§4.13ἵνα δὲ καὶ σαφέστερον περὶ τῆς τροφῆς εἴπω, νῦν διηγήσομαι ὡς κατασκευασθέντα τὰ ἀργύρεια ὠφελιμώτατʼ ἂν εἴη τῇ πόλει.
为了更清楚地说明市民的给养问题,我现在将解释如何开发银矿才能对国家最为有利。
ἀπʼ αὐτῶν μὲν οὖν ἔγωγε ὧν μέλλω λέγειν οὐδέν τι ἀξιῶ θαυμάζεσθαι ὡς δυσεύρετόν τι ἐξηυρηκώς· τὰ μὲν γὰρ ὧν λέξω καὶ νῦν ἔτι πάντες ὁρῶμεν, τὰ δὲ παροιχόμενα πάντες κατὰ ταὐτὰ αὖ ἀκούομεν.
不过,对于我将要说的这些事情本身,我绝不指望能因为发现了某种难以发现的事物而获得赞赏;因为我将要说的事情,有些我们大家今天依然能看到,而至于过去的事情,我们大家也同样有所耳闻。
§4.14τῆς μέντοι πόλεως πάνυ ἄξιον θαυμάσαι τὸ αἰσθανομένην πολλοὺς πλουτιζομένους ἐξ αὐτῆς ἰδιώτας μὴ μιμεῖσθαι τούτους.
然而,国家非常值得惊异的一点是,尽管她注意到许多私人因她而致富,却不效仿他们。
πάλαι μὲν γὰρ δήπου οἷς μεμέληκεν ἀκηκόαμεν ὅτι Νικίας ποτὲ ὁ Νικηράτου ἐκτήσατο ἐν τοῖς ἀργυρείοις χιλίους ἀνθρώπους, οὓς ἐκεῖνος Σωσίᾳ τῷ Θρᾳκὶ ἐξεμίσθωσεν, ἐφʼ ᾧ ὀβολὸν μὲν ἀτελῆ ἑκάστου τῆς ἡμέρας ἀποδιδόναι, τὸν δʼ ἀριθμὸν ἴσους ἀεὶ παρέχειν.
因为在过去,想必那些关心此事的人都听说过,尼克拉托斯之子尼基阿斯曾租借过一千名奴隶在银矿中工作,他把他们租给色雷斯人苏西阿斯,条件是每天为每人支付一奥博尔的纯收益,并始终保持这个人数不变。
§4.15ἐγένετο δὲ καὶ Ἱππονίκῳ ἑξακόσια ἀνδράποδα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἐκδεδομένα, ἃ προσέφερε μνᾶν ἀτελῆ τῆς ἡμέρας, Φιλημονίδῃ δὲ τριακόσια ἃ ἡμιμναῖον, ἄλλοις δέ γε ὡς, οἴομαι, δύναμις ἑκάστοις ὑπῆρχεν.
希波尼科斯也曾以同样的方式租出过六百名奴隶,每天为他带来一米纳的纯收益;而菲莱莫尼德斯有三百名,每天带来半米纳;其他的人,我想也是根据各自的财力而拥有的。
§4.16ἀτὰρ τί τὰ παλαιὰ δεῖ λέγειν;
不过,为什么非要提过去的事呢?
καὶ γὰρ νῦν πολλοί εἰσιν ἐν τοῖς ἀργυρείοις ἄνθρωποι οὕτως ἐκδεδομένοι.
因为即使在今天,银矿中也有许多人是这样被租出去的。
§4.17περαινομένων γε μὴν ὧν λέγω τοῦτʼ ἂν μόνον καινὸν γένοιτο, εἰ ὥσπερ οἱ ἰδιῶται κτησάμενοι ἀνδράποδα πρόσοδον ἀέναον κατεσκευασμένοι εἰσίν, οὕτω καὶ ἡ πόλις κτῷτο δημόσια ἀνδράποδα, ἕως γίγνοιτο τρία ἑκάστῳ Ἀθηναίων.
然而,如果我所说的事情付诸实施,唯一的新颖之处就在于,正如私人通过拥有奴隶为自己确保了源源不断的收入一样,国家也应该购买公有奴隶,直到每个雅典人平均拥有三个奴隶为止。
§4.18εἰ δὲ δυνατὰ λέγομεν καθʼ ἓν ἕκαστον αὐτῶν σκοπῶν ὁ βουλόμενος κρινέτω.
至于我们所说的是否可行,任何愿意的人都可以通过逐一审查来做出判断。
οὐκοῦν τιμὴν μὲν ἀνθρώπων εὔδηλον ὅτι μᾶλλον ἂν τὸ δημόσιον δύναιτο ἢ οἱ ἰδιῶται παρασκευάσασθαι.
