§4.25ὅτι δὲ δέξεται πολλαπλάσια τούτων μαρτυρήσαιεν ἄν μοι εἴ τινες ἔτι εἰσὶ τῶν μεμνημένων ὅσον τὸ τέλος ηὕρισκε τῶν ἀνδραπόδων πρὸ τῶν ἐν Δεκελείᾳ.
国家がこれら(の数)の何倍もの奴隷を受け入れることができるということは、デケレイアの事件以前に、奴隷からどれほどの税が得られていたかを覚えている人が今もまだいるならば、私に証言してくれるだろう。
μαρτυρεῖ δὲ κἀκεῖνο, ὅτι εἰργασμένων ἀνθρώπων ἐν τοῖς ἀργυρείοις ἐν τῷ παντὶ χρόνῳ ἀναριθμήτων νῦν οὐδὲν διαφέρει τὰ ἀργύρεια ἢ οἷα οἱ πρόγονοι ἡμῶν ὄντα ἐμνημόνευον αὐτά.
そして次のこともまた証言している。 すなわち、全時代を通じて、無数の人々が銀山で働いてきたにもかかわらず、現在、銀山は私たちの先祖が記憶していた通りの姿と何ら変わりがないということである。
§4.26καὶ τὰ νῦν δὲ γιγνόμενα πάντα μαρτυρεῖ ὅτι οὐκ ἄν ποτε πλείω ἀνδράποδα ἐκεῖ γένοιτο ἢ ὅσων τὰ ἔργα δεῖται.
また、現在起こっているすべてのことも、銀山が必要とする以上の数の奴隷がそこに入ることは決してないということを証言している。
οὔτε γὰρ βάθους πέρας οὔτε ὑπονόμων οἱ ὀρύττοντες εὑρίσκουσι.
なぜなら、掘削する人々は、深さの限界も、坑道の限界も見出していないからである。
§4.27καὶ μὴν καινοτομεῖν γε οὐδὲν ἧττον ἔξεστι νῦν ἢ πρότερον.
さらに、新しく採掘することは、以前と比べて現在においても全く劣らず可能である。
οὐ τοίνυν οὐδʼ εἰπεῖν ἂν ἔχοι εἰδὼς οὐδεὶς πότερον ἐν τοῖς κατατετμημένοις πλείων ἀργυρῖτις ἢ ἐν τοῖς ἀτμήτοις ἐστί.
したがって、すでに採掘された場所に多くの銀鉱石があるのか、あるいは未開削の場所に多いのかを、知って言える者は誰もいない。
§4.28τί δῆτα, φαίη ἄν τις, οὐ καὶ νῦν, ὥσπερ ἔμπροσθεν, πολλοὶ καινοτομοῦσιν;
では、なぜ、と誰かが言うかもしれない、現在も以前のように多くの人々が新しく採掘しようとしないのか。
ὅτι πενέστεροι μὲν νῦν εἰσιν οἱ περὶ τὰ μέταλλα· νεωστὶ γὰρ πάλιν κατασκευάζονται· κίνδυνος δὲ μέγας τῷ καινοτομοῦντι·
それは、現在、鉱山に関わる人々がより貧しいからであり(なぜなら最近になって再び整備され始めたばかりだからである)、また新しく採掘する者には大きな危険が伴うからである。
§4.29ὁ μὲν γὰρ εὑρὼν ἀγαθὴν ἐργασίαν πλούσιος γίγνεται, ὁ δὲ μὴ εὑρὼν πάντα ἀπόλλυσιν ὅσα ἂν δαπανήσῃ.
すなわち、良い鉱脈を見つけた者は富むことになるが、見出せなかった者は費やしたものをすべて失うからである。
εἰς τοῦτον οὖν τὸν κίνδυνον οὐ μάλα πως ἐθέλουσιν οἱ νῦν ἰέναι.
それゆえ、現在の人々は、この危険に進んで飛び込もうとはあまり思わないのだ。
§4.30ἐγὼ μέντοι ἔχειν μοι δοκῶ καὶ περὶ τούτου συμβουλεῦσαι ὡς ἂν ἀσφαλέστατα καινοτομοῖτο.
しかし、私には、このことについても、どのようにすれば最も安全に新規の採掘を行い得るか、助言することができると思われる。
εἰσὶ μὲν γὰρ δήπου Ἀθηναίων δέκα φυλαί· εἰ δʼ ἡ πόλις δοίη ἑκάστῃ αὐτῶν ἴσα ἀνδράποδα, αἱ δὲ κοινωσάμεναι τὴν τύχην καινοτομοῖεν, οὕτως ἄν, εἰ μία εὕροι, §4.31πάσαις ἂν λυσιτελὲς ἀποδείξειεν, εἰ δὲ δύο ἢ τρεῖς ἢ τέτταρες ἢ αἱ ἡμίσειαι εὕροιεν, δῆλον ὅτι ἔτι λυσιτελέστερα ἂν τὰ ἔργα ταῦτα γίγνοιτο.
