Humanitext Reader

色诺芬 · 岁入论 §4.40-4.52

银矿开发的实施步骤与战时防御措施

第 7 段,共 9 段 · 希腊语

内容简介

作者提议利用和平时期预期增加的收入来整顿银矿,并解释说即使发生战争,通过建造堡垒和利用地理优势,也可以保卫银矿。他进一步指出,这一计划不仅能缓解财政困难,还能提高公民的训练和军事纪律。

§4.40οὕτως ἔμοιγε δοκεῖ, ᾗπερ ῥᾷστον, ταύτῃ καὶ ἄριστον εἶναι ταῦτα πράττειν.
在我看来,以最容易的方式去实行这些,也就是最好的方式。
εἰ δʼ αὖ διὰ τὰς ἐν τῷ νῦν πολέμῳ γεγενημένας εἰσφορὰς νομίζετʼ ἂν μηδʼ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δὴ ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα ηὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν, ὅσα δʼ ἂν ἐφευρίσκῃ διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ τὰ ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται αἱ πρόσοδοι γίγνοιντο.
如果你们又因为在目前的战争期间所征收的特别税,而认为自己无法缴纳任何资金,那么你们就用和平前税收所带来的同等数额的资金,在来年管理国家;而对于由于和平的到来、对侨民和商人的优待、更多的人进出口更多的商品,以及港湾税和市场税的增加而额外发现的所有收入,接受这些,整顿国家,以使收入达到最大。
§4.41εἰ δέ τινες αὖ φοβοῦνται μὴ ματαία ἂν γένοιτο αὕτη ἡ κατασκευή, εἰ πόλεμος ἐγερθείη, ἐννοησάτωσαν ὅτι τούτων γιγνομένων πολὺ φοβερώτερος ὁ πόλεμος τοῖς ἐπιφέρουσιν ἢ τῇ πόλει.
如果又有人害怕,一旦发生战争,这种整顿就会变得徒劳无功,那么让他们想想,如果这些事情得以实现,战争对于发动者来说,将比对国家要可怕得多。
§4.42τί γὰρ δὴ εἰς πόλεμον κτῆμα χρησιμώτερον ἀνθρώπων;
因为在战争中,还有什么财产比人更有用呢?
πολλὰς μὲν γὰρ ναῦς πληροῦν ἱκανοὶ ἂν εἶεν δημοσίᾳ· πολλοὶ δʼ ἂν καὶ πεζοὶ δύναιντʼ ἂν βαρεῖς εἶναι τοῖς πολεμίοις, εἴ τις αὐτοὺς θεραπεύοι.
因为他们有能力依靠公费填满许多船只;如果有人照顾他们,许多步兵也能够对敌人造成沉重的威胁。
§4.43λογίζομαι δʼ ἔγωγε καὶ πολέμου γιγνομένου οἷόν τʼ εἶναι μὴ ἐκλείπεσθαι τὰ ἀργύρεια.
而我个人认为,即使发生战争,不放弃银矿也是可能的。
ἔστι μὲν γὰρ δήπου περὶ τὰ μέταλλα ἐν τῇ πρὸς μεσημβρίαν τεῖχος ἐν Ἀναφλύστῳ, ἔστι δʼ ἐν τῇ πρὸς ἄρκτον τεῖχος ἐν Θορικῷ· ἀπέχει δὲ ταῦτα ἀπʼ ἀλλήλων ἀμφὶ τὰ ἑξήκοντα στάδια.
因为在矿区周围,南边有阿纳弗利斯托斯的堡垒,北边有托里科斯的堡垒;它们彼此相距约六十斯塔德。
§4.44εἰ οὖν καὶ ἐν μέσῳ τούτων γένοιτο ἐπὶ τῷ ὑψηλοτάτῳ Βήσης τρίτον ἔρυμα, συνήκοι τʼ ἂν τὰ ἔργα εἰς ἓν ἐξ ἁπάντων τῶν τειχῶν, καὶ εἴ τι αἰσθάνοιτο πολεμικόν, βραχὺ ἂν εἴη ἑκάστῳ εἰς τὸ ἀσφαλὲς ἀποχωρῆσαι.
因此,如果在这两者的中间,在贝萨的最高处,建立第三座堡垒,那么从所有的堡垒来看,工作场所就会联结为一体,如果察觉到任何敌对行动,每个人撤退到安全地带的距离都会很短。
§4.45εἰ δὲ καὶ ἔλθοιεν πλείους οἱ πολέμιοι, δῆλον ὅτι εἰ μὲν σῖτον ἢ οἶνον ἢ πρόβατα ἔξω εὕροιεν, ἀφέλοιντʼ ἂν ταῦτα· ἀργυρίτιδος δὲ κρατήσαντες τί ἂν μᾶλλον ἢ λίθοις ἔχοιεν χρῆσθαι;
即使敌人来得更多,显然,如果他们在室外发现谷物、酒或羊群,他们就会把它们抢走;但即使他们占领了银矿石,除了像对待石头一样,他们还能怎么使用它呢?
§4.46πῶς δὲ καὶ ὁρμήσειαν ἄν ποτε πολέμιοι πρὸς τὰ μέταλλα;
况且,敌人又怎能向矿区发起进攻呢?
ἀπέχει μὲν γὰρ δήπου τῶν ἀργυρείων ἡ ἐγγύτατα πόλις Μέγαρα πολὺ πλέον τῶν πεντακοσίων σταδίων· ἀπέχει δὲ ἡ μετὰ ταῦτα πλησιαίτατα Θῆβαι πολὺ πλέον τῶν ἑξακοσίων.
因为离银矿最近的城市墨加拉,无疑相距五百多斯塔德;而在其后最近的底比斯,相距更是六百多斯塔德。
§4.47ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν· κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων.
因此,如果他们从这些地方的某处向银矿进军,他们就必须经过雅典城;如果他们人数较少,很可能会被骑兵和巡逻队消灭。
πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν· πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ πρὸς τοῖς μετάλλοις ὄντες.
然而,若以大军进军,使自己的国家空虚无备,则是困难的;因为雅典城距离他们的城市,要比他们自己在矿区时近得多。
§4.48εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια;
即使他们真的来了,在没有粮食的情况下,他们又怎能停留呢?
ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται· πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντʼ ἂν μᾶλλον ἢ πολιορκοῖεν.
如果派一部分人去筹集粮食,对于去的人以及他们所为之战斗的人来说都是危险的;但如果所有的人一直都去搜集粮食,他们就会变成被包围者,而不是包围者。
§4.49οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῇ πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπʼ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπʼ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο.
因此,不仅来自奴隶的税收会增加对国家的抚养,而且随着矿区周围聚集起大量人口,从那里的市场、银矿周围的公共房屋、熔炉以及所有其他来源,都将产生大量的收入。
§4.50ἰσχυρῶς γὰρ καὶ αὐτὴ πολυάνθρωπος ἂν γένοιτο πόλις, εἰ οὕτως κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ.
因为如果这样整顿,那个地方本身也会成为一个人口极为稠密的城市;而对于在那里拥有土地的人来说,这些土地的价值将绝不亚于市中心周围的土地。
§4.51πραχθέντων γε μὴν ὧν εἴρηκα φημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι.
如果我所说的得以实行,我断言,国家不仅在资金上会更加富裕,而且会变得更加顺从、更加有序、更加善于作战。
§4.52οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι· οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις οἵ τε πελτάζειν καὶ περιπολεῖν τὴν χώραν πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφʼ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.
因为那些被指派参加训练的人,在体育馆里领取给养,会比那些在体育祭司赞助下进行火炬赛跑训练的人,更加认真地进行训练;而那些在堡垒中卫戍的人、担任轻盾兵和在国土上巡逻的人,如果针对每项任务都发给给养,也都会更加积极地去执行所有这些任务。

