§8.1ἀλλὰ μὴν ἄξιόν γε αὐτοῦ καὶ τὸ εὔχαρι μὴ σιωπᾶσθαι·
然而,他的平易近人同样不容忽视。
ᾧ γε ὑπαρχούσης μὲν τιμῆς, παρούσης δὲ δυνάμεως, πρὸς δὲ τούτοις βασιλείας, καὶ ταύτης οὐκ ἐπιβουλευομένης ἀλλʼ ἀγαπωμένης, τὸ μὲν μεγάλαυχον οὐκ εἶδέ τις, τὸ δὲ φιλόστοργον καὶ θεραπευτικὸν τῶν φίλων καὶ μὴ ζητῶν κατενόησεν ἄν.
尽管他拥有荣耀,手握权力,此外还享有王位——而且这王位并非处于阴谋威胁之中,而是备受爱戴——但却没有人见过他有任何傲慢之举,反而即使不刻意去寻找,也能感受到他对朋友的深情与体贴。
§8.2καὶ μὴν μετεῖχε μὲν ἥδιστα παιδικῶν λόγων, συνεσπούδαζε δὲ πᾶν ὅ τι δέοι φίλοις.
而且,他非常乐意参与轻松幽默的谈话,并和朋友们一起尽力操持他们所需的每一件事。
διὰ δὲ τὸ εὔελπις καὶ εὔθυμος καὶ ἀεὶ ἱλαρὸς εἶναι πολλοὺς ἐποίει μὴ τοῦ διαπράξασθαί τι μόνον ἕνεκα πλησιάζειν, ἀλλὰ καὶ τοῦ ἥδιον διημερεύειν.
由于他总是充满希望、心情开朗、神色愉悦,使得许多人接近他不仅是为了办成某事,更是为了能更愉快地共度一天。
ἥκιστα δʼ ὢν οἷος μεγαληγορεῖν ὅμως τῶν ἐπαινούντων αὑτοὺς οὐ βαρέως ἤκουεν, ἡγούμενος βλάπτειν οὐδὲν αὐτούς, ὑπισχνεῖσθαι δὲ ἄνδρας ἀγαθοὺς ἔσεσθαι.
虽然他最不爱说大话,但他却能毫无怨气地倾听那些自我吹嘘的人,因为他认为这并没有伤害到任何人,反而表明这些人承诺要成为优秀的人。
§8.3ἀλλὰ μὴν καὶ τῇ μεγαλογνωμοσύνῃ γε ὡς εὐκαίρως ἐχρῆτο οὐ παραλειπτέον.
然而,他如何适时地展现其宽宏大度,也是不容遗漏的。
ἐκεῖνος γὰρ ὅτʼ ἦλθεν αὐτῷ ἐπιστολὴ παρὰ βασιλέως, ἣν ὁ μετὰ Καλλία τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ ξενίας τε καὶ φιλίας, ταύτην μὲν οὐκ ἐδέξατο, τῷ δὲ φέροντι εἶπεν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν, ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος ἀνὰ κράτος αὐτῷ ἔσοιτο·
因为当他收到一封来自波斯王的信,这封信是由与拉刻代蒙人卡里亚斯同行的波斯人送达的,内容涉及结为客卿和友好,他却没有接受这封信,而是对送信人说,请转告国王,私下里完全没有必要给他写信,但如果国王显现出是拉刻代蒙的朋友、并对希腊心怀善意,他自己也必将竭尽全力成为国王的朋友。
ἢν μέντοι, ἔφη, ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς ἐπιστολὰς δέχωμαι, φίλον ἕξειν με οἰέσθω.
他说:“然而,如果他被发现企图进行阴谋,那就不要以为,即使我收到了极多的来信,他也会得到我这样一个朋友。
§8.4ἐγὼ οὖν καὶ τοῦτο ἐπαινῶ Ἀγησιλάου τὸ πρὸς τὸ ἀρέσκειν τοῖς Ἕλλησιν ὑπεριδεῖν τὴν βασιλέως ξενίαν.
” 因此,我也赞赏阿格西劳斯的这一点:为了取悦希腊人,他轻视了波斯王的友好结交。
ἄγαμαι δὲ κἀκεῖνο, ὅτι οὐχ ὁπότερος πλείω τε χρήματα ἔχοι καὶ πλειόνων ἄρχοι, τούτῳ ἡγήσατο μεῖζον φρονητέον εἶναι, ἀλλʼ ὁπότερος αὐτός τε ἀμείνων εἴη καὶ ἀμεινόνων ἡγοῖτο.
