Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §9.1-9.7

阿格西劳斯与波斯王生活方式的对比

第 15 段,共 18 段 · 希腊语

内容简介

作者将阿格西劳斯公开、简朴、高尚的生活方式与波斯王傲慢、隐秘、繁琐的享乐追求进行对比,强调真正的荣耀并非通过展示财富(如战车竞技)获得,而是通过造福国家和友人来赢得。

§9.1ἀλλὰ μὴν ἐρῶ γε ὡς καὶ τὸν τρόπον ὑπεστήσατο τῇ τοῦ Πέρσου ἀλαζονείᾳ.
然而,我也要讲讲他是如何将自己的生活方式与波斯王的傲慢对立起来的。
πρῶτον μὲν γὰρ ὁ μὲν τῷ σπανίως ὁρᾶσθαι ἐσεμνύνετο, Ἀγησίλαος δὲ τῷ ἀεὶ ἐμφανὴς εἶναι ἠγάλλετο, νομίζων αἰσχρουργίᾳ μὲν τὸ ἀφανίζεσθαι πρέπειν, τῷ δὲ εἰς κάλλος βίῳ τὸ φῶς μᾶλλον κόσμον παρέχειν.
首先,波斯王因难得一见而自命不凡,阿格西劳斯则以随时公开露面为荣,因为他认为,隐蔽只适合于丑恶的行为,而对于追求美德的生活,光明显然更能增添光彩。
§9.2ἔπειτα δὲ ὁ μὲν τῷ δυσπρόσοδος εἶναι ἐσεμνύνετο, ὁ δὲ τῷ πᾶσιν εὐπρόσοδος εἶναι ἔχαιρε· καὶ ὁ μὲν ἡβρύνετο τῷ βραδέως διαπράττειν, ὁ δὲ τότε μάλιστα ἔχαιρεν ὁπότε τάχιστα τυχόντας ὧν δέοιντο ἀποπέμποι.
其次,波斯王因难以接近而自负,阿格西劳斯则因对所有人平易近人而喜悦;波斯王因办事拖拉而摆谱,阿格西劳斯则在人们能以最快速度获得所需并离去时最为高兴。
§9.3ἀλλὰ μὴν καὶ τὴν εὐπάθειαν ὅσῳ ῥᾴονα καὶ εὐπορωτέραν Ἀγησίλαος ἐπετήδευσεν ἄξιον κατανοῆσαι.
而且,阿格西劳斯所追求的享乐生活是多么轻松和易于获得,这也同样值得体察。
τῷ μὲν γὰρ Πέρσῃ πᾶσαν γῆν περιέρχονται μαστεύοντες τί ἂν ἡδέως πίοι, μυρίοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι· ὅπως γε μὲν καταδάρθοι οὐδʼ ἂν εἴποι τις ὅσα πραγματεύονται.
因为为了给波斯王寻找他能愉快饮用的东西,人们走遍了整个大地;无数的人也在琢磨他能愉快食用的东西;至于为了让他能够入睡,谁也说不尽他们要花费多少心思。
Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν· εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ.
然而,阿格西劳斯由于热爱劳作,愉快地饮用眼前的一切,也愉快地食用碰巧遇到的一切;至于安稳地入睡,任何地方对我而言都是足够好的。
§9.4καὶ ταῦτα οὐ μόνον πράττων ἔχαιρεν, ἀλλὰ καὶ ἐνθυμούμενος ἠγάλλετο ὅτι αὐτὸς μὲν ἐν μέσαις ταῖς εὐφροσύναις ἀναστρέφοιτο, τὸν δὲ βάρβαρον ἑώρα, εἰ μέλλοι ἀλύπως βιώσεσθαι, συνελκυστέον αὐτῷ ἀπὸ περάτων τῆς γῆς τὰ τέρψοντα.
他不仅乐于做这些事,而且每当想到这些就感到自豪,因为他自己是生活在快乐的中央,而他看到那个蛮族人,如果想要无痛苦地生活,就必须从大地的尽头把能取悦他的东西搜罗在一起。
§9.5ηὔφραινε δὲ αὐτὸν καὶ τάδε, ὅτι αὐτὸς μὲν ᾔδει τῇ τῶν θεῶν κατασκευῇ δυνάμενος ἀλύπως χρῆσθαι, τὸν δὲ ἑώρα φεύγοντα μὲν θάλπη, φεύγοντα δὲ ψύχη, διʼ ἀσθένειαν ψυχῆς, οὐκ ἀνδρῶν ἀγαθῶν ἀλλὰ θηρίων τῶν ἀσθενεστάτων βίον μιμούμενον.
而这也让他感到欣喜:他知道自己能够毫无痛苦地利用神明所安排的自然环境,而他看到另一个人因灵魂的软弱而躲避炎热、躲避寒冷,模仿的不是优秀之人的生活,而是最弱小的野兽的生活。
§9.6ἐκεῖνό γε μὴν πῶς οὐ καλὸν καὶ μεγαλογνῶμον, τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον, κύνας τε πολλοὺς θηρευτὰς καὶ ἵππους πολεμιστηρίους τρέφοντα, Κυνίσκαν δὲ ἀδελφὴν οὖσαν πεῖσαι ἁρματοτροφεῖν καὶ ἐπιδεῖξαι νικώσης αὐτῆς ὅτι τὸ θρέμμα τοῦτο οὐκ ἀνδραγαθίας ἀλλὰ πλούτου ἐπίδειγμά ἐστι;
此外,以下这一点难道不是既美好又宽宏大度吗? 他用一个男子汉的活动和财产来装饰自己的家园,饲养了许多猎犬和战马,并且说服自己的妹妹库妮丝卡饲养战车马匹,并在她获胜时向世人证明,这种饲养并不是男子气概的证明,而仅仅是财富的展示。
§9.7τόδε γε μὴν πῶς οὐ σαφῶς πρὸς τὸ γενναῖον ἔγνω, ὅτι ἅρματι μὲν νικήσας τοὺς ἰδιώτας οὐδὲν ὀνομαστότερος ἂν γένοιτο, εἰ δὲ φίλην μὲν πάντων μάλιστα τὴν πόλιν ἔχοι, πλείστους δὲ φίλους καὶ ἀρίστους ἀνὰ πᾶσαν τὴν γῆν κεκτῇτο, νικῴη δὲ τὴν μὲν πατρίδα καὶ τοὺς ἑταίρους εὐεργετῶν, τοὺς δὲ ἀντιπάλους τιμωρούμενος, ὅτι οὕτως ἂν εἴη νικηφόρος τῶν καλλίστων καὶ μεγαλοπρεπεστάτων ἀγωνισμάτων καὶ ὀνομαστότατος καὶ ζῶν καὶ τελευτήσας γένοιτʼ ἄν;
此外,以下这一点他难道不是非常清晰地基于高贵精神去理解的吗? 通过战车比赛战胜普通人并不会让他变得更加出名,但如果他把城邦视为最亲爱者,并在整个大地上拥有最多、最优秀的友人,通过造福祖国和同伴、惩罚对手来获得胜利,那么他就会在最美好、最宏伟的竞争中成为胜利者,并且无论在活着还是去世之后都将名扬天下。

