§1.31ἔνθα δὴ ὁ Ἀγησίλαος γιγνώσκων ὅτι τοῖς μὲν πολεμίοις οὔπω παρείη τὸ πεζόν, αὐτῷ δὲ οὐδὲν ἀπείη τῶν παρεσκευασμένων, καιρὸν ἡγήσατο μάχην συνάψαι, εἰ δύναιτο.
そのとき、アゲシラオスは、敵にはまだ歩兵が到着しておらず、自分には準備されたすべての軍勢が揃っていることを知って、可能ならば戦闘を交える好機であると考えた。
σφαγιασάμενος οὖν τὴν μὲν φάλαγγα εὐθὺς ἦγεν ἐπὶ τοὺς ἀντιτεταγμένους ἱππέας, ἐκ δὲ τῶν ὁπλιτῶν ἐκέλευσε τὰ δέκα ἀφʼ ἥβης θεῖν ὁμόσε αὐτοῖς, τοῖς δὲ πελτασταῖς εἶπε δρόμῳ ὑφηγεῖσθαι·
そこで彼は犠牲を捧げると、直ちにファランクスを対峙する騎兵たちに向けて進め、重装歩兵のうち兵役年齢から10年以内の者たちに彼らに立ち向かって走るよう命じ、軽盾兵たちには駆け足で先導するよう命じた。
παρήγγειλε δὲ καὶ τοῖς ἱππεῦσιν ἐμβάλλειν, ὡς αὐτοῦ τε καὶ παντὸς τοῦ στρατεύματος ἑπομένου.
そして騎兵たちにも突撃を命じた、彼自身と全軍が後に続いているという前提で。
§1.32τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο οἱ ἀγαθοὶ τῶν Περσῶν·
ペルシア兵の勇者たちは確かに騎兵を迎え撃った。
ἐπειδὴ δὲ ἅμα πάντα τὰ δεινὰ παρῆν ἐπʼ αὐτούς, ἐνέκλιναν, καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δὲ ἄλλοι ἔφευγον.
しかし、あらゆる恐るべき脅威が同時に彼らに押し寄せると、彼らは退却し、ある者は直ちに川に落ち、他の者たちは逃走した。
οἱ δὲ Ἕλληνες ἑπόμενοι αἱροῦσι καὶ τὸ στρατόπεδον αὐτῶν.
ギリシア兵は追撃して、彼らの陣営をも占領した。
καὶ οἱ μὲν πελτασταὶ ὥσπερ εἰκὸς ἐφʼ ἁρπαγὴν ἐτρέποντο·
軽盾兵たちは、当然のことながら略奪に走った。
ὁ δὲ Ἀγησίλαος ἔχων κύκλῳ πάντα καὶ φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο.
しかしアゲシラオスは、味方の地も敵の地もすべて周囲に掌握しながら、陣営を張った。
§1.33ὡς δʼ ἤκουσε τοὺς πολεμίους ταράττεσθαι διὰ τὸ αἰτιᾶσθαι ἀλλήλους τοῦ γεγενημένου, εὐθὺς ἦγεν ἐπὶ Σάρδεις.
そして、敵が起こったことについて互いに責め合って混乱していると聞くと、直ちにサルディスに向けて進軍した。
κἀκεῖ ἅμα μὲν ἔκαιε καὶ ἐπόρθει τὰ περὶ τὸ ἄστυ, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου τοὺς μὲν ἐλευθερίας δεομένους ὡς πρὸς σύμμαχον αὐτὸν παρεῖναι·
そこでは、都市の周辺を焼き払い、略奪すると同時に、布告によって次のことを明らかにした。
εἰ δέ τινες τὴν Ἀσίαν ἑαυτῶν ποιοῦνται, πρὸς τοὺς ἐλευθεροῦντας διακρινουμένους ἐν ὅπλοις παρεῖναι.
