§4.1τά γε μὴν ἀργύρεια εἰ κατασκευασθείη ὡς δεῖ, πάμπολλα ἂν νομίζω χρήματα ἐξ αὐτῶν καὶ ἄνευ τῶν ἄλλων προσόδων προσιέναι.
如果银矿能得到适当的开发,我认为即使没有其他收入,仅从银矿中就能获得极其丰厚的资金。
βούλομαι δὲ καὶ τοῖς μὴ εἰδόσι τὴν τούτων δύναμιν δηλῶσαι. ταύτην γὰρ γνόντες καὶ ὅπως χρῆσθαι δεῖ αὐτοῖς ἄμεινον ἂν βουλεύοισθε.
我也希望向那些不了解其潜力的人说明这一点;因为一旦你们理解了这笔资产的潜力以及应当如何利用它们,你们就能做出更好的决策。
§4.2οὐκοῦν ὅτι μὲν πάνυ πάλαι ἐνεργά ἐστι, πᾶσι σαφές· οὐδεὶς γοῦν οὐδὲ πειρᾶται λέγειν ἀπὸ ποίου χρόνου ἐπεχειρήθη·
首先,这些矿山自古以来就在开采,这是所有人都有目共睹的;至少,没有人能说出它们最初是从什么时候开始被开发的。
οὕτω δὲ πάλαι ὀρυττομένης τε καὶ ἐκφορουμένης τῆς ἀργυρίτιδος κατανοήσατε τί μέρος οἱ ἐκβεβλημένοι σωροὶ τῶν αὐτοφυῶν τε καὶ ὑπαργύρων λόφων.
然而,尽管银矿石如此长期地被挖掘和运出,但请你们想一想,与那些天然的、含银的山丘相比,开采出来并堆积在外的土堆是多么微不足道的一部分。
§4.3οὐδὲ μὴν ὁ ἀργυρώδης τόπος εἰς μεῖόν τι συστελλόμενος, ἀλλʼ ἀεὶ ἐπὶ πλέον ἐκτεινόμενος φανερός ἐστιν.
此外,含银的区域显然没有缩小,反而一直在不断扩大。
ἐν ᾧ γε μὴν χρόνῳ οἱ πλεῖστοι ἄνθρωποι ἐγένοντο ἐν αὐτοῖς, οὐδεὶς πώποτε ἔργου ἠπόρησεν, ἀλλʼ ἀεὶ τὰ ἔργα τῶν ἐργαζομένων περιῆν.
而且,在有最多的人在其中工作的时候,从未有人缺少工作,相反,工作总是多得让劳动者做不完。
§4.4καὶ νῦν δὲ οἱ κεκτημένοι ἐν τοῖς μετάλλοις ἀνδράποδα οὐδεὶς τοῦ πλήθους ἀφαιρεῖ, ἀλλʼ ἀεὶ προσκτᾶται ὁπόσα ἂν πλεῖστα δύνηται.
即使在今天,在矿山中拥有奴隶的人,也没有人削减其数量,而是始终在尽可能多地增置奴隶。
καὶ γὰρ δὴ ὅταν μὲν ὀλίγοι ὀρύττωσι καὶ ζητῶσιν, ὀλίγα οἶμαι καὶ τὰ χρήματα εὑρίσκεται· ὅταν δὲ πολλοί, πολλαπλασία ἡ ἀργυρῖτις ἀναφαίνεται.
因为确实,当少数人挖掘和探索时,我认为发现的财富也少;但当有很多人挖掘时,就会有成倍的银矿石显现出来。
§4.5ὥστε ἐν μόνῳ τούτῳ ὧν ἐγὼ οἶδα ἔργων οὐδὲ φθονεῖ οὐδεὶς τοῖς ἐπικατασκευαζομένοις.
因此,在我所知道的一切行业中,唯独在这个行业里,没有人会嫉妒那些新参与开发的人。
ἔτι δὲ οἱ μὲν ἀγροὺς κεκτημένοι πάντες ἔχοιεν ἂν εἰπεῖν ὁπόσα ζεύγη ἀρκεῖ εἰς τὸ χωρίον καὶ ὁπόσοι ἐργάται· ἢν δʼ ἐπὶ πλέον τῶν ἱκανῶν ἐμβάλλῃ τις, ζημίαν λογίζονται·
此外,拥有农田的人都能说出,多少对牲畜和多少劳动者就足以应付这片土地;如果有人投入超过所需的数量,他们就会将其视为损失。
ἐν δὲ τοῖς ἀργυρείοις ἔργοις πάντες δή φασιν ἐνδεῖσθαι ἐργατῶν.
