§1.12ἐμοὶ οὖν τοῦτο πρῶτον καλὸν δοκεῖ διαπράξασθαι, ὅτι Τισσαφέρνην μὲν ἐμφανίσας ἐπίορκον ἄπιστον πᾶσιν ἐποίησεν, ἑαυτὸν δʼ ἀντεπιδείξας πρῶτον μὲν ὅρκους ἐμπεδοῦντα, ἔπειτα συνθήκας μὴ ψευδόμενον, πάντας ἐποίησε καὶ Ἕλληνας καὶ βαρβάρους θαρροῦντας συντίθεσθαι ἑαυτῷ, εἴ τι βούλοιτο.
因此,在我看来,这是他所成就的第一件美事:他揭露了提萨斐尼背弃誓言,使其在所有人眼中都失去信用;而他反过来表明自己首先是坚守誓言、其次是不违背协定的人,从而使所有希腊人和蛮族在只要他愿意时,都敢于放心地与他订立协定。
§1.13ἐπεὶ δὲ μέγα φρονήσας ὁ Τισσαφέρνης ἐπὶ τῷ καταβάντι στρατεύματι προεῖπεν Ἀγησιλάῳ πόλεμον, εἰ μὴ ἀπίοι ἐκ τῆς Ἀσίας, οἱ μὲν ἄλλοι σύμμαχοι καὶ Λακεδαιμονίων οἱ παρόντες μάλα ἀχθεσθέντες φανεροὶ ἐγένοντο, νομίζοντες μείονα τὴν παροῦσαν δύναμιν Ἀγησιλάῳ τῆς βασιλέως παρασκευῆς εἶναι·
但是,当提萨斐尼因自王处开来的军队而变得傲慢,并向阿格西劳斯宣告,若他不撤出亚洲就要宣战时,其他盟友和在场的拉刻代蒙人都显得非常忧虑,因为他们认为阿格西劳斯现有的兵力无法与波斯国王的备战相抗衡。
Ἀγησίλαος δὲ μάλα φαιδρῷ τῷ προσώπῳ ἀπαγγεῖλαι τῷ Τισσαφέρνει τοὺς πρέσβεις ἐκέλευσεν ὡς πολλὴν χάριν αὐτῷ ἔχοι ὅτι ἐπιορκήσας αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο, τοῖς δʼ Ἕλλησι συμμάχους ἐποίησεν.
然而,阿格西劳斯面带十分愉悦的神色,命令使者们回去转告提萨斐尼:自己对他深表感激,因为他背弃誓言,一方面使神明成为了他自己的敌人,另一方面却使神明成为了希腊人的盟友。
§1.14ἐκ δὲ τούτου εὐθὺς τοῖς μὲν στρατιώταις παρήγγειλε συσκευάζεσθαι ὡς εἰς στρατείαν· ταῖς δὲ πόλεσιν εἰς ἃς ἀνάγκη ἦν ἀφικνεῖσθαι στρατευομένῳ ἐπὶ Καρίαν προεῖπεν ἀγορὰν παρασκευάζειν.
此后,他立刻命令士兵们收拾行装,准备出征;并向他前往卡里亚远征时必经的那些城邦发出预告,要它们准备好市场。
ἐπέστειλε δὲ καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις πέμπειν πρὸς αὑτὸν εἰς Ἔφεσον τοὺς συστρατευσομένους.
他还致信伊奥尼亚人、埃奥利斯人和赫勒斯滂人,让他们把共同参战的人员派到以弗所他的驻地。
§1.15ὁ μὲν οὖν Τισσαφέρνης, καὶ ὅτι ἱππικὸν οὐκ εἶχεν ὁ Ἀγησίλαος, ἡ δὲ Καρία ἄφιππος ἦν, καὶ ὅτι ἡγεῖτο αὐτὸν ὀργίζεσθαι αὐτῷ διὰ τὴν ἀπάτην, τῷ ὄντι νομίσας ἐπὶ τὸν αὐτοῦ οἶκον εἰς Καρίαν ὁρμήσειν αὐτόν, τὸ μὲν πεζὸν ἅπαν διεβίβασεν ἐκεῖσε, τὸ δὲ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον περιήγαγε, νομίζων ἱκανὸς εἶναι καταπατῆσαι τῇ ἵππῳ τοὺς Ἕλληνας πρὶν εἰς τὰ δύσιππα ἀφικέσθαι.
