§1.23ἐπεὶ μέντοι ἀνὰ τὰ πεδία οὐδὲ ἐν τῇ Φρυγίᾳ ἐδύνατο στρατεύεσθαι διὰ τὴν Φαρναβάζου ἱππείαν, ἔδοξεν αὐτῷ ἱππικὸν κατασκευαστέον εἶναι, ὡς μὴ δραπετεύοντα πολεμεῖν δέοι αὐτόν.
然而,由于法尔纳巴佐斯的骑兵,即使在弗里吉亚,他也无法在平原上作战,因此他决定必须组建一支骑兵队,以免自己不得不像逃跑者那样作战。
τοὺς μὲν οὖν πλουσιωτάτους ἐκ πασῶν τῶν ἐκεῖ πόλεων ἱπποτροφεῖν κατέλεξε.
于是,他征召了当地所有城邦中最富有的人来养马。
§1.24προεῖπε δέ, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα δόκιμον, ὡς ἐξέσοιτο αὐτῷ μὴ στρατεύεσθαι· καὶ ἐποίησεν οὕτως ἕκαστον προθύμως ταῦτα πράττειν ὥσπερ ἄν τις τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον προθύμως μαστεύοι.
他预先宣布,凡是提供战马、武器和合格骑兵的人,就可以免除自己亲自参战;他使每个人都极其热切地做这件事,就好像一个人在热切地寻找替自己去死的人一样。
ἔταξε δὲ καὶ πόλεις ἐξ ὧν δέοι τοὺς ἱππέας παρασκευάζειν, νομίζων ἐκ τῶν ἱπποτρόφων πόλεων εὐθὺς καὶ φρονηματίας μάλιστα ἂν ἐπὶ τῇ ἱππικῇ γενέσθαι.
他还指定了应当提供骑兵的城邦,因为他认为从这些养马的城邦中,立刻会产生在骑术上最意气风发的人。
καὶ τοῦτʼ οὖν ἀγαστῶς ἔδοξε πρᾶξαι, ὅτι κατεσκεύαστο τὸ ἱππικὸν αὐτῷ καὶ εὐθὺς ἐρρωμένον ἦν καὶ ἐνεργόν.
因此,这也被认为是他干得极为出色的一件事,因为他的骑兵队组建起来了,并且立刻变得强壮而活跃。
§1.25ἐπειδὴ δὲ ἔαρ ὑπέφαινε, συνήγαγε πᾶν τὸ στράτευμα εἰς Ἔφεσον· ἀσκῆσαι δὲ αὐτὸ βουλόμενος ἆθλα προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἄριστα σωμάτων ἔχοι· καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, οἵτινες κράτιστοι τὰ προσήκοντα ἔργα φαίνοιντο.
当春天初现时,他将全军集结在以弗所;为了训练这支军队,他设立了奖赏:既奖给骑术最精湛的骑兵连队,也奖给身体状况最优秀的重装步兵连队;他还给轻盾兵和弓箭手设立了奖赏,奖给那些在各自的职责中表现最优秀的人。
ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια μεστὰ ἀνδρῶν γυμναζομένων, τὸν δὲ ἱππόδρομον ἱππέων ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας ἐπὶ στόχον ἱέντας.
因此,人们可以看到体育场里挤满了训练的人,赛马场里挤满了骑马的骑兵,标枪手和弓箭手则在向靶子射击。
§1.26ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ᾗ ἦν θέας ἐποίησεν.
他还使自己所驻扎的整个城市成为一处值得一看的奇观。
ἥ τε γὰρ ἀγορὰ μεστὴ ἦν παντοδαπῶν καὶ ὅπλων καὶ ἵππων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ σιδηρεῖς καὶ σκυτεῖς καὶ γραφεῖς πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον· ὥστε τὴν πόλιν ὄντως ἂν ἡγήσω πολέμου ἐργαστήριον εἶναι.
因为市场上摆满了各种各样待售的武器和马匹,铜匠、木匠、铁匠、皮匠和画匠也都在制作战争装备;以至于你真的会认为这座城市是一个战争工场。
§1.27ἐπερρώσθη δʼ ἄν τις κἀκεῖνο ἰδών, Ἀγησίλαον μὲν πρῶτον, ἔπειτα δὲ καὶ τοὺς ἄλλους στρατιώτας ἐστεφανωμένους τε ὅπου ἀπὸ τῶν γυμνασίων ἴοιεν, καὶ ἀνατιθέντας τοὺς στεφάνους τῇ Ἀρτέμιδι.
