Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §4.1-4.6

阿格西劳斯在金钱上的正义与清廉

第 10 段,共 18 段 · 希腊语

内容简介

本节阐述了阿格西劳斯在金钱方面的正义与克己,通过他不掠夺他人财产、坚持加倍回报恩义、以及将继承的阿吉斯遗产分给贫穷兄弟等具体事例加以证明。

§4.1περί γε μὴν τῆς εἰς χρήματα δικαιοσύνης ποῖα ἄν τις μείζω τεκμήρια ἔχοι τῶνδε;
至于他在金钱方面的正义,谁还能有比这更大的证据呢?
ὑπὸ γὰρ Ἀγησιλάου στέρεσθαι μὲν οὐδεὶς οὐδὲν πώποτε ἐνεκάλεσεν, εὖ δὲ πεπονθέναι πολλοὶ πολλὰ ὡμολόγουν.
因为从未有人抱怨曾被阿格西劳斯剥夺过任何东西,反之,许多人都承认曾深受其惠。
ὅτῳ δὲ ἡδὺ τὰ αὑτοῦ διδόναι ἐπʼ ὠφελείᾳ ἀνθρώπων, πῶς ἂν οὗτος ἐθέλοι τὰ ἀλλότρια ἀποστερεῖν ἐφʼ ᾧ κακόδοξος εἶναι;
对于一个以给予自己财产来造福他人为乐的人,他又怎会愿意以背负恶名为代价去剥夺他人的财产呢?
εἰ γὰρ χρημάτων ἐπιθυμοίη, πολὺ ἀπραγμονέστερον τὰ αὑτοῦ φυλάττειν ἢ τὰ μὴ προσήκοντα λαμβάνειν.
因为如果他渴望金钱,守住自己的财产要比夺取不属于自己的东西省事得多。
§4.2ὃς δὲ δὴ καὶ χάριτας ἀποστερεῖν μὴ ἐθέλοι, ὧν οὐκ εἰσὶ δίκαι πρὸς τὸν μὴ ἀποδιδόντα, πῶς ἅ γε καὶ νόμος κωλύει ἐθέλοι ἂν ἀποστερεῖν;
连那些不予回报也不会面临诉讼的恩义,他都不愿意予以剥夺,那么,对于法律明文禁止的事情,他又怎会愿意去剥夺呢?
Ἀγησίλαος δὲ οὐ μόνον τὸ μὴ ἀποδιδόναι χάριτας ἄδικον ἔκρινεν, ἀλλὰ καὶ τὸ μὴ πολὺ μείζους τὸν μείζω δυνάμενον.
阿格西劳斯不仅认为不回报恩义是不正义的,而且认为有更大能力的人若不给予远为丰厚的回报,也是不正义的。
§4.3τά γε μὴν τῆς πόλεως κλέπτειν πῇ ἄν τις αὐτὸν εἰκότως αἰτιάσαιτο, ὃς καὶ τὰς αὐτῷ χάριτας ὀφειλομένας τῇ πατρίδι καρποῦσθαι παρεδίδου;
至于窃取国家财产,又怎能有人合理地指责他呢? 他甚至把自己应得的恩惠让给祖国去享受。
τὸ δʼ, ὁπότε βούλοιτο εὖ ποιεῖν ἢ πόλιν ἢ φίλους χρήμασι, δύνασθαι παρʼ ἑτέρων λαμβάνοντα ὠφελεῖν, οὐ καὶ τοῦτο μέγα τεκμήριον ἐγκρατείας χρημάτων;
而每当他想用金钱施惠于城邦或朋友时,他能够通过从他人那里接受资金来予以帮助,这难道不也是他对金钱极具自制力的巨大证据吗?
§4.4εἰ γὰρ ἐπώλει τὰς χάριτας ἢ μισθοῦ εὐεργέτει, οὐδεὶς ἂν οὐδὲν ὀφείλειν αὐτῷ ἐνόμισεν· ἀλλʼ οἱ προῖκα εὖ πεπονθότες, οὗτοι ἀεὶ ἡδέως ὑπηρετοῦσι τῷ εὐεργέτῃ, καὶ διότι εὖ ἔπαθον καὶ διότι προεπιστεύθησαν ἄξιοι εἶναι παρακαταθήκην χάριτος φυλάττειν.
因为如果他出卖恩惠,或者为了报酬而行善,就没有人会认为欠他什么;相反,那些无偿承受恩惠的人,总是乐意为施恩者效劳,这不仅是因为他们得到了好处,也是因为他们预先被信任,配得上守护这份恩义的寄托。
§4.5ὅστις δʼ ᾑρεῖτο καὶ σὺν τῷ γενναίῳ μειονεκτεῖν ἢ σὺν τῷ ἀδίκῳ πλέον ἔχειν, πῶς οὗτος οὐκ ἂν πολὺ τὴν αἰσχροκέρδειαν ἀποφεύγοι;
至于一个宁愿坚守高洁而承受损失、也不愿通过不正义而占便宜的人,他又怎会不极力回避不义之财呢?
ἐκεῖνος τοίνυν κριθεὶς ὑπὸ τῆς πόλεως ἅπαντα ἔχειν τὰ Ἄγιδος τὰ ἡμίσεα τοῖς ἀπὸ μητρὸς αὐτῷ ὁμογόνοις μετέδωκεν, ὅτι πενομένους αὐτοὺς ἑώρα.
因此,当城邦判定他继承阿吉斯的全部财产时,他将其中一半分给了与自己同母的兄弟,因为他看到他们生活贫困。
ὡς δὲ ταῦτα ἀληθῆ πᾶσα μάρτυς ἡ τῶν Λακεδαιμονίων πόλις.
这些都是真实的,整个拉刻代蒙城邦都是见证。
§4.6διδόντος δʼ αὐτῷ πάμπολλα δῶρα Τιθραύστου, εἰ ἀπέλθοι ἐκ τῆς χώρας, ἀπεκρίνατο ὁ Ἀγησίλαος· ὦ Τιθραύστα, νομίζεται παρʼ ἡμῖν τῷ ἄρχοντι κάλλιον εἶναι τὴν στρατιὰν ἢ ἑαυτὸν πλουτίζειν, καὶ παρὰ τῶν πολεμίων λάφυρα μᾶλλον πειρᾶσθαι ἢ δῶρα λαμβάνειν.
当提特劳斯特斯提出,如果阿格西劳斯退兵,就送给他极多礼物时,阿格西劳斯回答道:“提特劳斯特斯啊,在我们看来,对于统治者而言,使军队富有比让自己富有更为高尚,而且,我们更倾向于努力从敌人那里夺取战利品,而不是接受礼物。 ”

