Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §5.1-5.7

阿格西劳斯对欲望与享乐的自制

第 11 段,共 18 段 · 希腊语

内容简介

作者赞美了阿格西劳斯对各种快乐的克制力,尤其是在饮食、睡眠以及色欲方面的超凡自律,并重点讲述了他克制对波斯少年梅加巴特斯的爱意、拒绝与其亲吻的轶事。

§5.1ἀλλὰ μὴν καὶ ὅσαι γε ἡδοναὶ πολλῶν κρατοῦσιν ἀνθρώπων, ποίας οἶδέ τις Ἀγησίλαον ἡττηθέντα;
况且,在主宰许多人的各种快乐中,有谁知道阿格西劳斯曾屈服于哪一种呢?
ὃς μέθης μὲν ἀποσχέσθαι ὁμοίως ᾤετο χρῆναι καὶ λαιμαργίας, σίτων δʼ ὑπὲρ καιρὸν ὁμοίως καὶ ἁμαρτίας.
他认为,戒除醉酒与戒除暴食同样必要,而避免过量进食也与避免犯错同样必要。
διμοιρίαν γε μὴν λαμβάνων ἐν ταῖς θοίναις οὐχ ὅπως ἀμφοτέραις ἐχρῆτο, ἀλλὰ διαπέμπων οὐδετέραν αὑτῷ κατέλειπε, νομίζων βασιλεῖ τοῦτο διπλασιασθῆναι οὐχὶ πλησμονῆς ἕνεκα, ἀλλʼ ὅπως ἔχοι καὶ τούτῳ τιμᾶν εἴ τινα βούλοιτο.
此外,在宴席上分得双份食物时,他不仅不把两份都吃掉,反而分送出去,一份也不留给自己,因为他认为,国王之所以获得双份,不是为了饱腹,而是为了让他有能力以此向他所希望的人表示敬意。
§5.2οὐ μὴν ὕπνῳ γε δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων ἐχρῆτο, καὶ εὐνήν γε εἰ μὴ τῶν συνόντων φαυλοτάτην ἔχοι, αἰδούμενος οὐκ ἄδηλος ἦν·
\n 确实,他并不把睡眠当作主人,而是让它受自己的事务支配。 如果他用的床铺不是随行人员中最简陋的,他就显然会感到羞愧。
ἡγεῖτο γὰρ ἄρχοντι προσήκειν οὐ μαλακίᾳ ἀλλὰ καρτερίᾳ τῶν ἰδιωτῶν περιεῖναι.
因为他认为,作为一个统治者,应当在坚忍上而不是在骄奢上超越平民。
§5.3τάδε μέντοι πλεονεκτῶν οὐκ ᾐσχύνετο, ἐν μὲν τῷ θέρει τοῦ ἡλίου, ἐν δὲ τῷ χειμῶνι τοῦ ψύχους·
\n 然而,他在这些事上占便宜却不感到羞耻:在夏天分得更多的烈日,在冬天分得更多的寒冷。
καὶ μὴν εἴ ποτε μοχθῆσαι στρατιᾷ συμβαίη, ἑκὼν ἐπόνει παρὰ τοὺς ἄλλους, νομίζων πάντα τὰ τοιαῦτα παραμυθίαν εἶναι τοῖς στρατιώταις.
况且,如果军队有时不得不劳苦,他总是心甘情愿地比别人更加劳累,因为他认为,所有这些表现对士兵们来说都是一种慰藉。
ὡς δὲ συνελόντι εἰπεῖν, Ἀγησίλαος πονῶν μὲν ἠγάλλετο, ῥᾳστώνην δὲ πάμπαν οὐ προσίετο.
简言之,阿格西劳斯以劳苦为荣,而绝不接受安逸。
§5.4περί γε μὴν ἀφροδισίων ἐγκρατείας αὐτοῦ ἆρʼ οὐχὶ εἰ μή του ἄλλου ἀλλὰ θαύματος ἕνεκα ἄξιον μνησθῆναι;
\n 至于他在色欲方面的克己,难道不值得提及吗? 哪怕不为了别的原因,单凭其令人惊叹的性质,也足以值得一谈。
τὸ μὲν γὰρ ὧν μὴ ἐπεθύμησεν ἀπέχεσθαι ἀνθρώπινον ἄν τις φαίη εἶναι·
因为有人可能会说,克制自己不去追求那些本不渴望的事物,是人之常情。
τὸ δὲ Μεγαβάτου τοῦ Σπιθριδάτου παιδὸς ἐρασθέντα ὥσπερ ἂν τοῦ καλλίστου ἡ σφοδροτάτη φύσις ἐρασθείη, ἔπειτα, ἡνίκα ἐπιχωρίου ὄντος τοῖς Πέρσαις φιλεῖν οὓς ἂν τιμῶσιν ἐπεχείρησε καὶ ὁ Μεγαβάτης φιλῆσαι τὸν Ἀγησίλαον, διαμάχεσθαι ἀνὰ κράτος τὸ μὴ φιληθῆναι, ἆρʼ οὐ τοῦτό γε ἤδη τὸ σωφρόνημα καὶ δαιμόνιον;
但是,当他爱上斯皮特里达特斯之子梅加巴特斯,就像最炽烈的天性会爱上最美的人儿那样,而后来,因为波斯人的习俗是亲吻他们所敬重的人,梅加巴特斯企图亲吻阿格西劳斯时,他却竭尽全力抗拒被亲吻——这难道不已经是一种超凡且神圣的自律了吗?
