§1.31ἔνθα δὴ ὁ Ἀγησίλαος γιγνώσκων ὅτι τοῖς μὲν πολεμίοις οὔπω παρείη τὸ πεζόν, αὐτῷ δὲ οὐδὲν ἀπείη τῶν παρεσκευασμένων, καιρὸν ἡγήσατο μάχην συνάψαι, εἰ δύναιτο.
此时,阿格西劳斯得知敌人的步兵尚未赶到,而自己准备好的军队无一缺席,便认为如果可能的话,这是交战的良机。
σφαγιασάμενος οὖν τὴν μὲν φάλαγγα εὐθὺς ἦγεν ἐπὶ τοὺς ἀντιτεταγμένους ἱππέας, ἐκ δὲ τῶν ὁπλιτῶν ἐκέλευσε τὰ δέκα ἀφʼ ἥβης θεῖν ὁμόσε αὐτοῖς, τοῖς δὲ πελτασταῖς εἶπε δρόμῳ ὑφηγεῖσθαι· παρήγγειλε δὲ καὶ τοῖς ἱππεῦσιν ἐμβάλλειν, ὡς αὐτοῦ τε καὶ παντὸς τοῦ στρατεύματος ἑπομένου.
于是,他在献祭之后,立即率领方阵向迎面而来的骑兵进军,并命令重装步兵中服役未满十年的青年向他们冲锋,又让轻盾兵跑步领路;他还命令骑兵发动冲击,因为他自己和全军都将紧随其后。
§1.32τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο οἱ ἀγαθοὶ τῶν Περσῶν· ἐπειδὴ δὲ ἅμα πάντα τὰ δεινὰ παρῆν ἐπʼ αὐτούς, ἐνέκλιναν, καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δὲ ἄλλοι ἔφευγον.
波斯人中的勇士确实迎击了骑兵;但当所有可怕的威胁同时逼近时,他们便败退了,其中一些人立刻落入河中,其余的人则四散奔逃。
οἱ δὲ Ἕλληνες ἑπόμενοι αἱροῦσι καὶ τὸ στρατόπεδον αὐτῶν.
希腊人紧追不舍,并占领了他们的营地。
καὶ οἱ μὲν πελτασταὶ ὥσπερ εἰκὸς ἐφʼ ἁρπαγὴν ἐτρέποντο· ὁ δὲ Ἀγησίλαος ἔχων κύκλῳ πάντα καὶ φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο.
轻盾兵们自然转向了抢劫;但阿格西劳斯将周围的所有人——无论是友军还是敌军——都置于自己的控制之下,随后安营扎寨。
§1.33ὡς δʼ ἤκουσε τοὺς πολεμίους ταράττεσθαι διὰ τὸ αἰτιᾶσθαι ἀλλήλους τοῦ γεγενημένου, εὐθὺς ἦγεν ἐπὶ Σάρδεις.
当他听说敌人因互相指责发生的变故而陷入混乱时,便立即向萨尔迪斯进军。
κἀκεῖ ἅμα μὲν ἔκαιε καὶ ἐπόρθει τὰ περὶ τὸ ἄστυ, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου τοὺς μὲν ἐλευθερίας δεομένους ὡς πρὸς σύμμαχον αὐτὸν παρεῖναι· εἰ δέ τινες τὴν Ἀσίαν ἑαυτῶν ποιοῦνται, πρὸς τοὺς ἐλευθεροῦντας διακρινουμένους ἐν ὅπλοις παρεῖναι.
在那里,他一方面烧毁并劫掠了城市周边的地区,另一方面也通过宣告表明:凡是渴望自由的人,都应到他这里来,视其为盟友;但如果有人将亚洲据为己有,就应当拿起武器与那些解放者一决雌雄。
§1.34ἐπεὶ μέντοι οὐδεὶς ἀντεξῄει, ἀδεῶς δὴ τὸ ἀπὸ τούτου ἐστρατεύετο, τοὺς μὲν πρόσθεν προσκυνεῖν Ἕλληνας ἀναγκαζομένους ὁρῶν τιμωμένους ὑφʼ ὧν ὑβρίζοντο, τοὺς δὲ ἀξιοῦντας καὶ τὰς τῶν θεῶν τιμὰς καρποῦσθαι, τούτους ποιήσας μηδʼ ἀντιβλέπειν τοῖς Ἕλλησι δύνασθαι, καὶ τὴν μὲν τῶν φίλων χώραν ἀδῄωτον παρέχων, τὴν δὲ τῶν πολεμίων οὕτω καρπούμενος ὥστε ἐν δυοῖν ἐτοῖν πλέον τῶν ἑκατὸν ταλάντων τῷ θεῷ ἐν Δελφοῖς δεκάτην ἀποθῦσαι.
然而,既然没有人敢出城迎战,他此后便毫无畏惧地继续征战。 他看到以前被迫行屈膝礼的希腊人,如今受到曾经侮辱他们的人的尊敬,并使那些自命甚至想篡夺神明荣光的人,如今连直视希腊人的勇气都没有;他一方面使朋友的土地免受蹂躏,另一方面从敌人的土地上获取了丰厚战利品,以至于在两年内,他向德尔斐的神明献纳了超过一百塔兰同的什一税。
§1.35ὁ μέντοι Περσῶν βασιλεύς, νομίσας Τισσαφέρνην αἴτιον εἶναι τοῦ κακῶς φέρεσθαι τὰ ἑαυτοῦ, Τιθραύστην καταπέμψας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
然而,波斯国王认为提萨斐尼是导致自己事业受挫的罪魁祸首,于是派下提特劳斯特斯,斩下了他的头颅。
μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἔτι ἀθυμότερα ἐγένετο, τὰ δὲ Ἀγησιλάου πολὺ ἐρρωμενέστερα.