すなわち、アテナイには十の部族があるが、もし国家がそれらの各々に同数の奴隷を与え、各部族が運命を共にして新しく採掘を行うならば、そのようにして、仮に一つの部族が発見するだけでも、すべての部族にとって利益になることを示すであろうし、もし二つ、あるいは三つ、四つ、あるいは半分の部族が発見するならば、これらの事業がさらに有益なものになることは明らかである。
τό γε μὴν πάσας ἀποτυχεῖν οὐδενὶ τῶν παρεληλυθότων ἐοικός.
しかし、すべての部族が失敗するということは、過去のいかなる例からしてもあり得ないことである。
§4.32οἷόν τε δὴ οὕτως καὶ ἰδιώτας συνισταμένους καὶ κοινουμένους τὴν τύχην ἀσφαλέστερον κινδυνεύειν.
このように、個人が共同体を組織し、運命を共有することで、より安全に冒険することも可能である。
μηδὲ μέντοι τοῦτο φοβεῖσθε, ὡς ἢ τὸ δημόσιον οὕτω κατασκευαζόμενον παραλυπήσει τοὺς ἰδιώτας ἢ οἱ ἰδιῶται τὸ δημόσιον·
しかし、国家がこのように設備を整えることで個人を妨害するのではないか、あるいは個人が国家を妨害するのではないか、などと恐れてはならない。
ἀλλʼ ὥσπερ σύμμαχοι, ὅσῳ ἂν πλείους συνιῶσιν, ἰσχυροτέρους ἀλλήλους ποιοῦσιν, οὕτω καὶ ἐν τοῖς ἀργυρείοις ὅσῳπερ ἂν πλείους ἐργάζωνται, τόσῳ πλείω τἀγαθὰ εὑρήσουσί τε καὶ ἐκφορήσουσι.
むしろ、同盟国が、多ければ多いほど互いを強くするように、銀山においても、働く者が多ければ多いほど、それだけ多くの富を発見し、運び出すことになるのである。
§4.33καὶ ἐμοὶ μὲν δὴ εἴρηται ὡς ἂν ἡγοῦμαι κατασκευασθείσης τῆς πόλεως ἱκανὴν ἂν πᾶσιν Ἀθηναίοις τροφὴν ἀπὸ κοινοῦ γενέσθαι.
そして私としては、国家がこのように整備されるならば、すべてのアテナイ人に対して、公的な財源から十分な扶養が生じるであろうと私が考える方法について、語り終えた。
§4.34εἰ δέ τινες λογιζόμενοι παμπόλλης ἂν δεῖν ἀφορμῆς εἰς ταῦτα πάντα οὐχ ἡγοῦνται ἱκανὰ ἄν ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων.
しかし、これらすべてのために非常に多くの元手が必要であると計算して、十分な資金が供給されることは決してないと考える人々がいるとしても、そのようにして落胆してはならない。
§4.35οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκῃ ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι·
なぜなら、これらすべてが同時に行われなければ何の意味もない、というようなことではないからである。
ἀλλʼ ὁπόσα ἂν ἢ οἰκοδομηθῇ ἢ ναυπηγηθῇ ἢ ἀνδράποδα ὠνηθῇ, εὐθὺς ταῦτα ἐν ὠφελείᾳ ἔσται.
むしろ、建築されるにせよ、造船されるにせよ、奴隷が購入されるにせよ、それらがどれほどであれ、直ちに有益となるであろう。
§4.36ἀλλὰ μὴν καὶ τῇδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι.
さらに、一斉にすべてを行うよりも、段階的に行う方が、次の点でもより有利である。
οἰκοδομοῦντές τε γὰρ ἁθρόοι πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν, ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθʼ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι.
というのも、一斉に建築するならば、段階的に完成させるよりも、より費用がかかり、かつ出来栄えも悪くなるであろうし、また、大量の奴隷を一度に買い求めようとすれば、より質が悪く、かつ高価なものを買うことを余儀なくされるからである。
§4.37κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ἡμῖν οἰόμεθα·
しかし、能力に応じて実行していくならば、うまく判断されたことについては、私たちはそれを再び行おうと考えるであろう。
§4.38εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθα ἂν αὐτοῦ.
もし何か失敗があったなら、私たちはそれを避けるであろう。
ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι·
さらに、すべてが同時に行われるならば、私たちはすべての資金を調達しなければならなくなる。
εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν.
しかし、一部が実行され、他が後に回されるなら、すでに生じている収入が、必要な資金を共に用意するのを助けるであろう。
§4.39ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἔργα προσαιτοίη κατʼ ἐνιαυτὸν ἐμβάλοιμεν.
そして、おそらく誰もが最も恐ろしいと思っていること、すなわち、もし国家があまりに多くの奴隷を所有すれば、鉱区があふれかえってしまうのではないかという懸念については、もし私たちが、鉱区自体が毎年必要とする以上の人数を投入しないのであれば、私たちはこの恐れからも解放されるであろう。