Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §2.1-2.8

迅速回军希腊与击退色萨利骑兵

第 5 段,共 18 段 · 希腊语

内容简介

阿格西劳斯沿着波斯国王当年的远征路线快速行军以急于回国,并在色萨利击败了袭击他的敌方骑兵,而这支骑兵是由他亲自训练的。抵达玻俄提亚边境后,他进行了周密的准备并激发士兵的士气,以迎击严阵以待的盟军。

§2.1διαβὰς δὲ τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῷ παμπληθεῖ στόλῳ· καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος.
渡过赫勒斯滂后,他穿过了波斯人率领庞大远征军所走过的完全相同的那些民族的土地;蛮族花了一年才走完的路程,阿格西劳斯用不到一个月的时间就完成了。
οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο.
因为他急于不让祖国等得太久。
§2.2ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι.
当他穿过马其顿抵达色萨利时,拉里萨人、克兰农人、斯科图萨人和法萨卢斯人等玻俄提亚人的盟友,以及当时除恰好流亡在外者以外的所有色萨利人,都尾随并袭扰他。
ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δὲ ἐπʼ οὐρᾷ ἔχων τῶν ἱππέων· ἐπεὶ δʼ ἐκώλυον τῆς πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι τοῖς ὄπισθεν, παραπέμπει ἐπʼ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν πλὴν τῶν περὶ ἑαυτόν.
此前,他一直将军队排成空心方阵前行,将一半骑兵置于前方,一半置于后方;但当色萨利人通过袭击后方来阻碍其进军时,他便将前卫部队的骑兵(除了他自己身边的护卫骑兵之外)也派到了后方。
§2.3ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοί, νομίσαντες οὐκ ἐν καλῷ εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν· οἱ δὲ μάλα σωφρόνως ἐφείποντο.
当双方对峙时,色萨利人认为与重装步兵进行骑兵战并非良策,便转身缓步撤退;而希腊骑兵则非常谨慎地尾随。
γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον παραπέμπει τοὺς ἀμφʼ αὑτὸν μάλʼ εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν κατὰ κράτος καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν.
阿格西劳斯察觉到了双方所犯的错误,便派出了自己身边最强健的骑兵,并命令他们向其他人传达命令,自己也全力追击,不再给敌人回旋和重整旗鼓的机会。
οἱ δὲ Θετταλοὶ ὡς εἶδον παρὰ δόξαν ἐλαύνοντας, οἱ μὲν αὐτῶν οὐδʼ ἀνέστρεψαν, οἱ δὲ καὶ ἀναστρέφειν πειρώμενοι πλαγίους ἔχοντες τοὺς ἵππους ἡλίσκοντο.
色萨利人看到希腊人出乎意料地猛冲过来,他们中有些人甚至没有回头,另一些人试图回头,却因马身侧向而纷纷被俘。
§2.4Πολύχαρμος μέντοι ὁ Φαρσάλιος ἱππαρχῶν ἀνέστρεψέ τε καὶ μαχόμενος σὺν τοῖς ἀμφʼ αὑτὸν ἀποθνῄσκει.
然而,法萨卢斯的骑兵指挥官波吕卡耳摩斯掉头迎战,并与身边的部下一起战死。
ὡς δὲ τοῦτο ἐγένετο, φυγὴ γίγνεται ἐξαισία·
一旦发生此事,便引起了极度的溃逃;以至于他们中有些人被杀,另一些人则被活捉。
ὥσθʼ οἱ μὲν ἀπέθνῃσκον αὐτῶν, οἱ δὲ καὶ ζῶντες ἡλίσκοντο. ἔστησαν δʼ οὖν οὐ πρόσθεν πρὶν ἢ ἐπὶ τῷ ὄρει τῷ Ναρθακίῳ ἐγένοντο.
无论如何,他们直到抵达纳尔塔基翁山才停下脚步。
§2.5καὶ τότε μὲν δὴ ὁ Ἀγησίλαος τρόπαιόν τε ἐστήσατο μεταξὺ Πραντὸς καὶ Ναρθακίου· καὶ αὐτοῦ κατέμεινε, μάλα ἡδόμενος τῷ ἔργῳ, ὅτι τοὺς μέγιστον φρονοῦντας ἐφʼ ἱππικῇ ἐνενικήκει σὺν ᾧ αὐτὸς ἐμηχανήσατο ἱππικῷ.
就在那时,阿格西劳斯在普拉斯和纳尔塔基翁之间立起了战胜纪念碑;他留在该处,对这一战果十分欣喜,因为他用自己组建的骑兵打败了那些在骑兵上最引以为傲的敌人。
τῇ δʼ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη εἰς τὰ Βοιωτῶν ὅρια.
第二天,他越过弗提亚的阿哈伊亚群山,此后一路上都穿过友好地区,直到抵达玻俄提亚的边境。
§2.6ἐνταῦθα δὴ ἀντιτεταγμένους εὑρὼν Θηβαίους, Ἀθηναίους, Ἀργείους, Κορινθίους, Αἰνιᾶνας, Εὐβοέας καὶ Λοκροὺς ἀμφοτέρους, οὐδὲν ἐμέλλησεν, ἀλλʼ ἐκ τοῦ φανεροῦ ἀντιπαρέταττε, Λακεδαιμονίων μὲν ἔχων μόραν καὶ ἥμισυ, τῶν δʼ αὐτόθεν συμμάχων Φωκέας καὶ Ὀρχομενίους μόνους, τό τʼ ἄλλο στράτευμα ὅπερ ἠγάγετο αὐτός.
在那里,他发现底比斯人、雅典人、阿戈斯人、哥林斯人、埃尼阿尼亚人、优卑亚人以及两支洛克里斯人都已严阵以待,他没有丝毫犹豫,而是公开摆开阵势迎战。 他拥有一个半拉克代蒙人的莫拉,而在当地的盟友中仅有福基斯人和奥尔科梅诺斯人,此外还有他自己带来的其余军队。
§2.7καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς πολὺ μὲν ἐλάττους πολὺ δὲ χείρονας ἔχων ὅμως συνέβαλεν·
我并不打算这样说:他即使在兵力少得多且弱得多的情况下依然与敌交战。
εἰ γὰρ ταῦτα λέγοιμι, Ἀγησίλαόν τʼ ἄν μοι δοκῶ ἄφρονα ἀποφαίνειν καὶ ἐμαυτὸν μωρόν, εἰ ἐπαινοίην τὸν περὶ τῶν μεγίστων εἰκῇ κινδυνεύοντα· ἀλλὰ μᾶλλον τάδʼ αὐτοῦ ἄγαμαι, ὅτι πλῆθός τε οὐδὲν μεῖον ἢ τὸ τῶν πολεμίων παρεσκευάσατο, ὥπλισέν τε οὕτως ὡς ἅπαντα μὲν χαλκόν, ἅπαντα δὲ φοινικᾶ φαίνεσθαι·
因为如果我这样说,我认为我是在表明阿格西劳斯愚蠢,而我自己也显得无知,因为去赞美一个在最重大的事务上盲目冒险的人;相反,我更赞赏他的这一点:他准备了一支绝不亚于敌人数量的军队,并对他们进行了武装,以至于放眼望去全是青铜的闪光,全是红衣的鲜艳。
§2.8ἐπεμελήθη δʼ ὅπως οἱ στρατιῶται τοὺς πόνους δυνήσοιντο ὑποφέρειν· ἐνέπλησε δὲ καὶ φρονήματος τὰς ψυχὰς αὐτῶν, ὡς ἱκανοὶ εἶεν πρὸς οὕστινας δέοι μάχεσθαι· ἔτι δὲ φιλονικίαν ἐνέβαλε πρὸς ἀλλήλους τοῖς μετʼ αὐτοῦ ὅπως ἕκαστοι αὐτῶν ἄριστοι φαίνοιντο.
他还留心使士兵们能够承受劳苦;并且在他们的心中灌注了自豪感,使他们无论面对怎样的敌人都足以胜任战斗;此外,他还让跟随自己的人互相竞争,使每个人都力图表现得最为优秀。
ἐλπίδων γε μὴν πάντας ἐνέπλησεν ὡς πᾶσι πολλὰ κἀγαθὰ ἔσοιτο, εἰ ἄνδρες ἀγαθοὶ γίγνοιντο, νομίζων ἐκ τῶν τοιούτων ἀνθρώπους προθυμότατα τοῖς πολεμίοις μάχεσθαι.
再者,他使所有人都充满希望,即只要他们成为勇敢的人,所有人都会获得许多美好的事物,因为他认为,在这样的影响下,人们最能满腔热忱地与敌人作战。

