§4.25ὅτι δὲ δέξεται πολλαπλάσια τούτων μαρτυρήσαιεν ἄν μοι εἴ τινες ἔτι εἰσὶ τῶν μεμνημένων ὅσον τὸ τέλος ηὕρισκε τῶν ἀνδραπόδων πρὸ τῶν ἐν Δεκελείᾳ.
至于国家能容纳比这些多出许多倍的奴隶,如果现在还有人记得在德凯利亚事件之前,奴隶税曾达到多少,他们就会为我作证。
μαρτυρεῖ δὲ κἀκεῖνο, ὅτι εἰργασμένων ἀνθρώπων ἐν τοῖς ἀργυρείοις ἐν τῷ παντὶ χρόνῳ ἀναριθμήτων νῦν οὐδὲν διαφέρει τὰ ἀργύρεια ἢ οἷα οἱ πρόγονοι ἡμῶν ὄντα ἐμνημόνευον αὐτά.
而且以下事实也证明了这一点:尽管在所有时间里,有无数的人在银矿中工作过,但今天的银矿与我们的祖先记忆中的样子相比,并没有任何不同。
§4.26καὶ τὰ νῦν δὲ γιγνόμενα πάντα μαρτυρεῖ ὅτι οὐκ ἄν ποτε πλείω ἀνδράποδα ἐκεῖ γένοιτο ἢ ὅσων τὰ ἔργα δεῖται.
而且现在所发生的一切也证明,那里的奴隶数量绝不会超过矿区工作所需的数量。
οὔτε γὰρ βάθους πέρας οὔτε ὑπονόμων οἱ ὀρύττοντες εὑρίσκουσι.
因为挖掘者们既没有发现深度的极限,也没有发现坑道的尽头。
§4.27καὶ μὴν καινοτομεῖν γε οὐδὲν ἧττον ἔξεστι νῦν ἢ πρότερον.
况且,现在开辟新矿的可能绝不亚于以前。
οὐ τοίνυν οὐδʼ εἰπεῖν ἂν ἔχοι εἰδὼς οὐδεὶς πότερον ἐν τοῖς κατατετμημένοις πλείων ἀργυρῖτις ἢ ἐν τοῖς ἀτμήτοις ἐστί.
因此,也没有哪个知情者能说得清,究竟是已经开辟的矿区里银矿石更多,还是在未开辟的地方更多。
§4.28τί δῆτα, φαίη ἄν τις, οὐ καὶ νῦν, ὥσπερ ἔμπροσθεν, πολλοὶ καινοτομοῦσιν;
那么,也许有人会问,为什么现在不像以前那样,有许多人开辟新矿呢?
ὅτι πενέστεροι μὲν νῦν εἰσιν οἱ περὶ τὰ μέταλλα· νεωστὶ γὰρ πάλιν κατασκευάζονται· κίνδυνος δὲ μέγας τῷ καινοτομοῦντι·
这是因为现在从事矿山工作的人更加贫穷(因为这些矿山最近才重新开始整顿),而且对于开辟新矿的人来说,风险极大。
§4.29ὁ μὲν γὰρ εὑρὼν ἀγαθὴν ἐργασίαν πλούσιος γίγνεται, ὁ δὲ μὴ εὑρὼν πάντα ἀπόλλυσιν ὅσα ἂν δαπανήσῃ.
因为发现好矿脉的人会变得富有,而未能发现的人则会损失他所投入的一切。
εἰς τοῦτον οὖν τὸν κίνδυνον οὐ μάλα πως ἐθέλουσιν οἱ νῦν ἰέναι.
因此,今天的人们并不太愿意去冒这个风险。
§4.30ἐγὼ μέντοι ἔχειν μοι δοκῶ καὶ περὶ τούτου συμβουλεῦσαι ὡς ἂν ἀσφαλέστατα καινοτομοῖτο.
然而,我认为我在这件事上也可以提供建议,以便能最安全地进行新矿的开辟。
εἰσὶ μὲν γὰρ δήπου Ἀθηναίων δέκα φυλαί· εἰ δʼ ἡ πόλις δοίη ἑκάστῃ αὐτῶν ἴσα ἀνδράποδα, αἱ δὲ κοινωσάμεναι τὴν τύχην καινοτομοῖεν, οὕτως ἄν, εἰ μία εὕροι, §4.31πάσαις ἂν λυσιτελὲς ἀποδείξειεν, εἰ δὲ δύο ἢ τρεῖς ἢ τέτταρες ἢ αἱ ἡμίσειαι εὕροιεν, δῆλον ὅτι ἔτι λυσιτελέστερα ἂν τὰ ἔργα ταῦτα γίγνοιτο.