词汇与语法注释

  1. 9.1νομίζων αἰσχρουργίᾳ μὲν τὸ ἀφανίζεσθαι πρέπειν, τῷ δὲ εἰς κάλλος βίῳ τὸ φῶς μᾶλλον κόσμον παρέχειν — 由分词 `νομίζων` 引导的两组对比性带格不定式结构。前半句中,`τὸ ἀφανίζεσθαι`(隐蔽)是不定式 `πρέπειν` 的逻辑主语,与格的 `αἰσχρουργίᾳ`(恶行)修饰它。后半句中,`τὸ φῶς`(光明)是不定式 `παρέχειν` 的逻辑主语,`κόσμον`(装饰、光彩)是其直接宾语,与格短语 `τῷ εἰς κάλλος βίῳ`(追求美德的生活)作为间接宾语(或关涉与格)发挥作用。
  2. 9.6τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον... — 整个带冠词的不定式短语 `τὸ ... κοσμεῖν ... πεῖσαι ... καὶ ἐπιδεῖξαι` 作为一个同位语,具体解释了主句中指示代词 `ἐκεῖνο`(以下这件事)的内容。不定式的逻辑主语是宾格的 `αὐτόν`(阿格西劳斯自己)。
  3. 9.7ὅτι ἅρματι μὲν νικήσας τοὺς ἰδιώτας οὐδὲν ὀνομαστότερος ἂν γένοιτο, εἰ δὲ... ὅτι οὕτως ἂν εἴη... — 引导动词 `ἔγνω` 宾语从句的连词 `ὅτι` 出现了两次,其间夹杂了长条件句(`εἰ δὲ...`)。第二个 `ὅτι`(`ὅτι οὕτως 占 εἴη...`)起到了复指(resumptive)的作用,用以重申并理清复杂的句子结构,在语义上与第一个 `ὅτι` 处于同一层次。

引用这一段

色诺芬, 阿格西劳斯传 §9.1-9.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:9.1-9.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。