Humanitext Reader

クセノポン · アゲシラオス §6.1-6.8

アゲシラオスの軍事における勇気と知恵

12 / 18 箇所 · ギリシア語

要旨

アゲシラオスの軍事における勇気、戦術的知恵、そして行軍時の並外れた慎重さと自制が語られ、彼がいかに敵から恐れられ味方から愛されたかが要約される。

§6.1ἀνδρείας γε μὴν οὐκ ἀφανῆ τεκμήριά μοι δοκεῖ παρασχέσθαι ὑφιστάμενος μὲν ἀεὶ πολεμεῖν πρὸς τοὺς ἰσχυροτάτους τῶν ἐχθρῶν τῇ τε πόλει καὶ τῇ Ἑλλάδι, ἐν δὲ τοῖς πρὸς τούτους ἀγῶσι πρῶτον ἑαυτὸν τάττων.
勇気について言えば、彼は、国家にとってもギリシア全体にとっても最も強力な敵と常に戦うことを引き受け、これら敵との戦いにおいて自らを先頭に配置することによって、明白な証拠を示したと私には思われる。
§6.2ἔνθα γε μὴν ἠθέλησαν αὐτῷ οἱ πολέμιοι μάχην συνάψαι, οὐ φόβῳ τρεψάμενος νίκης ἔτυχεν, ἀλλὰ μάχῃ ἀντιτύπῳ κρατήσας τρόπαιον ἐστήσατο, ἀθάνατα μὲν τῆς ἑαυτοῦ ἀρετῆς μνημεῖα καταλιπών, σαφῆ δὲ καὶ αὐτὸς σημεῖα ἀπενεγκάμενος τοῦ θυμῷ μάχεσθαι·
さて、敵が彼と戦闘を交えようとしたところでは、恐怖によって彼らを敗走させて勝利を得たのではなく、激しい抵抗に遭う戦闘において打ち勝つことで戦勝記念碑を建て、自らの徳の不滅の記念碑を残す一方で、彼自身もまた闘志を燃やして戦ったことの明白な印を持ち帰った。
ὥστʼ οὐκ ἀκούοντας ἀλλʼ ὁρῶντας ἐξῆν αὐτοῦ τὴν ψυχὴν δοκιμάζειν.
その結果、噂を聞く人々ではなく、実際に目にする人々が彼の魂を評価することができたのである。
§6.3τρόπαια μὴν Ἀγησιλάου οὐχ ὅσα ἐστήσατο ἀλλʼ ὅσα ἐστρατεύσατο δίκαιον νομίζειν.
実のところ、アゲシラオスの戦勝記念碑は、彼が建てたものだけでなく、彼が行った遠征の数と同じだけあるとみなすのが正しい。
μεῖον μὲν γὰρ οὐδὲν ἐκράτει ὅτε οὐκ ἤθελον αὐτῷ οἱ πολέμιοι μάχεσθαι, ἀκινδυνότερον δὲ καὶ συμφορώτερον τῇ τε πόλει καὶ τοῖς συμμάχοις·
というのも、敵が彼と戦うことを望まなかったときにも、彼の勝利がそれより劣ることはなかったからであり、それは国家にとっても同盟諸都市にとっても、より危険が少なく、より有益であった。
καὶ ἐν τοῖς ἀγῶσι δὲ οὐδὲν ἧττον τοὺς ἀκονιτὶ ἢ τοὺς διὰ μάχης νικῶντας στεφανοῦσι.
そして競技会においても、無血で勝利した者を、戦って勝利した者に劣らず冠で称えるものだからである。
§6.4τήν γε μὴν σοφίαν αὐτοῦ ποῖαι τῶν ἐκείνου πράξεων οὐκ ἐπιδεικνύουσιν;
彼の知恵については、彼のいかなる行動がそれを示していないというのだろうか。
ὃς τῇ μὲν πατρίδι οὕτως ἐχρῆτο ὥστε μάλιστα πειθόμενος τοῖς δʼ ἑταίροις πρόθυμος ὢν ἀπροφασίστους τοὺς φίλους ἐκέκτητο·
彼は祖国に対しては、これに最も従順に従うように接し、仲間たちに対しては、親身であることによって、言い訳をしない友たちを自らのものとして得ていた。
τοὺς δέ γε στρατιώτας ἅμα πειθομένους καὶ φιλοῦντας αὐτὸν παρεῖχε.
さらに、兵士たちを、自分に従うと同時に自分を愛する者たちとした。
καίτοι πῶς ἂν ἰσχυροτέρα γένοιτο φάλαγξ ἢ διὰ τὸ μὲν πείθεσθαι εὔτακτος οὖσα, διὰ δὲ τὸ φιλεῖν τὸν ἄρχοντα πιστῶς παροῦσα;
それにしても、従順であることによって規律正しくあり、指揮官を愛することによって忠実に付き従うファランクスよりも強力な軍陣がどうしてあり得ようか。
§6.5τούς γε μὴν πολεμίους εἶχε ψέγειν μὲν οὐ δυναμένους, μισεῖν δὲ ἀναγκαζομένους.
他方、敵については、彼を非難することはできないが、憎まざるを得ない状態に置いた。
τοὺς γὰρ συμμάχους ἀεὶ πλέον ἔχειν αὐτῶν ἐμηχανᾶτο, ἐξαπατῶν μὲν ὅπου καιρὸς εἴη, φθάνων δὲ ὅπου τάχους δέοι, λήθων δὲ ὅπου τοῦτο συμφέροι, πάντα δὲ τἀναντία πρὸς τοὺς πολεμίους ἢ πρὸς τοὺς φίλους ἐπιτηδεύων.
というのも、彼は同盟者たちが常に敵より優位に立つように謀り、好機があるところでは欺き、迅速さが必要なところでは先んじ、それが有益なところでは気づかれないようにし、友に対するのとは全く逆のことをすべて敵に対して実践していたからである。
§6.6καὶ γὰρ νυκτὶ μὲν ὅσαπερ ἡμέρᾳ ἐχρῆτο, ἡμέρᾳ δὲ ὅσαπερ νυκτί, πολλάκις ἄδηλος γιγνόμενος ὅπου τε εἴη καὶ ὅποι ἴοι καὶ ὅ τι ποιήσοι.
実際、彼は夜を昼と同じように用い、昼を夜と同じように用いて、自分がどこにいるのか、どこへ行くのか、何をするつもりなのかを、しばしば分からなくさせていた。
ὥστε καὶ τὰ ἐχυρὰ ἀνώχυρα τοῖς ἐχθροῖς καθίστη, τὰ μὲν παριών, τὰ δὲ ὑπερβαίνων, τὰ δὲ κλέπτων.
その結果、彼は敵の要害をも無防備なものにし、あるものは通り過ぎ、あるものは乗り越え、あるものは密かに奪取したのであった。
§6.7ὁπότε γε μὴν πορεύοιτο εἰδὼς ὅτι ἐξείη τοῖς πολεμίοις μάχεσθαι, εἰ βούλοιντο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτῷ δύναιτο, ἡσύχως δʼ ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι, νομίζων ἐν τῷ τοιούτῳ τὸ ἀτρεμὲς καὶ ἀνεκπληκτότατον καὶ ἀθορυβητότατον καὶ ἀναμαρτητότατον καὶ δυσεπιβουλευτότατον εἶναι.
さらに、敵が望むなら戦うことができる状況であることを承知の上で行軍するときには、軍勢を、互いに最も助け合えるように整列させて率い、最も慎み深い乙女が進むかのように静粛に進んだ。 そのような状態の中にこそ、揺るぎなさ、最も動揺しないこと、最も騒がしくないこと、最も過ちがないこと、そして最も敵から不意打ちを受けにくいことがあると考えていたからである。
§6.8τοιγαροῦν τοιαῦτα ποιῶν τοῖς μὲν πολεμίοις δεινὸς ἦν, τοῖς δὲ φίλοις θάρρος καὶ ῥώμην ἐνεποίει.
それゆえ、このような行動をとることによって、彼は敵にとっては恐るべき存在であり、味方には勇気と力を吹き込んだ。
ὥστε ἀκαταφρόνητος μὲν ὑπὸ τῶν ἐχθρῶν διετέλεσεν, ἀζήμιος δʼ ὑπὸ τῶν πολιτῶν, ἄμεμπτος δʼ ὑπὸ τῶν φίλων, πολυεραστότατος δὲ καὶ πολυεπαινετώτατος ὑπὸ πάντων ἀνθρώπων.
その結果、彼は敵からは終始侮られることなく、市民からは損害を被ることなく、友からは非難されることなく、すべての人々から最も愛され、最も称賛される存在であり続けた。