首先,关于购买奴隶的价格,显然国库比私人更容易筹集这笔资金。
τῇ γε μὴν βουλῇ ῥᾴδιον καὶ κηρύξαι ἄγειν τὸν βουλόμενον ἀνδράποδα καὶ τὰ προσαχθέντα πρίασθαι.
其次,对于议会来说,既容易发布公告允许任何愿意的人送来奴隶,也很容易买下被送来的奴隶。
§4.19ἐπειδὰν δὲ ὠνηθῇ, τί ἂν ἧττον μισθοῖτό τις παρὰ τοῦ δημοσίου ἢ παρὰ τῶν ἰδιωτῶν, ἐπὶ τοῖς αὐτοῖς μέλλων ἕξειν;
一旦买下了他们,既然将以同样的条件拥有他们,人们为什么会不愿意从国家手里租赁,而宁可从私人那里租赁呢?
μισθοῦνται γοῦν καὶ τεμένη καὶ οἰκίας καὶ τέλη ὠνοῦνται παρὰ τῆς πόλεως.
无论如何,他们甚至从国家那里租赁圣地和房屋,并向国家购买包税权。
§4.20ὅπως γε μὴν τὰ ὠνηθέντα σῴζηται, τῷ δημοσίῳ ἔστι λαμβάνειν ἐγγύους παρὰ τῶν μισθουμένων, ὥσπερ καὶ παρὰ τῶν ὠνουμένων τὰ τέλη.
此外,为了确保买下的奴隶安全无虞,国家可以向承租人索取保证人,就像向购买包税权的人索取一样。
ἀλλὰ μὴν καὶ ἀδικῆσαί γε ῥᾷον τῷ τέλος πριαμένῳ ἢ τῷ ἀνδράποδα μισθουμένῳ.
事实上,对于购买包税权的人来说,作弊行骗甚至要比租赁奴隶的人容易得多。
§4.21ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῷ;
因为,由于私人的钱和公家的钱长得一模一样,人们又怎能察觉出被运走的公款呢?
ἀνδράποδα δὲ σεσημασμένα τῷ δημοσίῳ σημάντρῳ καὶ προκειμένης ζημίας τῷ τε πωλοῦντι καὶ τῷ ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν;
但对于盖有公家印记的奴隶,且对卖主和出口者都规定了处罚,人们又怎能偷走他们呢?
οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φαίνεται τῇ πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι.
因此,到此为止,国家获得并保管奴隶看来是完全可行的。
§4.22εἰ δʼ αὖ τις τοῦτʼ ἐνθυμεῖται, πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ ὑπάρχοντα), πολλοὶ δʼ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηράσκοντες, πολλοὶ δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοι καὶ ξένοι οἳ τῷ σώματι μὲν οὔτε βούλοιντʼ ἂν οὔτε δύναιντʼ ἂν ἐργάζεσθαι, τῇ δὲ γνώμῃ ἐπιμελόμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια πορίζοιντο.
另一方面,如果有人担心这一点:当有了大量的劳动者时,是否也会有同样多的人来租赁他们? 那么请他考虑以下情况而安心:许多已经进行开发的人将会额外租赁公有奴隶(因为现有的矿区有很多),而且在矿山中变老的人自己也有许多,此外还有许多其他的雅典人和外邦人,他们肉体上既不想也不可能去工作,但通过动脑筋管理,他们很乐意以此来谋生。
§4.23ἤν γε μέντοι τὸ πρῶτον συστῇ διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπʼ αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων γενέσθαι.
不过,如果最初能集结一千二百名奴隶,那么仅凭这笔收入,在五六年内奴隶数量就很可能达到不少于六千名。
ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας προσφέρῃ, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ.
而从这个数目来看,如果每个人每天带来一奥博尔的纯收益,那么每年的收入就是六十塔兰特。
§4.24ἀπὸ δὲ τούτων ἢν εἰς ἄλλα ἀνδράποδα τιθῆται εἴκοσι, τοῖς τετταράκοντα ἤδη ἐξέσται τῇ πόλει χρῆσθαι εἰς ἄλλο ὅ τι ἂν δέῃ.
如果从中拨出二十塔兰特用于购买更多的奴隶,国家就可以将剩下的四十塔兰特用于任何其他需要的用途。
ὅταν δέ γε μύρια ἀναπληρωθῇ, ἑκατὸν τάλαντα ἡ πρόσοδος ἔσται.
而当奴隶数量达到一万名时,收入将达到一百塔兰特。