自由を求める者たちは同盟者としての彼のもとに集まるべきであり、もしアジアを自分たちのものにしようとする者がいるならば、解放者たちと武器をもって決着をつけるために立ち向かうべきである、と。
§1.34ἐπεὶ μέντοι οὐδεὶς ἀντεξῄει, ἀδεῶς δὴ τὸ ἀπὸ τούτου ἐστρατεύετο, τοὺς μὲν πρόσθεν προσκυνεῖν Ἕλληνας ἀναγκαζομένους ὁρῶν τιμωμένους ὑφʼ ὧν ὑβρίζοντο, τοὺς δὲ ἀξιοῦντας καὶ τὰς τῶν θεῶν τιμὰς καρποῦσθαι, τούτους ποιήσας μηδʼ ἀντιβλέπειν τοῖς Ἕλλησι δύνασθαι, καὶ τὴν μὲν τῶν φίλων χώραν ἀδῄωτον παρέχων, τὴν δὲ τῶν πολεμίων οὕτω καρπούμενος ὥστε ἐν δυοῖν ἐτοῖν πλέον τῶν ἑκατὸν ταλάντων τῷ θεῷ ἐν Δελφοῖς δεκάτην ἀποθῦσαι.
しかしながら、誰も立ち向かってこなかったので、彼はそれ以後、安心して遠征を続け、以前はひれ伏すことを強制されていたギリシア人たちが自分たちを侮辱していた者たちによって敬われるのを目にし、また、神々の栄誉さえも我が物にしようとしていた者たちをギリシア人の顔を直視することさえできないようにさせ、友邦の土地は荒らされないように保ちつつ、敵の土地からは収穫を得たので、2年間で100タラントン以上の10分の一をデルポイの神に捧げることができた。
§1.35ὁ μέντοι Περσῶν βασιλεύς, νομίσας Τισσαφέρνην αἴτιον εἶναι τοῦ κακῶς φέρεσθαι τὰ ἑαυτοῦ, Τιθραύστην καταπέμψας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
しかしペルシア王は、ティッサフェルネスが自分の事態が悪化している原因であると考え、ティトラウステスを派遣して彼の首をはねさせた。
μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἔτι ἀθυμότερα ἐγένετο, τὰ δὲ Ἀγησιλάου πολὺ ἐρρωμενέστερα.
この後、異民族の状況はさらに意気消沈したものとなり、アゲシラオス側ははるかに強力になった。
ἀπὸ πάντων γὰρ τῶν ἐθνῶν ἐπρεσβεύοντο περὶ φιλίας, πολλοὶ δὲ καὶ ἀφίσταντο πρὸς αὐτόν, ὀρεγόμενοι τῆς ἐλευθερίας, ὥστε οὐκέτι Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων πολλῶν ἡγεμὼν ἦν ὁ Ἀγησίλαος.
すべての民族から友好を求める使節が派遣され、多くの者が自由を求めて彼のもとに離反したので、アゲシラオスはもはやギリシア人だけでなく、多くの異民族の指導者となった。
§1.36ἄξιόν γε μὴν καὶ ἐντεῦθεν ὑπερβαλλόντως ἄγασθαι αὐτοῦ, ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων, ἐπεὶ καὶ τὸ ναυτικὸν προσῆψεν αὐτῷ ἡ πόλις, αὐξανόμενος δὲ καὶ εὐκλείᾳ καὶ δυνάμει, παρὸν δʼ αὐτῷ πολλοῖς καὶ ἀγαθοῖς χρῆσθαι ὅ τι ἐβούλετο, πρὸς δὲ τούτοις τὸ μέγιστον, ἐπινοῶν καὶ ἐλπίζων καταλύσειν τὴν ἐπὶ τὴν Ἑλλάδα στρατεύσασαν πρότερον ἀρχήν, ὅμως ὑπʼ οὐδενὸς τούτων ἐκρατήθη, ἀλλʼ ἐπειδὴ ἦλθεν αὐτῷ ἀπὸ τῶν οἴκοι τελῶν βοηθεῖν τῇ πατρίδι, ἐπείθετο τῇ πόλει οὐδὲν διαφερόντως ἢ εἰ ἐν τῷ ἐφορείῳ ἔτυχεν ἑστηκὼς μόνος παρὰ τοὺς πέντε, μάλα ἔνδηλον ποιῶν ὡς οὔτε ἂν πᾶσαν τὴν γῆν δέξαιτο ἀντὶ τῆς πατρίδος οὔτε τοὺς ἐπικτήτους ἀντὶ τῶν ἀρχαίων φίλων οὔτε αἰσχρὰ καὶ ἀκίνδυνα κέρδη μᾶλλον ἢ μετὰ κινδύνων τὰ καλὰ καὶ δίκαια.