此后,蛮族的士气更加低落,而阿格西劳斯的势力则大为增强。
ἀπὸ πάντων γὰρ τῶν ἐθνῶν ἐπρεσβεύοντο περὶ φιλίας, πολλοὶ δὲ καὶ ἀφίσταντο πρὸς αὐτόν, ὀρεγόμενοι τῆς ἐλευθερίας, ὥστε οὐκέτι Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων πολλῶν ἡγεμὼν ἦν ὁ Ἀγησίλαος.
因为所有民族都派来使者寻求友好,许多人也因向往自由而投奔他,以至于阿格西劳斯不仅成了希腊人的领袖,也成了许多蛮族的领袖。
§1.36ἄξιόν γε μὴν καὶ ἐντεῦθεν ὑπερβαλλόντως ἄγασθαι αὐτοῦ, ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων, ἐπεὶ καὶ τὸ ναυτικὸν προσῆψεν αὐτῷ ἡ πόλις, αὐξανόμενος δὲ καὶ εὐκλείᾳ καὶ δυνάμει, παρὸν δʼ αὐτῷ πολλοῖς καὶ ἀγαθοῖς χρῆσθαι ὅ τι ἐβούλετο, πρὸς δὲ τούτοις τὸ μέγιστον, ἐπινοῶν καὶ ἐλπίζων καταλύσειν τὴν ἐπὶ τὴν Ἑλλάδα στρατεύσασαν πρότερον ἀρχήν, ὅμως ὑπʼ οὐδενὸς τούτων ἐκρατήθη, ἀλλʼ ἐπειδὴ ἦλθεν αὐτῷ ἀπὸ τῶν οἴκοι τελῶν βοηθεῖν τῇ πατρίδι, ἐπείθετο τῇ πόλει οὐδὲν διαφερόντως ἢ εἰ ἐν τῷ ἐφορείῳ ἔτυχεν ἑστηκὼς μόνος παρὰ τοὺς πέντε, μάλα ἔνδηλον ποιῶν ὡς οὔτε ἂν πᾶσαν τὴν γῆν δέξαιτο ἀντὶ τῆς πατρίδος οὔτε τοὺς ἐπικτήτους ἀντὶ τῶν ἀρχαίων φίλων οὔτε αἰσχρὰ καὶ ἀκίνδυνα κέρδη μᾶλλον ἢ μετὰ κινδύνων τὰ καλὰ καὶ δίκαια.
确实,从这件事上也可以看出他极值得赞赏:虽然他统治着大陆上的极多城邦,也统治着岛屿(因为城邦也将舰队的指挥权交给了他),而且他的名望与实力都在增长,他本可以为了自己想要的任何目的去使用许多巨大的优势,此外还有最重要的一点——他计划并渴望摧毁此前曾入侵希腊的帝国,但他没有被这些所俘虏,而是当本土官员传来命令让他回去援助祖国时,他服从城邦的指挥,这与他独自一人站在监察官办公室的五位监察官面前没有任何区别。 他极清楚地表明,他既不会用整个大地来换取祖国,也不会用新结识的朋友来换取老友,更不会为了耻辱且安全的利益而舍弃伴随着危险的崇高与正义。
§1.37ὅσον γε μὴν χρόνον ἐπὶ τῇ ἀρχῇ ἔμεινε πῶς οὐκ ἀξιεπαίνου βασιλέως καὶ τοῦτʼ ἔργον ἐπεδείξατο, ὅστις παραλαβὼν πάσας πόλεις ἐφʼ ἃς ἄρξων ἐξέπλευσε στασιαζούσας διὰ τὸ τὰς πολιτείας κινηθῆναι, ἐπεὶ Ἀθηναῖοι τῆς ἀρχῆς ἔληξαν, ἐποίησεν ὥστʼ ἄνευ φυγῆς καὶ θανάτων ἕως αὐτὸς παρῆν ὁμονόως πολιτευομένας καὶ εὐδαίμονας τὰς πόλεις διατελέσαι;
在他掌权的时期内,他岂不也展现出了一位值得称赞的国王的功绩吗? 当雅典人失去统治权后,由于政体发生动荡,他前去统治的所有城邦都陷入了内讧,但他接管这些城邦后,只要他自己在场,就使得这些城邦在没有放逐和死亡的情况下,始终保持和谐的政局和繁荣。
§1.38τοιγαροῦν οἱ ἐν τῇ Ἀσίᾳ Ἕλληνες οὐχ ὡς ἄρχοντος μόνον ἀλλὰ καὶ ὡς πατρὸς καὶ ἑταίρου ἀπιόντος αὐτοῦ ἐλυποῦντο.
因此,亚洲的希腊人对他的离去感到悲伤,不仅视他为统治者,更视他为父亲和伙伴。
καὶ τέλος ἐδήλωσαν ὅτι οὐ πλαστὴν τὴν φιλίαν παρείχοντο.
他们最终用行动证明,他们所展现的友谊绝非虚假。
ἐθελούσιοι γοῦν αὐτῷ συνεβοήθησαν τῇ Λακεδαίμονι, καὶ ταῦτα εἰδότες ὅτι οὐ χείροσιν ἑαυτῶν δεήσοι μάχεσθαι.
无论如何,他们自愿跟随他前往拉刻代蒙提供援助,而且他们深知,自己将不得不面对实力不亚于自己的对手。
τῶν μὲν δὴ ἐν τῇ Ἀσίᾳ πράξεων τοῦτο τέλος ἐγένετο.
至此,他在亚洲的事迹便告一段落。