§1.23ἐπεὶ μέντοι ἀνὰ τὰ πεδία οὐδὲ ἐν τῇ Φρυγίᾳ ἐδύνατο στρατεύεσθαι διὰ τὴν Φαρναβάζου ἱππείαν, ἔδοξεν αὐτῷ ἱππικὸν κατασκευαστέον εἶναι, ὡς μὴ δραπετεύοντα πολεμεῖν δέοι αὐτόν.
しかしながら、フリュギアにおいてさえもファルナバゾスの騎兵隊のゆえに平原で進軍することができなかったため、彼は、自分が逃亡者のように戦う必要がないように、騎兵隊を組織すべきであると決意した。
τοὺς μὲν οὖν πλουσιωτάτους ἐκ πασῶν τῶν ἐκεῖ πόλεων ἱπποτροφεῖν κατέλεξε.
そこで彼は、現地のすべての都市から最も裕福な人々を登録し、彼らに馬を飼育する義務を課した。
§1.24προεῖπε δέ, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα δόκιμον, ὡς ἐξέσοιτο αὐτῷ μὴ στρατεύεσθαι·
そして彼は、馬と武器と適格な兵士を提供する者は誰であれ、自身は従軍しなくてよいことになるとあらかじめ告げた。
καὶ ἐποίησεν οὕτως ἕκαστον προθύμως ταῦτα πράττειν ὥσπερ ἄν τις τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον προθύμως μαστεύοι.
そして、あたかも人が自分の代わりに死んでくれる者を熱心に捜し求めるかのように、各人がこのことを競って熱心に行うようにさせた。
ἔταξε δὲ καὶ πόλεις ἐξ ὧν δέοι τοὺς ἱππέας παρασκευάζειν, νομίζων ἐκ τῶν ἱπποτρόφων πόλεων εὐθὺς καὶ φρονηματίας μάλιστα ἂν ἐπὶ τῇ ἱππικῇ γενέσθαι.
また、馬を飼育する都市からこそ、騎術において最も意気盛んな者たちが直ちに現れるだろうと考え、騎兵を調達すべき都市をも指定した。
καὶ τοῦτʼ οὖν ἀγαστῶς ἔδοξε πρᾶξαι, ὅτι κατεσκεύαστο τὸ ἱππικὸν αὐτῷ καὶ εὐθὺς ἐρρωμένον ἦν καὶ ἐνεργόν.
それゆえ、これもまた見事に成し遂げたと見なされた。 なぜなら、彼の騎兵隊は組織され、直ちに強力で活動的となったからである。
§1.25ἐπειδὴ δὲ ἔαρ ὑπέφαινε, συνήγαγε πᾶν τὸ στράτευμα εἰς Ἔφεσον·
春が兆し始めると、彼は全軍をエフェソスに集めた。
ἀσκῆσαι δὲ αὐτὸ βουλόμενος ἆθλα προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἄριστα σωμάτων ἔχοι·
そして軍を鍛えたいと望んだので、最も優秀に馬を駆る騎兵部隊や、最も優れた身体能力を持つ重装歩兵部隊に対して褒賞を設けた。
καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, οἵτινες κράτιστοι τὰ προσήκοντα ἔργα φαίνοιντο.
また、ペルタスタイや弓兵に対しても、それぞれの任務において最も優秀であると示された者たちに褒賞を設けた。
ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια μεστὰ ἀνδρῶν γυμναζομένων, τὸν δὲ ἱππόδρομον ἱππέων ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας ἐπὶ στόχον ἱέντας.
この結果、体育場が訓練する人々で満ち、競馬場が馬を走らせる騎兵たちで満ち、槍投げ手や弓兵たちが標的に向けて放っているのを見ることができた。
§1.26ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ᾗ ἦν θέας ἐποίησεν.
また、彼は自分が滞在していた都市全体を、一見の価値あるものにした。
ἥ τε γὰρ ἀγορὰ μεστὴ ἦν παντοδαπῶν καὶ ὅπλων καὶ ἵππων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ σιδηρεῖς καὶ σκυτεῖς καὶ γραφεῖς πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον·
広場は売り物のあらゆる武具や馬で満ちており、銅細工師、大工、鉄工、革細工師、画家たちも皆が武具を製作していた。
ὥστε τὴν πόλιν ὄντως ἂν ἡγήσω πολέμου ἐργαστήριον εἶναι.
そのため、その都市を本当に戦争の仕事場であると思ったことであろう。
§1.27ἐπερρώσθη δʼ ἄν τις κἀκεῖνο ἰδών, Ἀγησίλαον μὲν πρῶτον, ἔπειτα δὲ καὶ τοὺς ἄλλους στρατιώτας ἐστεφανωμένους τε ὅπου ἀπὸ τῶν γυμνασίων ἴοιεν, καὶ ἀνατιθέντας τοὺς στεφάνους τῇ Ἀρτέμιδι.