また、このことからも彼をこの上なく称賛することは実に値することである。 すなわち彼は、大陸の非常に多くの都市を支配し、また島々をも支配し(本国が彼に海軍の指揮権をも委ねたからである)、名声と権力の双方において増大しており、多くの善きものを自分の望むように利用することができたにもかかわらず、さらに最も重要なこととして、かつてギリシアに遠征してきた帝国を滅ぼすことを企て、期待していたにもかかわらず、これらのことの何ものにも支配されず、本国の政庁から祖国を救援しに戻るようにとの命令が届くと、まるで彼がエフォロイの執務室で5人のエフォロイの前にただ一人立っているかのように全く変わらず国家に従い、祖国に代えて全土を受け入れることも、昔からの友人に代えて新たに得た友人を受け入れることも、また、危険を伴う美しく正しいこと以上に、不名誉で危険のない利益を受け入れることも決してないということを極めて明確に示したのである。
§1.37ὅσον γε μὴν χρόνον ἐπὶ τῇ ἀρχῇ ἔμεινε πῶς οὐκ ἀξιεπαίνου βασιλέως καὶ τοῦτʼ ἔργον ἐπεδείξατο, ὅστις παραλαβὼν πάσας πόλεις ἐφʼ ἃς ἄρξων ἐξέπλευσε στασιαζούσας διὰ τὸ τὰς πολιτείας κινηθῆναι, ἐπεὶ Ἀθηναῖοι τῆς ἀρχῆς ἔληξαν, ἐποίησεν ὥστʼ ἄνευ φυγῆς καὶ θανάτων ἕως αὐτὸς παρῆν ὁμονόως πολιτευομένας καὶ εὐδαίμονας τὰς πόλεις διατελέσαι;
また、彼が指揮権を維持していた期間、どうして称賛に値する王としてのこの業績をも示さなかったと言えるだろうか。 すなわち彼は、アテナイ人が支配を終えた後に国制が変更されたことによって、自分が支配するために航海していったすべての都市が内紛に陥っているのを引き受けながら、彼自身が現地に滞在している間、追放や死刑を伴うことなく、それらの都市が和合して国を治め、幸福であり続けるようにしたのである。
§1.38τοιγαροῦν οἱ ἐν τῇ Ἀσίᾳ Ἕλληνες οὐχ ὡς ἄρχοντος μόνον ἀλλὰ καὶ ὡς πατρὸς καὶ ἑταίρου ἀπιόντος αὐτοῦ ἐλυποῦντο.
それゆえ、アジアのギリシア人たちは、彼が去っていくのを、単なる支配者としてだけでなく、父として、また友として悲しんだ。
καὶ τέλος ἐδήλωσαν ὅτι οὐ πλαστὴν τὴν φιλίαν παρείχοντο.
そして、自分たちが寄せていた友好が偽りのものではなかったことを最終的に示した。
ἐθελούσιοι γοῦν αὐτῷ συνεβοήθησαν τῇ Λακεδαίμονι, καὶ ταῦτα εἰδότες ὅτι οὐ χείροσιν ἑαυτῶν δεήσοι μάχεσθαι.
彼らは自発的にラケダイモンへと彼を救援するために共に進んだ。 しかも、自分たちに劣らない敵と戦わねばならないことを知りながら。
τῶν μὲν δὴ ἐν τῇ Ἀσίᾳ πράξεων τοῦτο τέλος ἐγένετο.
アジアにおける彼の事績は、このようにして終わりを告げた。