Humanitext Reader

クセノポン · 政府の財源 §4.13-4.24

銀山への公有奴隷の賃貸による国家収入の確保策

5 / 9 箇所 · ギリシア語

要旨

著者は、国家が公有奴隷を所有し、それを銀山で働く人々に貸し出すことで、市民一人あたり3人の奴隷を確保し絶えざる国家収入を得る具体策を提案する。

§4.13ἵνα δὲ καὶ σαφέστερον περὶ τῆς τροφῆς εἴπω, νῦν διηγήσομαι ὡς κατασκευασθέντα τὰ ἀργύρεια ὠφελιμώτατʼ ἂν εἴη τῇ πόλει.
市民の扶養についてより明確に語るために、どのように銀山が整備されれば国家にとって最も有益になるかを、これから説明しよう。
ἀπʼ αὐτῶν μὲν οὖν ἔγωγε ὧν μέλλω λέγειν οὐδέν τι ἀξιῶ θαυμάζεσθαι ὡς δυσεύρετόν τι ἐξηυρηκώς·
私がこれから語る予定の事柄そのものから、何か発見しにくいものを発見した者として私が称賛されることは、私自身全く期待していない。
τὰ μὲν γὰρ ὧν λέξω καὶ νῦν ἔτι πάντες ὁρῶμεν, τὰ δὲ παροιχόμενα πάντες κατὰ ταὐτὰ αὖ ἀκούομεν.
なぜなら、私が語る事柄の一部は今でも私たち全員が見ていることであり、過去の事柄については、やはり私たち全員が同様に聞き知っているからである。
§4.14τῆς μέντοι πόλεως πάνυ ἄξιον θαυμάσαι τὸ αἰσθανομένην πολλοὺς πλουτιζομένους ἐξ αὐτῆς ἰδιώτας μὴ μιμεῖσθαι τούτους.
しかしながら、国家については、多くの個人がそこから富を得ていることに気づいていながら、彼らを模倣しないということが極めて驚くべきことである。
πάλαι μὲν γὰρ δήπου οἷς μεμέληκεν ἀκηκόαμεν ὅτι Νικίας ποτὲ ὁ Νικηράτου ἐκτήσατο ἐν τοῖς ἀργυρείοις χιλίους ἀνθρώπους, οὓς ἐκεῖνος Σωσίᾳ τῷ Θρᾳκὶ ἐξεμίσθωσεν, ἐφʼ ᾧ ὀβολὸν μὲν ἀτελῆ ἑκάστου τῆς ἡμέρας ἀποδιδόναι, τὸν δʼ ἀριθμὸν ἴσους ἀεὶ παρέχειν.
実際、昔、関心のある人々は皆聞いたことがあるはずだが、ニケラトスの子ニキアスがかつて銀山に千人の奴隷を所有しており、彼は彼らをトラキア人ソシアスに貸し出した。 その条件は、一人あたり1日1オボロスの純益を支払い、かつ人数は常に同数を維持するというものであった。
§4.15ἐγένετο δὲ καὶ Ἱππονίκῳ ἑξακόσια ἀνδράποδα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἐκδεδομένα, ἃ προσέφερε μνᾶν ἀτελῆ τῆς ἡμέρας, Φιλημονίδῃ δὲ τριακόσια ἃ ἡμιμναῖον, ἄλλοις δέ γε ὡς, οἴομαι, δύναμις ἑκάστοις ὑπῆρχεν.
またヒッポニコスにも、これと同じ方法で貸し出された六百人の奴隷がおり、それらは1日に1ミナの純益をもたらしていた。 またフィレモニデスには三百人の奴隷がおり、半ミナの純益をもたらしていた。 他の人々にも、私の思うに、それぞれの資力に応じて奴隷が存在していた。
§4.16ἀτὰρ τί τὰ παλαιὰ δεῖ λέγειν;
しかし、なぜ昔のことを語る必要があるだろうか。
καὶ γὰρ νῦν πολλοί εἰσιν ἐν τοῖς ἀργυρείοις ἄνθρωποι οὕτως ἐκδεδομένοι.
今でも銀山には、このように貸し出されている多くの人々がいるのだから。
§4.17περαινομένων γε μὴν ὧν λέγω τοῦτʼ ἂν μόνον καινὸν γένοιτο, εἰ ὥσπερ οἱ ἰδιῶται κτησάμενοι ἀνδράποδα πρόσοδον ἀέναον κατεσκευασμένοι εἰσίν, οὕτω καὶ ἡ πόλις κτῷτο δημόσια ἀνδράποδα, ἕως γίγνοιτο τρία ἑκάστῳ Ἀθηναίων.
しかし、私の言うことが実行される場合、唯一新しい点となるのは、個人が奴隷を所有して絶えざる収入を確保しているように、国家もまた、アテナイ人一人あたり三人の割合になるまで、公有の奴隷を所有することであろう。
§4.18εἰ δὲ δυνατὰ λέγομεν καθʼ ἓν ἕκαστον αὐτῶν σκοπῶν ὁ βουλόμενος κρινέτω.
私が実現可能なことを語っているかどうかは、望む者がそれらを一つ一つ検討して判断するがよい。
οὐκοῦν τιμὴν μὲν ἀνθρώπων εὔδηλον ὅτι μᾶλλον ἂν τὸ δημόσιον δύναιτο ἢ οἱ ἰδιῶται παρασκευάσασθαι.
まず、奴隷の購入代金については、国家の方が個人よりも用意しやすいことは明らかである。
τῇ γε μὴν βουλῇ ῥᾴδιον καὶ κηρύξαι ἄγειν τὸν βουλόμενον ἀνδράποδα καὶ τὰ προσαχθέντα πρίασθαι.
また、評議会にとっては、奴隷を連れてきたい者は誰でも連れてくるようにと布告し、連れてこられたものを買い取ることは容易なことである。