語釈・文法注

  1. §6.1τῇ τε πόλει καὶ τῇ Ἑλλάδι — ἰσχυροτάτους τῶν ἐχθρῶν(敵のうち最も強力な者たち)に係る、関係または関心の与格。「国家およびギリシアにとって」最も強力な敵という意味になる。
  2. §6.2τοῦ θυμῷ μάχεσθαι — 名詞的(冠詞付き)不定詞の属格で、直前の σαφῆ ... σημεῖα(明白な印)に係る修飾語。θυμῷ は様態または手段の与格で、「闘志をもって」戦うことを表す。
  3. §6.3οὐχ ὅσα ἐστήσατο ἀλλʼ ὅσα ἐστρατεύσατο — 関係代名詞 ὅσα(〜と同じだけ多くのこと)を用いた対比表現。主節の述語形容詞 δίκαιον [ἐστί](〜とみなすのが正しい)の対格不定詞句の目的語であり、実際の戦勝記念碑の数だけでなく、彼が行った遠征の回数そのものが記念碑に等しいことを示す。
  4. §6.4ὥστε μάλιστα πειθόμενος — 通常 ὥστε 節は不定詞または直説法を伴って結果を表すが、ここでは主節の主語(Agesilaus)と一致する分詞 πειθόμενος(従順に従いながら)が用いられている。結果として生じる主体のあり方を描写する変則的な構文。
  5. §6.7ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι — 潜在希求法( ἄν + 希求法 προβαίνοι )を用いた比較節。先行する時間節の一般希求法(ὁπότε ... πορεύοιτο)の反復的・一般的な文脈に呼応し、「最も慎み深い乙女が進むであろうように」という仮定・類比のニュアンスを与える。

この箇所を引用する

クセノポン, アゲシラオス §6.1-6.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:6.1-6.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。