§2.24ἀπό γε μὴν τούτου ἐπὶ τὴν Λακεδαίμονα στρατευσαμένων Ἀρκάδων τε πάντων καὶ Ἀργείων καὶ Ἠλείων καὶ Βοιωτῶν, καὶ σὺν αὐτοῖς Φωκέων καὶ Λοκρῶν ἀμφοτέρων καὶ Θετταλῶν καὶ Αἰνιάνων καὶ Ἀκαρνάνων καὶ Εὐβοέων, πρὸς δὲ τούτοις ἀφεστηκότων μὲν τῶν δούλων, πολλῶν δὲ περιοικίδων πόλεων, καὶ αὐτῶν Σπαρτιατῶν οὐ μειόνων ἀπολωλότων ἐν τῇ ἐν Λεύκτροις μάχῃ ἢ λειπομένων, ὅμως διεφύλαξε τὴν πόλιν, καὶ ταῦτα ἀτείχιστον οὖσαν, ὅπου μὲν τῷ παντὶ πλέον ἂν εἶχον οἱ πολέμιοι, οὐκ ἐξάγων ἐνταῦθα, ὅπου δὲ οἱ πολῖται πλέον ἕξειν ἔμελλον, εὐρώστως παρατεταγμένος, νομίζων εἰς μὲν τὸ πλατὺ ἐξιὼν πάντοθεν ἂν περιέχεσθαι, ἐν δὲ τοῖς στενοῖς καὶ ὑπερδεξίοις τόποις ὑπομένων τῷ παντὶ κρατεῖν ἄν.
然而在此之后,当全体阿卡迪亚人、阿戈斯人、伊利斯人和玻俄提亚人,以及与他们一同前来的福基斯人、两支洛克里斯人、帖萨利亚人、埃尼亚尼亚人、阿卡纳尼亚人和优卑亚人向拉刻代蒙进军时,此外再加上奴隶们和许多周边自治城市发动叛乱,且斯巴达人自身在留克特拉战役中阵亡的人数不亚于幸存者时,他依然保全了城邦,而且是在城邦毫无城墙防卫的情况下。 他不把军队带到敌人占尽优势的地方,而是在公民们有望占优的地方强力列阵。 他认为,如果走到开阔地带,就会被四面包围,但如果坚守在狭窄和居高临下的地方,就能彻底战胜敌人。
§2.25ἐπεί γε μὴν ἀπεχώρησε τὸ στράτευμα, πῶς οὐκ ἂν φαίη τις αὐτὸν εὐγνωμόνως χρῆσθαι ἑαυτῷ;
可是,当敌军撤退之后,谁能不说他明智地对待了自己呢?
ὡς γὰρ τοῦ στρατεύεσθαι αὐτὸν καὶ πεζῇ καὶ ἐφʼ ἵππων ἀπεῖργεν ἤδη τὸ γῆρας, χρημάτων δὲ ἑώρα τὴν πόλιν δεομένην, εἰ μέλλοι σύμμαχόν τινα ἕξειν, ἐπὶ τὸ πορίζειν ταῦτα ἑαυτὸν ἔταξε.
因为衰老已经阻止了他徒步或骑马出征,而他又看到城邦若要保有盟友就急需资金,于是他便致力于筹措这些资金。
καὶ ὅσα μὲν ἐδύνατο οἴκοι μένων ἐμηχανᾶτο, ἃ δὲ καιρὸς ἦν οὐκ ὤκνει μετιέναι, οὐδʼ ᾐσχύνετο, εἰ μέλλοι τὴν πόλιν ὠφελήσειν, πρεσβευτὴς ἐκπορευόμενος ἀντὶ στρατηγοῦ.
凡是在国内留守时能想出的办法,他都设法去办;凡是有机会追求的目标,他都毫不犹豫地去争取,而且只要能对城邦有益,他也不以不作将军而作为使者出访为耻。
§2.26ὅμως δὲ καὶ ἐν τῇ πρεσβείᾳ μεγάλου στρατηγοῦ ἔργα διεπράξατο.