§4.19ἐπειδὰν δὲ ὠνηθῇ, τί ἂν ἧττον μισθοῖτό τις παρὰ τοῦ δημοσίου ἢ παρὰ τῶν ἰδιωτῶν, ἐπὶ τοῖς αὐτοῖς μέλλων ἕξειν;
そして買い取られた後には、同じ条件で手に入れることができるというのに、なぜ国家から借りるのを、個人から借りるのより嫌がることがあろうか。
μισθοῦνται γοῦν καὶ τεμένη καὶ οἰκίας καὶ τέλη ὠνοῦνται παρὰ τῆς πόλεως.
実際、人々は国家から神聖領地や家屋を借りており、税の徴収権を買い取っているのである。
§4.20ὅπως γε μὴν τὰ ὠνηθέντα σῴζηται, τῷ δημοσίῳ ἔστι λαμβάνειν ἐγγύους παρὰ τῶν μισθουμένων, ὥσπερ καὶ παρὰ τῶν ὠνουμένων τὰ τέλη.
さらに、買い取られた奴隷が安全に維持されるために、国家は借り手から保証人を立てさせることができる。 それは税の徴収権を買い取る者たちからそうさせるのと同様である。
ἀλλὰ μὴν καὶ ἀδικῆσαί γε ῥᾷον τῷ τέλος πριαμένῳ ἢ τῷ ἀνδράποδα μισθουμένῳ.
そればかりか、不正を行うことは、奴隷を借りる者よりも、税を買い取る者にとっての方がはるかに容易である。
§4.21ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῷ;
というのも、公金が持ち出されるのを、個人の金とそっくりであるのに、どうやって発見できるだろうか。
ἀνδράποδα δὲ σεσημασμένα τῷ δημοσίῳ σημάντρῳ καὶ προκειμένης ζημίας τῷ τε πωλοῦντι καὶ τῷ ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν;
一方、公の刻印を押された奴隷であり、それを販売する者にも国外へ持ち出す者にも罰則が定められているのに、どうやってこれらを盗むことができるだろうか。
οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φαίνεται τῇ πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι.
したがって、ここまでのところ、国家にとって奴隷を獲得し、かつ保管することは可能であるように思われる。
§4.22εἰ δʼ αὖ τις τοῦτʼ ἐνθυμεῖται, πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ ὑπάρχοντα), πολλοὶ δʼ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηράσκοντες, πολλοὶ δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοι καὶ ξένοι οἳ τῷ σώματι μὲν οὔτε βούλοιντʼ ἂν οὔτε δύναιντʼ ἂν ἐργάζεσθαι, τῇ δὲ γνώμῃ ἐπιμελόμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια πορίζοιντο.
他方、もし誰かが「多くの労働者が集まったとき、それを借りようとする人々も十分に多く現れるだろうか」と懸念するなら、次のことを理解して安心するがよい。 すでに設備を整えた多くの人々が、公有奴隷をさらに借り増すであろうし(なぜなら既存の鉱区が多く存在するから)、また鉱山で年老いていく人々自身の中にも多くの者がおり、さらにアテナイ人であれ外国人であれ、肉体的には働くことを望まず、また働くこともできないが、知性を用いて管理することで、喜んで生計を立てようとする他の人々も多く存在するからである。
§4.23ἤν γε μέντοι τὸ πρῶτον συστῇ διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπʼ αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων γενέσθαι.
しかしながら、最初に千二百人の奴隷が整うならば、その収入だけでも、5、6年のうちに奴隷の数は少なくとも六千人には達するはずである。
ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας προσφέρῃ, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ.
そして、この数から、もし各人が1日に1オボロスの純益をもたらすなら、年間収入は六十タラントンとなる。
§4.24ἀπὸ δὲ τούτων ἢν εἰς ἄλλα ἀνδράποδα τιθῆται εἴκοσι, τοῖς τετταράκοντα ἤδη ἐξέσται τῇ πόλει χρῆσθαι εἰς ἄλλο ὅ τι ἂν δέῃ.
そして、これらのうち、もし二十タラントンがさらなる奴隷の購入に充てられるなら、国家は残りの四十タラントンをすでに他のどのような必要な用途にでも用いることができるようになる。
ὅταν δέ γε μύρια ἀναπληρωθῇ, ἑκατὸν τάλαντα ἡ πρόσοδος ἔσται.
そして、一万人に達したときには、収入は百タラントンとなるであろう。

