῖς ἀναστροφαῖς.
此外,当必须在阿卡德米的坚硬地面上骑行时,我有如下建议:为了不被从马上颠下来,应当仰面后仰着骑行;而为了不摔倒,在转弯时应当拉住马匹。
τὰ μέντοι ὀρθὰ ταχὺ ἐλαύνειν χρή· οὕτω γὰρ τὸ ἀσφαλὲς καὶ τὸ καλὸν θεάσεται ἡ βουλή.
然而,在直道上必须快速骑行;因为这样,议事会就能同时看到安全与美妙。

词汇与语法注释

  1. §3.1τῶνδέ γε μὴν αὐτῷ ἤδη μέλειν δεῖ τῷ ἱππάρχῳ — 属格 `τῶνδέ` 是无人称动词 `μέλειν` 的宾语,而与格 `αὐτῷ... τῷ ἱππάρχῳ` 表示其行为者。`αὐτῷ` 具有同格用法,用以强调 `τῷ ἱππάρχῳ`(“骑兵总监本人”)。
  2. §3.2τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ... περιελαύνοιεν — 潜在条件句结构。条件从句为 `εἰ... περιελαύνοιεν`(祈愿式),主句为充当 `οἴομαι` 宾语的带对格的不定式短语 `τὰς... πομπὰς... ἂν... εἶναι`。语气词 `ἄν` 修饰不定式 `εἶναι`,相当于潜在祈愿式(即 `εἶεν ἄν`)。
  3. §3.4τὴν ἄλλην — 女性单数宾格,省略了名词 `ὁδόν`(路)或根据上下文省去了 `πομπήν`(行进),作状语表示“余下的路程”或“其余的部分”。
  4. §3.11ἑκατέρας διελαύνειν τὰς φυλὰς διʼ ἀλλήλων — `ἑκατέρας τὰς φυλάς` 指的是雅典十个部落被分为两组(每组五个)后的“两个部落群中的每一个”。它是不定式 `διελαύνειν` 的逻辑主语,意为“两个部落群互相穿行”。
  5. §3.13ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα — 语气词 `ἂν` 修饰不定式 `φαίνεσθαι`,在直陈语气中相当于 `ἂν φαίνοιτο`(似乎会显得……)。`δοκεῖ` 意为“在本人看来……”,主语为 `ταῦτα`。

引用这一段

色诺芬, 骑兵队长论 §3.1-3.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg012.humanitext-grc2:3.1-3.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。