然而,即便是在使团活动中,他也立下了伟大将军的功绩。
Αὐτοφραδάτης τε γὰρ πολιορκῶν ἐν Ἀσσῷ Ἀριοβαρζάνην σύμμαχον ὄντα δείσας Ἀγησίλαον φεύγων ᾤχετο· Κότυς δʼ αὖ Σηστὸν πολιορκῶν Ἀριοβαρζάνου ἔτι οὖσαν λύσας καὶ οὗτος τὴν πολιορκίαν ἀπηλλάγη·
因为在阿索斯包围盟友阿里奥巴尔扎内斯的奥托夫拉达特斯,因惧怕阿格西劳斯而仓皇逃离;而包围仍属于阿里奥巴尔扎内斯的塞斯托斯的科蒂斯,也同样解围离去。
ὥστʼ οὐκ ἀλόγως καὶ ἀπὸ τῆς πρεσβείας τρόπαιον τῶν πολεμίων εἱστήκει αὐτῷ.
因此,由于他的使团外交,人们为他立起战胜敌人的纪念碑,这并非没有道理。
Μαύσωλός γε μὴν κατὰ θάλατταν ἑκατὸν ναυσὶ πολιορκῶν ἀμφότερα τὰ χωρία ταῦτα οὐκέτι δείσας ἀλλὰ πεισθεὶς ἀπέπλευσεν οἴκαδε.
此外,在海上以百艘战船包围这两个地方的马乌索洛斯,也不再因惧怕、而是被说服而扬帆回国。
§2.27κἀνταῦθα οὖν ἄξια θαύματος διεπράξατο· οἵ τε γὰρ εὖ πεπονθέναι νομίζοντες ὑπʼ αὐτοῦ καὶ οἱ φεύγοντες αὐτὸν χρήματα ἀμφότεροι ἔδοσαν.
因此,在此时此地,他也做出了令人惊叹的成就:无论是认为受到他恩惠的人,还是因惧怕他而逃跑的人,双方都给予了他资金。
Ταχώς γε μὴν καὶ Μαύσωλος, διὰ τὴν πρόσθεν Ἀγησιλάου ξενίαν συμβαλόμενος καὶ οὗτος χρήματα τῇ Λακεδαίμονι, ἀπέπεμψαν αὐτὸν οἴκαδε προπομπὴν δόντες μεγαλοπρεπῆ.
此外,塔科斯和马乌索洛斯因先前与阿格西劳斯的宾客之谊,也向拉刻代蒙提供了资金,并给予他盛大的护送,将他送回国。
§2.28ἐκ δὲ τούτου ἤδη μὲν ἔτη ἐγεγόνει ἀμφὶ τὰ ὀγδοήκοντα·
此后,他已年近八十。
κατανενοηκὼς δὲ τὸν Αἰγυπτίων βασιλέα ἐπιθυμοῦντα τῷ Πέρσῃ πολεμεῖν, καὶ πολλοὺς μὲν πεζούς, πολλοὺς δὲ ἱππέας, πολλὰ δὲ χρήματα ἔχοντα, ἅσμενος ἤκουσεν ὅτι μετεπέμπετο αὐτόν, καὶ ταῦτα ἡγεμονίαν ὑπισχνούμενος.
但他注意到埃及国王渴望与波斯人作战,并拥有庞大的步兵、骑兵和巨额资金,当听说国王召见他,且承诺给予他总指挥权时,他便欣然接受了。
§2.29ἐνόμιζε γὰρ τῇ αὐτῇ ὁρμῇ τῷ μὲν Αἰγυπτίῳ χάριν ἀποδώσειν ἀνθʼ ὧν εὐεργετήκει τὴν Λακεδαίμονα, τοὺς δʼ ἐν τῇ Ἀσίᾳ Ἕλληνας πάλιν ἐλευθερώσειν, τῷ δὲ Πέρσῃ δίκην ἐπιθήσειν καὶ τῶν πρόσθεν καὶ ὅτι νῦν σύμμαχος εἶναι φάσκων ἐπέταττε Μεσσήνην ἀφιέναι.