词汇与语法注释

  1. §2.1οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο. — 连词 ὡς 与希求式 ὑστερήσειε 构成目的从句(“为了不迟于……”)。否定词 οὐ 作用于整个谓语 προεθυμεῖτο(“他不热衷于……”),通过双重否定(委婉陈述)强烈表达了他急于不迟到、尽早赶回祖国的迫切心情。
  2. §2.3ἃ ἑκάτεροι ἡμάρτανον — 由无先行词的关系代词中性复数 ἅ 引导的从句,作为分词 γνοὺς(得知、察觉)的宾语,意为“双方各自所犯下的错误”。这里的“错误”指的是色萨利人缓步撤退时的麻痹大意,以及希腊骑兵过于谨慎的追击。阿格西劳斯看穿了这两点,从而迅速下达了全力追击的命令。
  3. §2.7καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς... — 动词 ἔρχομαι(我来)与将来时分词 λέξων(将要说)连用,表示意图(“我不打算这样说”)。后面的 ὡς 从句作为名词性从句,具体说明 τοῦτο(这件事)的内容。作者在这里确立了他的赞颂原则:真正的值得赞美之处不在于兵力劣势下的盲目冒险,而在于进行充分且合理的军事准备。

引用这一段

色诺芬, 阿格西劳斯传 §2.1-2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:2.1-2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。