語釈・文法注

  1. 4.14τῆς μέντοι πόλεως ... τὸ ... μὴ μιμεῖσθαι — τῆς πόλεως は動詞 axion にかかる関係の属格(〜について)あるいは驚嘆の対象を示す属格。名詞化された対格不定詞句 τὸ μὴ μιμεῖσθαι(〜を模倣しないこと)が文の主語となっている。
  2. 4.17περαινομένων γε μὴν ὧν λέγω — 属格独立構文(genitive absolute)。περαινομένων は現在受動態分詞で「私の語る事柄が実行に移される際」の意。ὧν は先行詞の省略を伴う関係代名詞で、原本の属格(toutōn ha)が先行詞の格変化に引き込まれたもの(attraction)。
  3. 4.22πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι — πῶς は懸念や懐疑を表す反語的な疑問文を導き、「いかにして借り手も多く現れるだろうか(=現れはしないのではないか)」の意。μισθωσόμενοι は未来中道態分詞で「借りようとする人々」を表す。
  4. 4.23μὴ μεῖον ἂν ... γενέσθαι — 非人称表現 εἰκός(〜するのはもっともだ、〜の可能性が高い)に導かれた不定詞句。ἂν が添えられることで、条件節のない潜在的な可能性(〜に達するはずだ)を表している。

この箇所を引用する

クセノポン, 政府の財源 §4.13-4.24. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:4.13-4.24

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。