但在银矿业中,所有人却都说他们缺少劳动者。
§4.6καὶ γὰρ οὐδʼ ὥσπερ ὅταν πολλοὶ χαλκοτύποι γένωνται, ἀξίων γενομένων τῶν χαλκευτικῶν ἔργων, καταλύονται οἱ χαλκοτύποι, καὶ οἱ σιδηρεῖς γε ὡσαύτως· καὶ ὅταν γε πολὺς σῖτος καὶ οἶνος γένηται, ἀξίων ὄντων τῶν καρπῶν, ἀλυσιτελεῖς αἱ γεωργίαι γίγνονται, ὥστε πολλοὶ ἀφέμενοι τοῦ τὴν γῆν ἐργάζεσθαι ἐπʼ ἐμπορίας καὶ καπηλείας καὶ τοκισμοὺς τρέπονται· ἀργυρῖτις δὲ ὅσῳ ἂν πλείων φαίνηται καὶ ἀργύριον πλέον γίγνηται, τοσούτῳ πλείονες ἐπὶ τὸ ἔργον τοῦτο ἔρχονται.
因为这并不像当有很多铜匠出现、铜器价值下降时,铜匠们就会破产,铁匠也是如此;也不像当生产了大量的谷物和葡萄酒、作物价值下降时,农业就变得无利可图,以至于许多人放弃耕作,转向贸易、零售和高利贷;相反,发现的银矿石越多,生产的白银越多,就会有更多的人投入到这项工作中。
§4.7καὶ γὰρ δὴ ἔπιπλα μέν, ἐπειδὰν ἱκανά τις κτήσηται τῇ οἰκίᾳ, οὐ μάλα ἔτι προσωνοῦνται· ἀργύριον δὲ οὐδείς πω οὕτω πολὺ ἐκτήσατο ὥστε μηκέτι προσδεῖσθαι·
确实,当人们为家里置办了足够的家具后,便不再怎么购买了;但至今还没有人获得过如此之多的白银,以至于不再需要更多。
ἀλλʼ ἤν τισι γένηται παμπληθές, τὸ περιττεῦον κατορύττοντες οὐδὲν ἧττον ἥδονται ἢ χρώμενοι αὐτῷ.
相反,如果有人得到了极大量的白银,他们把多余的部分埋藏起来,其快乐也绝不亚于使用它。
§4.8καὶ μὴν ὅταν γε εὖ πράττωσιν αἱ πόλεις, ἰσχυρῶς οἱ ἄνθρωποι ἀργυρίου δέονται.
而且,当城市繁荣昌盛时,人们对白银的需求极为迫切。
οἱ μὲν γὰρ ἄνδρες ἀμφὶ ὅπλα τε καλὰ καὶ ἵππους ἀγαθοὺς καὶ οἰκίας καὶ κατασκευὰς μεγαλοπρεπεῖς βούλονται δαπανᾶν, αἱ δὲ γυναῖκες εἰς ἐσθῆτα πολυτελῆ καὶ χρυσοῦν κόσμον τρέπονται.
男子们希望在精美的武器、优良的马匹以及宏伟的住宅和陈设上花费资金,而女子们则热衷于昂贵的衣服和黄金首饰。
§4.9ὅταν τε αὖ νοσήσωσιν αἱ πόλεις ἢ ἀφορίαις καρπῶν ἢ πολέμῳ, ἔτι καὶ πολὺ μᾶλλον, ἀργοῦ τῆς γῆς γιγνομένης, καὶ εἰς ἐπιτήδεια καὶ εἰς ἐπικούρους νομίσματος δέονται.
相反,当城市因作物歉收或战争而陷入困境时,由于土地荒芜,人们为了购买粮食和雇佣援军,更加迫切地需要货币。
§4.10εἰ δέ τις φήσειε καὶ χρυσίον μηδὲν ἧττον χρήσιμον εἶναι ἢ ἀργύριον, τούτῳ μὲν οὐκ ἀντιλέγω, ἐκεῖνο μέντοι οἶδα, ὅτι καὶ χρυσίον ὅταν πολὺ παραφανῇ, αὐτὸ μὲν ἀτιμότερον γίγνεται, τὸ δὲ ἀργύριον τιμιώτερον ποιεῖ.
如果有人说,黄金和白银一样有用,我并不反驳他;但我很清楚这一点:当黄金大量出现时,它自身会贬值,但却会使白银变得更加昂贵。
§4.11ταῦτα μὲν οὖν ἐδήλωσα τούτου ἕνεκα, ὅπως θαρροῦντες μὲν ὅτι πλείστους ἀνθρώπους ἐπὶ τὰ ἀργύρεια ἄγωμεν, θαρροῦντες δὲ κατασκευαζώμεθα ἐν αὐτοῖς, ὡς οὔτε ἐπιλειψούσης ποτὲ τῆς ἀργυρίτιδος οὔτε τοῦ ἀργυρίου ἀτίμου ποτὲ ἐσομένου.
我说明这些,就是为了让我们能够满怀信心地将尽可能多的人引向银矿,并满怀信心地在其中进行开发建设,因为我们深信银矿石绝不会枯竭,白银也绝不会贬值。
§4.12δοκεῖ δέ μοι καὶ ἡ πόλις προτέρα ἐμοῦ ταῦτʼ ἐγνωκέναι· παρέχει γοῦν ἐπὶ ἰσοτελείᾳ καὶ τῶν ξένων τῷ βουλομένῳ ἐργάζεσθαι ἐν τοῖς μετάλλοις.
而且,国家似乎比我更早地意识到了这一点;至少,它在平等税率的条件下,允许任何愿意的外邦人在矿山中工作。