于是,提萨斐尼既考虑到阿格西劳斯没有骑兵,而卡里亚又是不适宜骑兵作战的地形,又因为他判定阿格西劳斯因受骗而对他满怀愤怒,便断定阿格西劳斯确实会直扑他自己在卡里亚的庄园。 于是,他将全部步兵调往该地,而将骑兵绕道调往迈安德罗斯平原,以为能在希腊人抵达骑兵难行之地前,用骑兵将他们践踏歼灭。
§1.16ὁ δὲ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς ἀντιστρέψας ἐπὶ Φρυγίας ἐπορεύετο· καὶ τάς τε ἐν τῇ πορείᾳ ἀπαντώσας δυνάμεις ἀναλαμβάνων ἦγε καὶ τὰς πόλεις κατεστρέφετο καὶ ἐμβαλὼν ἀπροσδοκήτως παμπληθῆ χρήματα ἔλαβε.
然而,阿格西劳斯非但没有前往卡里亚,反而立刻掉头向弗里吉亚进军;他一路上收容了前来汇合的部队并率领着他们,征服了沿途的城邦,并因出其不意的入侵而虏获了极其丰厚的财物。
§1.17στρατηγικὸν οὖν καὶ τοῦτο ἐδόκει διαπράξασθαι, ὅτι ἐπεὶ πόλεμος προερρήθη καὶ τὸ ἐξαπατᾶν ὅσιόν τε καὶ δίκαιον ἐξ ἐκείνου ἐγένετο, παῖδα ἀπέδειξε τὸν Τισσαφέρνην τῇ ἀπάτῃ, φρονίμως δὲ καὶ τοὺς φίλους ἐνταῦθα ἔδοξε πλουτίσαι·
因而,这也被认为是他展现将才的一大成就:因为既然已经宣战,从那时起欺骗便成了合乎神道且正义的事,他用欺敌之策使提萨斐尼显得像个幼稚的孩童,并且在此过程中,他也因明智地使自己的朋友们富裕起来而大受赞赏。
§1.18ἐπεὶ γὰρ διὰ τὸ πολλὰ χρήματα εἰλῆφθαι ἀντίπροικα τὰ πάντα ἐπωλεῖτο, τοῖς μὲν φίλοις προεῖπεν ὠνεῖσθαι, εἰπὼν ὅτι καταβήσοιτο ἐπὶ θάλατταν ἐν τάχει τὸ στράτευμα κατάγων· τοὺς δὲ λαφυροπώλας ἐκέλευσε γραφομένους ὁπόσου τι πρίαιντο προΐεσθαι τὰ χρήματα.
因为由于虏获了大量战利品,所有东西都几乎白送般地廉价出售,他便预先建议朋友们前去购买,并告诉他们自己不久就会率军前往海边;同时,他命令战利品拍卖官在登记好购买者以多少价格购入之后,便将财物发放出去。
ὥστε οὐδὲν προτελέσαντες οἱ φίλοι αὐτοῦ οὐδὲ τὸ δημόσιον βλάψαντες πάντες παμπληθῆ χρήματα ἔλαβον.
因此,他的朋友们在无需预先支付任何费用的情况下,也没有损害公款,便人人人获得了极其丰厚的财富。
§1.19ἔτι δὲ ὁπότε αὐτόμολοι ὡς εἰκὸς πρὸς βασιλέα ἰόντα χρήματα ἐθέλοιεν ὑφηγεῖσθαι, καὶ ταῦτα ἐπεμέλετο ὡς διὰ τῶν φίλων ἁλίσκοιτο, ὅπως ἅμα μὲν χρηματίζοιντο, ἅμα δὲ ἐνδοξότεροι γίγνοιντο.
