§10.1ἐγὼ μὲν οὖν τοιαῦτα ἐπαινῶ Ἀγησίλαον.
因此,我赞美阿格西劳斯的这些品质。
ταῦτα γὰρ οὐχ ὥσπερ εἰ θησαυρῷ τις ἐντύχοι, πλουσιώτερος μὲν ἂν εἴη, οἰκονομικώτερος δὲ οὐδὲν ἄν, καὶ εἰ νόσου δὲ πολεμίοις ἐμπεσούσης κρατήσειεν, εὐτυχέστερος μὲν ἂν εἴη, στρατηγικώτερος δὲ οὐδὲν ἄν· ὁ δὲ καρτερίᾳ μὲν πρωτεύων ἔνθα πονεῖν καιρός, ἀλκῇ δὲ ὅπου ἀνδρείας ἀγών, γνώμῃ δὲ ὅπου βουλῆς ἔργον, οὗτος ἔμοιγε δοκεῖ δικαίως ἀνὴρ ἀγαθὸς παντελῶς ἂν νομίζεσθαι.
因为这些品质并不像有人偶然发现宝藏那样——他会因此变得更加富有,但绝不会变得更善于理财;也不像因敌人染上瘟疫而战胜他们那样——他会因此变得更加幸运,但绝不会在军事统帅能力上变得更强;相反,那在需要劳苦之时以坚忍领袖群伦,在考验勇气的战场上以武勇出类拔萃,在需要出谋划策处以智虑独占鳌头的人,在我看来,才理所当然地会被视为一个完全完美的人。
§10.2εἰ δὲ καλὸν εὕρημα ἀνθρώποις στάθμη καὶ κανὼν πρὸς τὸ ὀρθὰ ἐργάζεσθαι, καλὸν ἄν μοι δοκεῖ ἡ Ἀγησιλάου ἀρετὴ παράδειγμα γενέσθαι τοῖς ἀνδραγαθίαν ἀσκεῖν βουλομένοις.
如果说测垂线和直尺对人类而言是为了把活做直而发明的极好工具,那么在我看来,阿格西劳斯的美德对于那些想要磨炼男子汉气概的人来说,完全可以成为一个极好的典范。
τίς γὰρ ἂν ἢ θεοσεβῆ μιμούμενος ἀνόσιος γένοιτο ἢ δίκαιον ἄδικος ἢ σώφρονα ὑβριστὴς ἢ ἐγκρατῆ ἀκρατής;
因为谁会因为效法敬神者而变得不敬? 效法公正者而变得不公? 效法克己者而变得狂妄? 效法自律者而变得放纵?
καὶ γὰρ δὴ οὐχ οὕτως ἐπὶ τῷ ἄλλων βασιλεύειν ὡς ἐπὶ τῷ ἑαυτοῦ ἄρχειν ἐμεγαλύνετο, οὐδʼ ἐπὶ τῷ πρὸς τοὺς πολεμίους ἀλλʼ ἐπὶ τῷ πρὸς πᾶσαν ἀρετὴν ἡγεῖσθαι τοῖς πολίταις.
事实上,他之所以自豪,与其说是因为统治他人,不如说是因为主宰自己;与其说是因为对抗敌人,不如说是因为在一切美德上指引公民。
§10.3ἀλλὰ γὰρ μὴ ὅτι τετελευτηκὼς ἐπαινεῖται τούτου ἕνεκα θρῆνόν τις τοῦτον τὸν λόγον νομισάτω, ἀλλὰ πολὺ μᾶλλον ἐγκώμιον.
然而,切不要因为他是死后受到赞美,就有人把这篇演说视为挽歌,而应更多地视为颂词。
πρῶτον μὲν γὰρ ἅπερ ζῶν ἤκουε ταὐτὰ καὶ νῦν λέγεται περὶ αὐτοῦ· ἔπειτα δὲ τί καὶ πλέον θρήνου ἄπεστιν ἢ βίος τε εὐκλεὴς καὶ θάνατος ὡραῖος;
因为首先,他生前所听到的那些赞语,现在人们同样用来称颂他;其次,有什么能比光荣的一生和适时的安息,与哀思更加风马牛不相及呢?
ἐγκωμίων δὲ τί ἀξιώτερον ἢ νῖκαί τε αἱ κάλλισται καὶ ἔργα τὰ πλείστου ἄξια;
而有什么比最辉煌的胜利和最有价值的功绩,更值得大书特书呢?
§10.4δικαίως δʼ ἂν ἐκεῖνός γε μακαρίζοιτο ὃς εὐθὺς μὲν ἐκ παιδὸς ἐρασθεὶς τοῦ εὐκλεὴς γενέσθαι ἔτυχε τούτου μάλιστα τῶν καθʼ ἑαυτόν· φιλοτιμότατος δὲ πεφυκὼς ἀήττητος διετέλεσεν, ἐπεὶ βασιλεὺς ἐγένετο.
那个自幼年起就渴望获得名望、并在同时代人中最大程度地实现了这一愿望的人,理所当然地应当被视为幸福之人;他天性极重荣誉,自登基为王以来,始终保持不败。
ἀφικόμενος δὲ ἐπὶ τὸ μήκιστον ἀνθρωπίνου αἰῶνος ἀναμάρτητος ἐτελεύτησε καὶ περὶ τούτους ὧν ἡγεῖτο καὶ πρὸς ἐκείνους οἷς ἐπολέμει.
最终,他在达到了人类寿命的极限后,在对自己所领导的人民以及对与之交战的敌人双方都毫无过失的状态下,安然逝去。