词汇与语法注释

  1. §4.1ἐφʼ ᾧ κακόδοξος εἶναι — 介词 ἐπί 加上关系代词与格 ᾧ 以及不定式(εἶναι)的结构,表示一种条件或目的(“以……为条件”或“结果是……”)。在这里,它表明剥夺他人的财产会以背负恶名(κακόδοξος)为代价或条件。
  2. §4.2ὧν οὐκ εἰσὶ δίκαι πρὸς τὸν μὴ ἀποδιδόντα — 修饰先行词 χάριτας(恩义、回报)的关系从句。此处 δίκαι 意为“诉讼”或“法律审判”,πρός 意为“针对”。整句意为“对于不予回报者(τὸν μὴ ἀποδιδόντα)并不存在法律诉讼的(恩义)”,强调了即使在没有法律强制力的自发美德领域,阿格西劳斯依然高度重视正义。
  3. §4.2τὸ μὴ πολὺ μείζους τὸν μείζω δυνάμενον — 包含省略的紧凑的“对格加不定式”结构。此处应从前句的 τὸ μὴ ἀποδιδόναι χάριτας(不回报恩义)中补出不定式短语 ἀποδιδόναι χάριτας(回报恩义)。μείζους 是修饰省略的 χά意为“更大的恩义”的形容词比较级对格复数形式,而 τὸν μείζω δυνάμενον(能力更大的人,分词的名词性用法)作不定式的逻辑主语。整句意为“能力更大的人不给予远为丰厚的回报”。
  4. §4.3τὸ δʼ ... δύνασθαι — 不定式 δύνασθαι(能够)加上冠词 τό 构成名词化短语,作为整句的主语。它包含了一个表示反复条件的从句 ὁπότε βούλοιτο εὖ ποιεῖν...(每当他想施惠时……),并支配分词 λαμβάνοντα(接受)。该名词化主语指向句末的谓语部分 οὐ καὶ τοῦτο μέγα τεκμήριον...(这不也是巨大的证据吗?)。
  5. §4.5κριθεὶς ... ἅπαντα ἔχειν τὰ Ἄγιδος — 被动语态分词 κριθείς(被判定)支配对格加不定式短语 ἅπαντα ἔχειν τὰ Ἄγιδος(拥有阿吉斯的全部财产,即继承之)。此处 ἔχειν 用于法律意义上的“继承”或“领有(财产)”,指阿格西劳斯在法律上被判定为整个财产的唯一合法继承人,而非共同继承人。

引用这一段

色诺芬, 阿格西劳斯传 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。