§3.1καὶ ταῦτα μὲν δὴ εἴρηται ὅσα τῶν ἐκείνου ἔργων μετὰ πλείστων μαρτύρων ἐπράχθη.
以上叙述了在他的功绩中,在极多证人面前所做出的那些。
τὰ γὰρ τοιαῦτα οὐ τεκμηρίων προσδεῖται, ἀλλʼ ἀναμνῆσαι μόνον ἀρκεῖ καὶ εὐθὺς πιστεύεται.
因为这类事情不需要证据,而只要提醒一下就足够了,并且立刻就会令人深信不疑。
νῦν δὲ τὴν ἐν τῇ ψυχῇ αὐτοῦ ἀρετὴν πειράσομαι δηλοῦν, διʼ ἣν ταῦτα ἔπραττε καὶ πάντων τῶν καλῶν ἤρα καὶ πάντα τὰ αἰσχρὰ ἐξεδίωκεν.
现在,我将尝试阐明他灵魂中的美德,正是由于这一美德,他才做出了这些事迹,热爱一切美好,排斥一切丑恶。
§3.2Ἀγησίλαος γὰρ τὰ μὲν θεῖα οὕτως ἐσέβετο ὡς καὶ οἱ πολέμιοι τοὺς ἐκείνου ὅρκους καὶ τὰς ἐκείνου σπονδὰς πιστοτέρας ἐνόμιζον ἢ τὴν ἑαυτῶν φιλίαν·
因为阿格西劳斯对神明之事的虔敬达到了如此地步,以至于连他的敌人都认为他的誓言和他的休战协定比他们彼此之间的友谊更加可靠。
οἳ καὶ πρὸς ἀλλήλους ἔστιν ὅτε μὲν ὤκνουν εἰς ταὐτὸν ἰέναι, Ἀγησιλάῳ δὲ αὑτοὺς ἐνεχείριζον.
他们有时甚至犹豫是否要聚在同一个地方,却把自身托付给阿格西劳斯。
ὅπως δὲ μή τις ἀπιστῇ, καὶ ὀνομάσαι βούλομαι τοὺς ἐπιφανεστάτους αὐτῶν.
为了不让人怀疑,我也想指名道姓地列出他们之中最著名的人物。
§3.3Σπιθριδάτης μέν γε ὁ Πέρσης εἰδὼς ὅτι Φαρνάβαζος γῆμαι μὲν τὴν βασιλέως ἔπραττε θυγατέρα, τὴν δʼ αὐτοῦ ἄνευ γάμου λαβεῖν ἐβούλετο, ὕβριν νομίσας τοῦτο Ἀγησιλάῳ ἑαυτὸν καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τὴν δύναμιν ἐνεχείρισε.
首先,波斯人斯皮特里达特斯得知,法尔纳巴佐斯正在设法娶国王的女儿,却企图不通过正式婚姻就占有自己的女儿,他视此为奇耻大辱,于是将自己、妻子、儿女以及他的兵力,都托付给了阿格西劳斯。
§3.4Κότυς δὲ ὁ τῶν Παφλαγόνων ἄρχων βασιλεῖ μὲν οὐχ ὑπήκουσε δεξιὰν πέμποντι, φοβούμενος μὴ ληφθεὶς ἢ χρήματα πολλὰ ἀποτείσειεν ἢ καὶ ἀποθάνοι, Ἀγησιλάου δὲ καὶ οὗτος ταῖς σπονδαῖς πιστεύσας εἰς τὸ στρατόπεδόν τε ἦλθε καὶ συμμαχίαν ποιησάμενος εἵλετο σὺν Ἀγησιλάῳ στρατεύεσθαι, χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελτοφόρους ἔχων.
帕弗拉戈尼亚人的统治者科蒂斯,不服从向他伸出誓约之手的国王,因为害怕被捕后要么必须偿付巨额资金、要么甚至会被处死;但他同样信任阿格西劳斯的休战协定,来到他的营地,并在缔结盟约后,选择与阿格西劳斯共同出征,带去了千名骑兵和两千名轻盾兵。
§3.5ἀφίκετο δὲ καὶ Φαρνάβαζος Ἀγησιλάῳ εἰς λόγους καὶ διωμολόγησεν, εἰ μὴ αὐτὸς πάσης τῆς στρατιᾶς στρατηγὸς κατασταθείη, ἀποστήσεσθαι βασιλέως·
甚至连法尔纳巴佐斯也来与阿格西劳斯会谈,并表明,若他自己不被任命为全军的将军,他就会背叛国王。
ἢν μέντοι ἐγὼ γένωμαι στρατηγός, ἔφη, πολεμήσω σοι, ὦ Ἀγησίλαε, ὡς ἂν ἐγὼ δύνωμαι κράτιστα.
他说:“但如果我当上了将军,阿格西劳斯啊,我将会竭尽我所能与你作战。
καὶ ταῦτα λέγων ἐπίστευε μηδὲν ἂν παράσπονδον παθεῖν.
”在说这些话的同时,他仍深信自己绝不会遭受任何违反协定的对待。
οὕτω μέγα καὶ καλὸν κτῆμα τοῖς τε ἄλλοις ἅπασι καὶ ἀνδρὶ δὴ στρατηγῷ τὸ ὅσιόν τε καὶ πιστὸν εἶναί τε καὶ ὄντα ἐγνῶσθαι.
因此,保持虔敬和守信、并被公认为如此,对于所有其他人、尤其是对于作为将军的人来说,都是一笔伟大而美好的财富。
καὶ περὶ μὲν εὐσεβείας ταῦτα.
关于虔敬之事,叙述至此。