我也敬佩这一点:他并不认为财富更多、统治臣民更多的一方就应该更加自负,而是认为哪一方自身更优秀、并且领导着更优秀的人,哪一方才更值得自负。
§8.5ἐπαινῶ δὲ κἀκεῖνο τῆς προνοίας αὐτοῦ, ὅτι νομίζων ἀγαθὸν τῇ Ἑλλάδι ἀφίστασθαι τοῦ βασιλέως ὡς πλείστους σατράπας, οὐκ ἐκρατήθη οὔθʼ ὑπὸ δώρων οὔθʼ ὑπὸ τῆς βασιλέως ῥώμης ἐθελήσας ξενωθῆναι αὐτῷ, ἀλλʼ ἐφυλάξατο μὴ ἄπιστος γενέσθαι τοῖς ἀφίστασθαι βουλομένοις.
我也赞赏他远见卓识的这一点:他认为尽可能多的总督背叛波斯王对希腊是有利的,因此他既没有被礼物所打动,也没有因波斯王的强大而希望与之结为客卿,反而时刻警惕着,以免对那些想要背叛波斯王的人显得不忠实。
§8.6ἐκεῖνό γε μὴν αὐτοῦ τίς οὐκ ἂν ἀγασθείη;
此外,他的这一点又有谁不钦佩呢?
ὁ μὲν γὰρ Πέρσης, νομίζων, ἢν χρήματα πλεῖστα ἔχῃ, πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσεσθαι, διὰ τοῦτο πᾶν μὲν τὸ ἐν ἀνθρώποις χρυσίον, πᾶν δὲ τὸ ἀργύριον, πάντα δὲ τὰ πολυτελέστατα ἐπειρᾶτο πρὸς ἑαυτὸν ἁθροίζειν.
因为波斯王认为,只要自己拥有最庞大的财富,就能将一切置于自己的统治之下,因此竭力将世人中所有的金子、所有的银子以及所有最昂贵的奢侈品都聚集到自己身边。
ὁ δὲ οὕτως ἀντεσκευάσατο τὸν οἶκον ὥστε τούτων μηδενὸς προσδεῖσθαι.
然而,阿格西劳斯却反其道而行之,整治自己的家风,使得自己完全不需要这些东西。
§8.7εἰ δέ τις ταῦτα ἀπιστεῖ, ἰδέτω μὲν οἵα οἰκία ἤρκει αὐτῷ, θεασάσθω δὲ τὰς θύρας αὐτοῦ· εἰκάσειε γὰρ ἄν τις ἔτι ταύτας ἐκείνας εἶναι ἅσπερ Ἀριστόδημος ὁ Ἡρακλέους ὅτε κατῆλθε λαβὼν ἐπεστήσατο·
如果有人不相信这些,就请看看什么样的房子能让他满足,也请端详一下他的家门:任何人都会推测,这些门依然是赫拉克勒斯的后代阿里斯托德莫斯在归国时所获得并安装的那些门。
πειράσθω δὲ θεάσασθαι τὴν ἔνδον κατασκευήν, ἐννοησάτω δὲ ὡς ἐθοίναζεν ἐν ταῖς θυσίαις, ἀκουσάτω δὲ ὡς ἐπὶ πολιτικοῦ καννάθρου κατῄει εἰς Ἀμύκλας ἡ θυγάτηρ αὐτοῦ.
也请设法看看他屋内的摆设,并想想他在牺牲祭祀时是如何款待宾客的,再听听他的女儿是如何坐着平民的木制马车下到阿米克莱的。
§8.8τοιγαροῦν οὕτως ἐφαρμόσας τὰς δαπάνας ταῖς προσόδοις οὐδὲν ἠναγκάζετο χρημάτων ἕνεκα ἄδικον πράττειν.
因此,他既然使自己的开支与收入如此相称,就绝不至于因为金钱的缘故而被迫做出任何不义之举。
καίτοι καλὸν μὲν δοκεῖ εἶναι τείχη ἀνάλωτα κτᾶσθαι ὑπὸ πολεμίων· πολὺ μέντοι ἔγωγε κάλλιον κρίνω τὸ τὴν αὑτοῦ ψυχὴν ἀνάλωτον κατασκευάσαι καὶ ὑπὸ χρημάτων καὶ ὑπὸ ἡδονῶν καὶ ὑπὸ φόβου.
固然,获得敌人无法攻破的城墙看起来是一件美事,然而我却认为,使自己的灵魂无论面对金钱、享乐还是恐惧,都保持难攻不落,要比这美得多。