看到这一幕,人们也会倍受鼓舞:首先是阿格西劳斯,接着是其他士兵,每当他们从体育场出来时都戴着花冠,并将这些花冠献给阿耳忒弥斯。
ὅπου γὰρ ἄνδρες θεοὺς μὲν σέβοιεν, πολεμικὰ δὲ ἀσκοῖεν, πειθαρχίαν δὲ μελετῷεν, πῶς οὐκ εἰκὸς ἐνταῦθα πάντα μεστὰ ἐλπίδων ἀγαθῶν εἶναι;
因为在人们敬畏神明、操练武艺、并研习服从的地方,那里的一切怎么能不自然地充满美好的希望呢?
§1.28ἡγούμενος δὲ καὶ τὸ καταφρονεῖν τῶν πολεμίων ῥώμην τινὰ ἐμβαλεῖν πρὸς τὸ μάχεσθαι, προεῖπε τοῖς κήρυξι τοὺς ὑπὸ τῶν λῃστῶν ἁλισκομένους βαρβάρους γυμνοὺς πωλεῖν.
他还认为,蔑视敌人会注入某种战斗的力量,于是他命令传令官将那些被掠夺者俘虏的蛮族剥光衣服进行拍卖。
ὁρῶντες οὖν οἱ στρατιῶται λευκοὺς μὲν διὰ τὸ μηδέποτε ἐκδύεσθαι, πίονας δὲ καὶ ἀπόνους διὰ τὸ ἀεὶ ἐπʼ ὀχημάτων εἶναι, ἐνόμισαν μηδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι.
因此,当士兵们看到这些蛮族由于从未脱过衣服而皮肤白皙,又因总是坐车而肥胖且不耐劳苦时,便认为这场战争和与女人打仗毫无区别。
προεῖπε δὲ καὶ τοῦτο τοῖς στρατιώταις, ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα τῆς χώρας, ὅπως αὐτόθεν αὐτῷ τὰ σώματα καὶ τὴν γνώμην παρασκευάζοιντο ὡς ἀγωνιούμενοι.
他还向士兵们发出了这样的预告:他将立即走最短的路线,带领他们前往该地区最富庶的地方,以便他们从那一刻起,就怀着战斗的决心来准备自己的身体和意志。
§1.29ὁ μέντοι Τισσαφέρνης ταῦτα μὲν ἐνόμισε λέγειν αὐτὸν πάλιν βουλόμενον ἐξαπατῆσαι, εἰς Καρίαν δὲ νῦν τῷ ὄντι ἐμβαλεῖν.
然而,提萨斐尼认为他说这话是想再次欺骗自己,而实际上这次他真的要入侵卡里亚。
τό τε οὖν πεζὸν καθάπερ τὸ πρόσθεν εἰς Καρίαν διεβίβασε καὶ τὸ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον κατέστησεν.
于是,像以前一样,他把步兵调往卡里亚,而将骑兵部署在迈安德罗斯平原。
ὁ δὲ Ἀγησίλαος οὐκ ἐψεύσατο, ἀλλʼ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν Σαρδιανὸν τόπον ἐχώρησε, καὶ τρεῖς μὲν ἡμέρας διʼ ἐρημίας πολεμίων πορευόμενος πολλὰ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρεῖχε·
但阿格西劳斯没有说谎,而是正如他所预告的那样,立刻向萨尔迪斯地区进军。
τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἧκον οἱ τῶν πολεμίων ἱππεῖς.
他在没有敌人的荒凉地带行军了三天,为军队提供了充足的给养;到了第四天,敌人的骑兵到了。
§1.30καὶ τῷ μὲν ἄρχοντι τῶν σκευοφόρων εἶπεν ὁ ἡγεμὼν διαβάντι τὸν Πακτωλὸν ποταμὸν στρατοπεδεύεσθαι· αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους ἐσπαρμένους καθʼ ἁρπαγὴν πολλοὺς αὐτῶν ἀπέκτειναν.
于是统帅告诉辎重队的指挥官,渡过帕克托罗斯河后安营扎寨;但敌人的骑兵看见希腊人的随从因抢夺财物而分散,便杀死了他们中的许多人。
αἰσθόμενος δὲ ὁ Ἀγησίλαος βοηθεῖν ἐκέλευσε τοὺς ἱππέας.
阿格西劳斯发觉后,命令骑兵前去增援。
οἱ δʼ αὖ Πέρσαι ὡς εἶδον τὴν βοήθειαν, ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπληθέσι τῶν ἱππέων τάξεσιν.
而波斯人一见增援来到,便聚集起来,排成极其庞大的骑兵方阵与他们对峙。