§5.5ἐπεὶ δὲ ὥσπερ ἀτιμασθῆναι νομίσας ὁ Μεγαβάτης τοῦ λοιποῦ οὐκέτι φιλεῖν ἐπειρᾶτο, προσφέρει τινὶ λόγον τῶν ἑταίρων ὁ Ἀγησίλαος πείθειν τὸν Μεγαβάτην πάλιν τιμᾶν αὐτόν.
\n 后来,梅加巴特斯自以为受到了羞辱,从此不再尝试去亲吻他,阿格西劳斯便对他的一个同伴说,让他去说服梅加巴特斯重新敬重自己。
ἐρομένου δὲ τοῦ ἑταίρου, ἢν πεισθῇ ὁ Μεγαβάτης, εἰ φιλήσει, ἐνταῦθα διασιωπήσας ὁ Ἀγησίλαος εἶπεν·
那个同伴问道,如果梅加巴特斯被说服了,他是否会亲吻他。
οὐ τὼ σιώ, οὐδʼ εἰ μέλλοιμί γε αὐτίκα μάλα κάλλιστός τε καὶ ἰσχυρότατος καὶ τάχιστος ἀνθρώπων ἔσεσθαι· μάχεσθαί γε μέντοι πάλιν τὴν αὐτὴν μάχην ὄμνυμι πάντας θεοὺς ἦ μὴν μᾶλλον βούλεσθαι ἢ πάντα μοι ὅσα ὁρῶ χρυσᾶ γενέσθαι.
阿格西劳斯在此沉默了一会儿,然后说道:“不,以双子神起誓,绝不,哪怕我立刻就会变成人类中最美丽、最强壮、最敏捷的人;然而,我向所有神明起誓,我宁愿再次进行同一场战斗,也不愿我所看到的一切都变成我的黄金。
§5.6καὶ ὅ τι μὲν δὴ ὑπολαμβάνουσί τινες ταῦτα οὐκ ἀγνοῶ· ἐγὼ μέντοι δοκῶ εἰδέναι ὅτι πολὺ πλέονες τῶν πολεμίων ἢ τῶν τοιούτων δύνανται κρατεῖν.
”\n 至于某些人对这些事有什么看法,我并非不知;然而,我认为我知道的是,能够战胜敌人的人,要比能够战胜此类欲望的人多得多。
ἀλλὰ ταῦτα μὲν ὀλίγων εἰδότων πολλοῖς ἔξεστιν ἀπιστεῖν· τὰ δὲ πάντες ἐπιστάμεθα ὅτι ἥκιστα μὲν οἱ ἐπιφανέστατοι τῶν ἀνθρώπων λανθάνουσιν ὅ τι ἂν ποιῶσιν·
但是,由于知道这些事的人很少,许多人尽可以怀疑;然而,我们大家都知道这一点:最杰出的人无论做什么,都最不容易隐瞒。
Ἀγησίλαον δέ τι πράξαντα τοιοῦτον οὔτε ἰδὼν πώποτε οὐδεὶς ἀνήγγειλεν οὔτε εἰκάζων πιστὰ ἂν ἔδοξε λέγειν.
而对于阿格西劳斯曾做出任何此类事情,既从未有人汇报亲眼见过,也从未有人能在推测时说出令人信服的话。
§5.7καὶ γὰρ εἰς οἰκίαν μὲν οὐδεμίαν ἰδίᾳ ἐν ἀποδημίᾳ κατήγετο, ἀεὶ δὲ ἦν ἢ ἐν ἱερῷ, ἔνθα δὴ ἀδύνατον τὰ τοιαῦτα πράττειν, ἢ ἐν φανερῷ, μάρτυρας τοὺς πάντων ὀφθαλμοὺς τῆς σωφροσύνης ποιούμενος.
\n 因为他在外地时,绝不在任何私宅落脚,而总是待在神庙里(在那里自然不可能做出此类事情),或者待在显而易见的地方,让所有人的眼睛都成为他自律的见证。
εἰ δʼ ἐγὼ ταῦτα ψεύδομαι ἀντία τῆς Ἑλλάδος ἐπισταμένης ἐκεῖνον μὲν οὐδὲν ἐπαινῶ, ἐμαυτὸν δὲ ψέγω.
如果我违背全希腊所熟知的事实而在这些事上撒谎,那我根本就不是在赞美他,而是在指责我自己。

词汇与语法注释

  1. 5.1οὐχ ὅπως — 短语 οὐχ ὅπως 后接 ἀλλά,表示“不仅不……反而……”或“别说……反而……”。在此处表示阿格西劳斯不仅没有把双份食物都占为己有,反而分送出去,自己一份不留。
  2. 5.4τὸ δὲ Μεγαβάτου ... ἐρασθέντα ... διαμάχεσθαι — 由冠词 τὸ 引导的动词不定式短语(包括分词 ἐρασθέντα 和不定式 διαμάχεσθαι)在句中充当名词化的主语。句末问句中的代词 τοῦτο(ἆρʼ οὐ τοῦτό γε ἤδη τὸ σωφ面积...)重新指代并强调了这一整个不定式短语。
  3. 5.5οὐ τὼ σιώ — 拉科尼亚(斯巴达)方言的誓言,意为“不,以双子神(迪奥斯库洛伊)起誓”。这在直接引语中真实地反映了阿格西劳斯作为斯巴达人的身份特征。

引用这一段

色诺芬, 阿格西劳斯传 §5.1-5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:5.1-5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。