また、第一にアゲシラオスが、次には他の兵士たちも、訓練場から出てくるときにはいつでも花冠をかぶり、その花冠をアルテミス女神に捧げているのを見ても、人は元気づけられたであろう。
ὅπου γὰρ ἄνδρες θεοὺς μὲν σέβοιεν, πολεμικὰ δὲ ἀσκοῖεν, πειθαρχίαν δὲ μελετῷεν, πῶς οὐκ εἰκὸς ἐνταῦθα πάντα μεστὰ ἐλπίδων ἀγαθῶν εἶναι;
なぜなら、人々が神々を敬い、軍事を練磨し、規律を実践しているところでは、どうしてそこですべてが良き希望に満ちていないことがあろうか。
§1.28ἡγούμενος δὲ καὶ τὸ καταφρονεῖν τῶν πολεμίων ῥώμην τινὰ ἐμβαλεῖν πρὸς τὸ μάχεσθαι, προεῖπε τοῖς κήρυξι τοὺς ὑπὸ τῶν λῃστῶν ἁλισκομένους βαρβάρους γυμνοὺς πωλεῖν.
また、敵を侮ることも戦うための力を注入するだろうと考え、彼は略奪者たちによって捕らえられた異民族を裸のままで売りに出すよう、布告係たちにあらかじめ命じた。
ὁρῶντες οὖν οἱ στρατιῶται λευκοὺς μὲν διὰ τὸ μηδέποτε ἐκδύεσθαι, πίονας δὲ καὶ ἀπόνους διὰ τὸ ἀεὶ ἐπʼ ὀχημάτων εἶναι, ἐνόμισαν μηδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι.
それゆえ、兵士たちは、彼らが一度も服を脱がないために色白であり、常に乗り物に乗っているために太っていて労働に慣れていないのを見て、この戦争は女性たちと戦わねばならないのと何ら変わらないと思った。
προεῖπε δὲ καὶ τοῦτο τοῖς στρατιώταις, ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα τῆς χώρας, ὅπως αὐτόθεν αὐτῷ τὰ σώματα καὶ τὴν γνώμην παρασκευάζοιντο ὡς ἀγωνιούμενοι.
さらに、彼は兵士たちに対して、直ちにその土地の最も豊かな場所へと最短ルートで率いていくであろうとあらかじめ告げ、その瞬間から、戦う覚悟で身体と精神を準備するようにさせた。
§1.29ὁ μέντοι Τισσαφέρνης ταῦτα μὲν ἐνόμισε λέγειν αὐτὸν πάλιν βουλόμενον ἐξαπατῆσαι, εἰς Καρίαν δὲ νῦν τῷ ὄντι ἐμβαλεῖν.
しかしながら、ティッサフェルネスは、アゲシラオスが再び自分を欺こうとしてこれらのことを言っているのだと考え、実際には今度こそカリアに侵入するつもりなのだと思った。
τό τε οὖν πεζὸν καθάπερ τὸ πρόσθεν εἰς Καρίαν διεβίβασε καὶ τὸ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον κατέστησεν.
それゆえ、彼は以前と同じように歩兵をカリアに渡らせ、騎兵をマイアンドロス平原に配置した。
ὁ δὲ Ἀγησίλαος οὐκ ἐψεύσατο, ἀλλʼ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν Σαρδιανὸν τόπον ἐχώρησε, καὶ τρεῖς μὲν ἡμέρας διʼ ἐρημίας πολεμίων πορευόμενος πολλὰ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρεῖχε·
だが、アゲシラオスは嘘をつかず、あらかじめ告げたとおりに、直ちにサルディス地方へと進軍した。 そして敵のいない土地を3日間行軍しながら、軍隊に多くの食糧をもたらした。
τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἧκον οἱ τῶν πολεμίων ἱππεῖς.
だが、4日目に敵の騎兵がやって来た。
§1.30καὶ τῷ μὲν ἄρχοντι τῶν σκευοφόρων εἶπεν ὁ ἡγεμὼν διαβάντι τὸν Πακτωλὸν ποταμὸν στρατοπεδεύεσθαι·
そして指揮官は、荷物部隊の指揮官に対して、パクトロス川を渡ってから陣営を設けるよう命じた。
αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους ἐσπαρμένους καθʼ ἁρπαγὴν πολλοὺς αὐτῶν ἀπέκτειναν.
だが、敵の騎兵たちは、ギリシア軍の従卒たちが略奪のために散らばっているのを見て、彼らの多くを殺害した。
αἰσθόμενος δὲ ὁ Ἀγησίλαος βοηθεῖν ἐκέλευσε τοὺς ἱππέας.
アゲシラオスはこれに気づくと、騎兵たちに救援に向かうよう命じた。
οἱ δʼ αὖ Πέρσαι ὡς εἶδον τὴν βοήθειαν, ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπληθέσι τῶν ἱππέων τάξεσιν.
一方、ペルシア兵たちはこの救援部隊を目にすると、集結し、極めて多数の騎兵部隊を対峙させた。