词汇与语法注释

  1. 4.40ὡς ἂν πλεῖσται αἱ πρόσοδοι γίγνοιντο — ὡς ἄν 连用希求法(γίγνοιντο)表示目的或结果的句式。在此处带有“以便使”或“为了能够使收入达到最大”的可能语气。
  2. 4.41τούτων γιγνομένων — 属格独立分词结构,表条件(“如果这些事情得以实现”),与主句中的比较级(φοβερώτερος)相呼应。
  3. 4.47πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν — πορεύεσθαι 为不定式主语,而 ἐξερημοῦντας 是修饰其隐含主语的分词(由于不定式的要求,隐含主语采用宾格)。整句意为“在使本国空虚无备的情况下以大军进军是困难的”。
  4. 4.48περί τε τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται — μετιόντων 是指“外出寻粮之人”的现在分词。ὧν 是关系代名词,其先行词(“他们为其战斗的目的”或“他们所保护的后方/留守人员”)被省略并同化到关系从句中。
  5. 4.52ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι — γυμνασιαρχούμενοι 是 γυμνασιαρχέω 的被动语态,意为“受到体育祭司(gymnasiarches)的赞助或监督”。此处提到了雅典富裕公民承担节日(如火炬赛跑 λαμπάς)费用的公益义务(leitourgia)制度。

引用这一段

色诺芬, 岁入论 §4.40-4.52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:4.40-4.52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。