§6.1ἀνδρείας γε μὴν οὐκ ἀφανῆ τεκμήριά μοι δοκεῖ παρασχέσθαι ὑφιστάμενος μὲν ἀεὶ πολεμεῖν πρὸς τοὺς ἰσχυροτάτους τῶν ἐχθρῶν τῇ τε πόλει καὶ τῇ Ἑλλάδι, ἐν δὲ τοῖς πρὸς τούτους ἀγῶσι πρῶτον ἑαυτὸν τάττων.
至于他的勇气,在我看来,他似乎表现出了明显的证据,因为他总是承担起与国家及希腊最强大的敌人作战的责任,并在与这些敌人的斗争中将自己排在首位。
§6.2ἔνθα γε μὴν ἠθέλησαν αὐτῷ οἱ πολέμιοι μάχην συνάψαι, οὐ φόβῳ τρεψάμενος νίκης ἔτυχεν, ἀλλὰ μάχῃ ἀντιτύπῳ κρατήσας τρόπαιον ἐστήσατο, ἀθάνατα μὲν τῆς ἑαυτοῦ ἀρετῆς μνημεῖα καταλιπών, σαφῆ δὲ καὶ αὐτὸς σημεῖα ἀπενεγκάμενος τοῦ θυμῷ μάχεσθαι· ὥστʼ οὐκ ἀκούοντας ἀλλʼ ὁρῶντας ἐξῆν αὐτοῦ τὴν ψυχὴν δοκιμάζειν.
然而,在敌人企图与他交战的地方,他并不是靠让敌人因恐惧而逃跑来获得胜利,而是在一场势均力敌的战斗中击败对手并立起战胜纪念碑,一方面留下了关于自己美德的永恒纪念,另一方面他自己也带回了激昂作战的明显印记;因此,人们无需听闻,只需亲眼目睹,便可检验他的心灵。
§6.3τρόπαια μὴν Ἀγησιλάου οὐχ ὅσα ἐστήσατο ἀλλʼ ὅσα ἐστρατεύσατο δίκαιον νομίζειν.
的确,把阿格西劳斯的战功碑看作不仅是他所建立的那些,而是与他出征的次数一样多,这才是公正的。
μεῖον μὲν γὰρ οὐδὲν ἐκράτει ὅτε οὐκ ἤθελον αὐτῷ οἱ πολέμιοι μάχεσθαι, ἀκινδυνότερον δὲ καὶ συμφορώτερον τῇ τε πόλει καὶ τοῖς συμμάχοις· καὶ ἐν τοῖς ἀγῶσι δὲ οὐδὲν ἧττον τοὺς ἀκονιτὶ ἢ τοὺς διὰ μάχης νικῶντας στεφανοῦσι.
因为当敌人不想与他交战时,他的胜利并不减少,而且这对国家和盟友来说更加安全、更加有利;在竞技中,人们对于不战而胜者的授冠,也绝不亚于对通过搏斗而获胜的人。
§6.4τήν γε μὴν σοφίαν αὐτοῦ ποῖαι τῶν ἐκείνου πράξεων οὐκ ἐπιδεικνύουσιν;
的确,他的何种行为不展示他的智慧呢?
ὃς τῇ μὲν πατρίδι οὕτως ἐχρῆτο ὥστε μάλιστα πειθόμενος τοῖς δʼ ἑταίροις πρόθυμος ὢν ἀπροφασίστους τοὺς φίλους ἐκέκτητο· τοὺς δέ γε στρατιώτας ἅμα πειθομένους καὶ φιλοῦντας αὐτὸν παρεῖχε.
他对待祖国是如此顺从,对待同伴是如此热忱,从而赢得了毫无怨言的朋友;他使士兵们既服从他又爱戴他。
καίτοι πῶς ἂν ἰσχυροτέρα γένοιτο φάλαγξ ἢ διὰ τὸ μὲν πείθεσθαι εὔτακτος οὖσα, διὰ δὲ τὸ φιλεῖν τὸν ἄρχοντα πιστῶς παροῦσα;
然而,一支因服从而纪律严明、因爱戴统帅而忠贞追随的方阵,又怎能不变得更加强大呢?
§6.5τούς γε μὴν πολεμίους εἶχε ψέγειν μὲν οὐ δυναμένους, μισεῖν δὲ ἀναγκαζομένους.
至于敌人,他使他们无法指责他,却不得不恨他。
τοὺς γὰρ συμμάχους ἀεὶ πλέον ἔχειν αὐτῶν ἐμηχανᾶτο, ἐξαπατῶν μὲν ὅπου καιρὸς εἴη, φθάνων δὲ ὅπου τάχους δέοι, λήθων δὲ ὅπου τοῦτο συμφέροι, πάντα δὲ τἀναντία πρὸς τοὺς πολεμίους ἢ πρὸς τοὺς φίλους ἐπιτηδεύων.
因为他总是设法让盟友比敌人占便宜,在有时机时欺骗,在需要速度时先发制人,在有利时暗中行事,对敌人所做的一切都与对朋友所做的相反。
§6.6καὶ γὰρ νυκτὶ μὲν ὅσαπερ ἡμέρᾳ ἐχρῆτο, ἡμέρᾳ δὲ ὅσαπερ νυκτί, πολλάκις ἄδηλος γιγνόμενος ὅπου τε εἴη καὶ ὅποι ἴοι καὶ ὅ τι ποιήσοι.
因为他把夜晚当作白天一样使用,把白天当作夜晚一样使用,常常让人摸不清他在哪里、要去哪里、要做什么。
ὥστε καὶ τὰ ἐχυρὰ ἀνώχυρα τοῖς ἐχθροῖς καθίστη, τὰ μὲν παριών, τὰ δὲ ὑπερβαίνων, τὰ δὲ κλέπτων.
因此,他也使敌人的坚固要塞变得不安全,或是绕过去,或是翻过去,或是暗中夺取。
§6.7ὁπότε γε μὴν πορεύοιτο εἰδὼς ὅτι ἐξείη τοῖς πολεμίοις μάχεσθαι, εἰ βούλοιντο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτῷ δύναιτο, ἡσύχως δʼ ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι, νομίζων ἐν τῷ τοιούτῳ τὸ ἀτρεμὲς καὶ ἀνεκπληκτότατον καὶ ἀθορυβητότατον καὶ ἀναμαρτητότατον καὶ δυσεπιβουλευτότατον εἶναι.
每当他在明知敌人如果愿意就可以交战的情况下行军时,他一方面带领着队列整齐的军队,使其最能互相接应,另一方面又如最端庄的少女般安静前行,因为他认为在这样的状态中,有着沉着、最不易惊慌、最不混乱、最不易出错、以及最难被阴谋暗算的品质。
§6.8τοιγαροῦν τοιαῦτα ποιῶν τοῖς μὲν πολεμίοις δεινὸς ἦν, τοῖς δὲ φίλοις θάρρος καὶ ῥώμην ἐνεποίει.
所以,他这样做,对敌人来说是可怕的,对朋友则注入了勇气和力量。
ὥστε ἀκαταφρόνητος μὲν ὑπὸ τῶν ἐχθρῶν διετέλεσεν, ἀζήμιος δʼ ὑπὸ τῶν πολιτῶν, ἄμεμπτος δʼ ὑπὸ τῶν φίλων, πολυεραστότατος δὲ καὶ πολυεπαινετώτατος ὑπὸ πάντων ἀνθρώπων.
因此,他始终不被敌人轻视,不受公民惩罚,不被朋友指责,而且最受所有人爱戴、最受所有人赞赏。