此外,每当投降者(这是很自然的事)想要指引他们去夺取运往波斯国王处的财宝时,他便设法让这些财宝通过他朋友们的手去夺取,以便他们既能借此发财,又能获得更大的名望。
διὰ μὲν δὴ ταῦτα εὐθὺς πολλοὺς ἐραστὰς τῆς αὑτοῦ φιλίας ἐποιήσατο.
正是由于这些举措,他立刻使许多人热切地渴望获得他的友谊。
§1.20γιγνώσκων δʼ ὅτι ἡ μὲν πορθουμένη καὶ ἐρημουμένη χώρα οὐκ ἂν δύναιτο πολὺν χρόνον στράτευμα φέρειν, ἡ δʼ οἰκουμένη μὲν σπειρομένη δὲ ἀέναον ἂν τὴν τροφὴν παρέχοι, ἐπεμέλετο οὐ μόνον τοῦ βίᾳ χειροῦσθαι τοὺς ἐναντίους, ἀλλὰ καὶ τοῦ πρᾳότητι προσάγεσθαι.
他深知被掠夺和荒废的土地无法长期供养军队,而有人居住且播种的土地则能提供源源不断的粮食,因此他不仅注重用武力制服对手,还注重用温和的态度来争取他们。
§1.21καὶ πολλάκις μὲν προηγόρευε τοῖς στρατιώταις τοὺς ἁλισκομένους μὴ ὡς ἀδίκους τιμωρεῖσθαι, ἀλλʼ ὡς ἀνθρώπους ὄντας φυλάττειν, πολλάκις δὲ ὁπότε μεταστρατοπεδεύοιτο, εἰ αἴσθοιτο καταλελειμμένα παιδάρια μικρὰ ἐμπόρων, ἃ πολλοὶ ἐπώλουν διὰ τὸ νομίζειν μὴ δύνασθαι ἂν φέρειν αὐτὰ καὶ τρέφειν, ἐπεμέλετο καὶ τούτων ὅπως συγκομίζοιντό ποι.
他常常告诫士兵们,不要把被俘虏的人当作罪犯来惩罚,而要把他们当作同胞人类来加以保护。 而且,每当他迁移营地时,如果发现有商人的幼童被遗弃(许多人因为认为自己无法携带和抚养他们而将他们卖掉),他也会对这些幼童予以关照,使他们被收容到某个地方。
§1.22τοῖς δʼ αὖ διὰ γῆρας καταλειπομένοις αἰχμαλώτοις προσέταττεν ἐπιμελεῖσθαι αὐτῶν, ὡς μήτε ὑπὸ κυνῶν μήθʼ ὑπὸ λύκων διαφθείροιντο.
此外,对于因年老而被遗弃的俘虏,他命令人们对他们予以照顾,以免他们被野狗或豺狼咬死。
ὥστε οὐ μόνον οἱ πυνθανόμενοι ταῦτα, ἀλλὰ καὶ αὐτοὶ οἱ ἁλισκόμενοι εὐμενεῖς αὐτῷ ἐγίγνοντο.
因此,不仅听说这些事的人,连被俘虏的人自己也对他心存好意。
ὁπόσας δὲ πόλεις προσαγάγοιτο, ἀφαιρῶν αὐτῶν ὅσα δοῦλοι δεσπόταις ὑπηρετοῦσι προσέταττεν ὅσα ἐλεύθεροι ἄρχουσι πείθονται· καὶ τῶν κατὰ κράτος ἀναλώτων τειχέων τῇ φιλανθρωπίᾳ ὑπὸ χεῖρα ἐποιεῖτο.
无论他争取到了哪些城邦,他都免除了它们像奴隶伺候主人那样的差役,仅要求它们履行自由民服从统治者那样的义务;如此一来,连那些用武力无法攻克的坚固堡垒,他也凭着仁爱之心将它们收归于治下。