雅典人无疑有十个部落;如果国家给他们每个部落分配同等数量的奴隶,让他们分担风险、共同开辟新矿,那么,即使只有一个部落发现了矿藏,这也会被证明对所有部落都有益;而如果有两个、三个、四个或半数的部落发现了矿藏,显然这些工程将会变得更加有利可图。
τό γε μὴν πάσας ἀποτυχεῖν οὐδενὶ τῶν παρεληλυθότων ἐοικός.
至于所有部落都失败,这与过去的任何经历都不相符。
§4.32οἷόν τε δὴ οὕτως καὶ ἰδιώτας συνισταμένους καὶ κοινουμένους τὴν τύχην ἀσφαλέστερον κινδυνεύειν.
因此,私人也可以通过这种方式联合起来,分担风险,从而更安全地进行冒险。
μηδὲ μέντοι τοῦτο φοβεῖσθε, ὡς ἢ τὸ δημόσιον οὕτω κατασκευαζόμενον παραλυπήσει τοὺς ἰδιώτας ἢ οἱ ἰδιῶται τὸ δημόσιον· ἀλλʼ ὥσπερ σύμμαχοι, ὅσῳ ἂν πλείους συνιῶσιν, ἰσχυροτέρους ἀλλήλους ποιοῦσιν, οὕτω καὶ ἐν τοῖς ἀργυρείοις ὅσῳπερ ἂν πλείους ἐργάζωνται, τόσῳ πλείω τἀγαθὰ εὑρήσουσί τε καὶ ἐκφορήσουσι.
然而,你们千万不要害怕这一点,即国家以这种方式整顿会损害私人的利益,或者私人会损害国家的利益;相反,就像盟友之间,聚集得越多就使彼此越强大一样,在银矿中也是如此,工作的人越多,他们就会发现并运出越多的财富。
§4.33καὶ ἐμοὶ μὲν δὴ εἴρηται ὡς ἂν ἡγοῦμαι κατασκευασθείσης τῆς πόλεως ἱκανὴν ἂν πᾶσιν Ἀθηναίοις τροφὴν ἀπὸ κοινοῦ γενέσθαι.
至于我,我已经说明了,如果国家这样整顿,我认为将如何能从公共基金中为所有雅典人提供充足的给养。
§4.34εἰ δέ τινες λογιζόμενοι παμπόλλης ἂν δεῖν ἀφορμῆς εἰς ταῦτα πάντα οὐχ ἡγοῦνται ἱκανὰ ἄν ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων.
但是,如果有人计算出这一切需要极大的资本,因而认为绝不可能筹集到足够的资金,即便如此也请不要气馁。
§4.35οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκῃ ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι· ἀλλʼ ὁπόσα ἂν ἢ οἰκοδομηθῇ ἢ ναυπηγηθῇ ἢ ἀνδράποδα ὠνηθῇ, εὐθὺς ταῦτα ἐν ὠφελείᾳ ἔσται.
因为情况并不是必须同时完成这一切,否则就毫无益处;相反,无论是建造了什么房屋、建造了什么船只、还是购买了什么奴隶,这些都将立即产生效益。
§4.36ἀλλὰ μὴν καὶ τῇδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι.
而且,分阶段进行比同时进行一切在以下方面更为有利。
οἰκοδομοῦντές τε γὰρ ἁθρόοι πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν, ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθʼ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι.
因为如果我们一起建造,相比分阶段完成,我们花费会更多,质量也会更差;而如果我们一次性寻求大量的奴隶,我们就不得不购买质量更差且价格更贵的奴隶。
§4.37κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ἡμῖν οἰόμεθα· §4.38εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθα ἂν αὐτοῦ.
但如果我们根据自己的能力去推行,对于那些被证明是正确的决定,我们可以考虑再次实行;如果犯了什么错误,我们就予以避免。
ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι· εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν.
此外,如果一切同时进行,我们就必须筹集所有的资金;但如果一些事情被推行,另一些事情被推迟,那么已有的收入将有助于共同筹备所需之物。
§4.39ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἔργα προσαιτοίη κατʼ ἐνιαυτὸν ἐμβάλοιμεν.
至于也许在所有人看来最可怕的事——即如果国家购买了太多的奴隶,矿区就会过于拥挤——如果我们每年投入的人数不超过矿区本身所需的数量,我们就可以摆脱这种恐惧。