因为他认为,通过同一次出征,他既能向埃及国王报答其先前对拉刻代蒙施予的恩惠,又能再次解放亚洲的希腊人,并对波斯人施以惩罚,这不仅是为了过去的恩怨,也是因为如今波斯人虽自称盟友,却命令斯巴达放弃梅塞内。
§2.30ἐπεὶ μέντοι ὁ μεταπεμψάμενος οὐκ ἀπεδίδου τὴν ἡγεμονίαν αὐτῷ, ὁ μὲν Ἀγησίλαος ὡς τὸ μέγιστον ἐξηπατημένος ἐφρόντιζε τί δεῖ ποιεῖν.
然而,当那位召见他的国王未将指挥权交给他时,阿格西劳斯感到自己受到了极大的欺骗,便思量该如何行事。
ἐκ τούτου δὲ πρῶτον μὲν οἱ δίχα στρατευόμενοι τῶν Αἰγυπτίων ἀφίστανται τοῦ βασιλέως, ἔπειτα δὲ καὶ οἱ ἄλλοι πάντες ἀπέλιπον αὐτόν.
在此之后,首先是那些独立作战的埃及军队背叛了国王,接着其他所有人也都抛弃了他。
καὶ αὐτὸς μὲν δείσας ἀπεχώρησε φυγῇ εἰς Σιδῶνα τῆς Φοινίκης, οἱ δʼ Αἰγύπτιοι στασιάζοντες διττοὺς βασιλέας αἱροῦνται.
国王本人因惧怕而逃往腓尼基的西顿,而埃及人因内乱而立了两位国王。
§2.31ἐνταῦθα δὴ Ἀγησίλαος γνοὺς ὅτι, εἰ μὲν μηδετέρῳ συλλήψοιτο, μισθὸν οὐδέτερος λύσει τοῖς Ἕλλησιν, ἀγορὰν δὲ οὐδέτερος παρέξει, ὁπότερός τʼ ἂν κρατήσῃ, οὗτος ἐχθρὸς ἔσται, εἰ δὲ τῷ ἑτέρῳ συλλήψοιτο, οὗτός γε εὖ παθὼν ὡς τὸ εἰκὸς φίλος ἔσοιτο, οὕτω δὴ κρίνας ὁπότερος φιλέλλην μᾶλλον ἐδόκει εἶναι, στρατευσάμενος μετὰ τούτου τὸν μὲν μισέλληνα μάχῃ νικήσας χειροῦται, τὸν δʼ ἕτερον συγκαθίστησι·
此时,阿格西劳斯认识到,如果自己两不相帮,双方都不会给希腊人发饷,也不会提供市集,而且无论哪一方获胜,该方都会成为敌人;但如果帮助其中一方,这一方因得到恩惠,按常理就会成为朋友。 于是,他以此判定哪一方看起来更亲近希腊人,便与那一方一同出征,在战斗中击败并制服了仇视希腊人的一方,而协助另一方登上王位。
καὶ φίλον ποιήσας τῇ Λακεδαίμονι καὶ χρήματα πολλὰ προσλαβὼν οὕτως ἀποπλεῖ οἴκαδε καίπερ μέσου χειμῶνος ὄντος, σπεύδων ὡς μὴ ἀργὸς ἡ πόλις εἰς τὸ ἐπιὸν θέρος πρὸς τοὺς πολεμίους γένοιτο.
在使其成为拉刻代蒙的朋友并获得了大笔资金后,尽管正值隆冬,他仍扬帆回国,以求城邦在来临的夏季不至于在面对敌人时无所作为。