§9.1ἀλλὰ μὴν ἐρῶ γε ὡς καὶ τὸν τρόπον ὑπεστήσατο τῇ τοῦ Πέρσου ἀλαζονείᾳ.
しかし、彼がいかに自らの生き方をペルシア王の傲慢さに対置させたかについても語ることにしよう。
πρῶτον μὲν γὰρ ὁ μὲν τῷ σπανίως ὁρᾶσθαι ἐσεμνύνετο, Ἀγησίλαος δὲ τῷ ἀεὶ ἐμφανὴς εἶναι ἠγάλλετο, νομίζων αἰσχρουργίᾳ μὲν τὸ ἀφανίζεσθαι πρέπειν, τῷ δὲ εἰς κάλλος βίῳ τὸ φῶς μᾶλλον κόσμον παρέχειν.
まず第一に、一方は滅多に姿を見せないことで自らを尊大に見せていたが、アゲシラオスは常に公に姿を見せることを誇りとし、身を隠すことは悪事にこそふさわしく、美しく高潔な生き方には光こそがより多くの輝きをもたらすと考えていた。
§9.2ἔπειτα δὲ ὁ μὲν τῷ δυσπρόσοδος εἶναι ἐσεμνύνετο, ὁ δὲ τῷ πᾶσιν εὐπρόσοδος εἶναι ἔχαιρε·
次に、一方は近づきがたいことで気取っていたが、他方はすべての人にとって親しみやすいことの中に喜びを見出していた。
καὶ ὁ μὲν ἡβρύνετο τῷ βραδέως διαπράττειν, ὁ δὲ τότε μάλιστα ἔχαιρεν ὁπότε τάχιστα τυχόντας ὧν δέοιντο ἀποπέμποι.
また、一方は物事を処理するのに時間をかけることを上品ぶっていたが、他方は人々が求めるものを最も素早く手に入れて帰らせるときにこそ、最も喜んだ。
§9.3ἀλλὰ μὴν καὶ τὴν εὐπάθειαν ὅσῳ ῥᾴονα καὶ εὐπορωτέραν Ἀγησίλαος ἐπετήδευσεν ἄξιον κατανοῆσαι.
さらに、快楽をいかに容易で手に入れやすいものとしてアゲシラオスが追求したかも、理解するに値する。
τῷ μὲν γὰρ Πέρσῃ πᾶσαν γῆν περιέρχονται μαστεύοντες τί ἂν ἡδέως πίοι, μυρίοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι·
ペルシア王のためには、彼が何を喜んで飲むかを捜し求めて人々が全土を歩き回り、無数の人々が何を喜んで食べるかを工夫する。
ὅπως γε μὲν καταδάρθοι οὐδʼ ἂν εἴποι τις ὅσα πραγματεύονται.
彼がいかにして眠りにつくかについては、人々がどれほど苦心しているか語り尽くせないほどである。
Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν·
しかしアゲシラオスは、労苦を愛するがゆえに、目の前にあるものを何でも喜んで飲み、あり合わせのものを何でも喜んで食べた。
εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ.
そして、心地よく眠るためには、どんな場所でも彼にとっては十分であった。
§9.4καὶ ταῦτα οὐ μόνον πράττων ἔχαιρεν, ἀλλὰ καὶ ἐνθυμούμενος ἠγάλλετο ὅτι αὐτὸς μὲν ἐν μέσαις ταῖς εὐφροσύναις ἀναστρέφοιτο, τὸν δὲ βάρβαρον ἑώρα, εἰ μέλλοι ἀλύπως βιώσεσθαι, συνελκυστέον αὐτῷ ἀπὸ περάτων τῆς γῆς τὰ τέρψοντα.
そしてこれらのことを行うのを喜んだだけでなく、それを思い返しては誇らしく思っていた。 すなわち、自分自身は歓喜のただ中で暮らしている一方で、あのバルバロスは、もし苦痛なく生きようとするなら、大地の果てから自分を愉しませるものを引き集めなければならないのを、彼が見ていたからである。
§9.5ηὔφραινε δὲ αὐτὸν καὶ τάδε, ὅτι αὐτὸς μὲν ᾔδει τῇ τῶν θεῶν κατασκευῇ δυνάμενος ἀλύπως χρῆσθαι, τὸν δὲ ἑώρα φεύγοντα μὲν θάλπη, φεύγοντα δὲ ψύχη, διʼ ἀσθένειαν ψυχῆς, οὐκ ἀνδρῶν ἀγαθῶν ἀλλὰ θηρίων τῶν ἀσθενεστάτων βίον μιμούμενον.
また次のことも彼を喜ばせた。 すなわち、自分自身は神々が配した自然の気候を苦痛なく利用できると知っていた一方で、あの男は、魂の弱さゆえに、暑さを避け、寒さを避け、優れた男たちの生き方ではなく、最も弱い獣たちの生き方を模倣しているのを見ていたからである。
§9.6ἐκεῖνό γε μὴν πῶς οὐ καλὸν καὶ μεγαλογνῶμον, τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον, κύνας τε πολλοὺς θηρευτὰς καὶ ἵππους πολεμιστηρίους τρέφοντα, Κυνίσκαν δὲ ἀδελφὴν οὖσαν πεῖσαι ἁρματοτροφεῖν καὶ ἐπιδεῖξαι νικώσης αὐτῆς ὅτι τὸ θρέμμα τοῦτο οὐκ ἀνδραγαθίας ἀλλὰ πλούτου ἐπίδειγμά ἐστι;
さらに、次のことはいかに美しく、また気高いことではないか。 すなわち、自らは多くの猟犬や軍馬を飼育することで、自身の家を男にふさわしい活動と所有物によって飾り立てる一方で、妹のクニスカを説得して戦車用の馬を飼育させ、彼女が勝利したときに、この飼育は男らしさの証明ではなく、単に富の証明にすぎないことを示したことである。
§9.7τόδε γε μὴν πῶς οὐ σαφῶς πρὸς τὸ γενναῖον ἔγνω, ὅτι ἅρματι μὲν νικήσας τοὺς ἰδιώτας οὐδὲν ὀνομαστότερος ἂν γένοιτο, εἰ δὲ φίλην μὲν πάντων μάλιστα τὴν πόλιν ἔχοι, πλείστους δὲ φίλους καὶ ἀρίστους ἀνὰ πᾶσαν τὴν γῆν κεκτῇτο, νικῴη δὲ τὴν μὲν πατρίδα καὶ τοὺς ἑταίρους εὐεργετῶν, τοὺς δὲ ἀντιπάλους τιμωρούμενος, ὅτι οὕτως ἂν εἴη νικηφόρος τῶν καλλίστων καὶ μεγαλοπρεπεστάτων ἀγωνισμάτων καὶ ὀνομαστότατος καὶ ζῶν καὶ τελευτήσας γένοιτʼ ἄν;
さらに、彼は次のことをいかに明確に高貴な精神に基づいて理解したことか。 すなわち、戦車レースで私人たちに勝利したとしても何ら名声を得ることはないが、もし国家を何よりも愛するものとし、全土で最も多くの優れた友人たちを獲得し、祖国や仲間たちに恩恵を施すことで勝利し、敵対者たちを懲らしめることで勝利するならば、そのようにしてこそ、最も美しく壮麗な競い合いの勝利者となり、生きているときも死んだのちも最もその名を知られる者となるであろう、ということを。