§1.12ἐμοὶ οὖν τοῦτο πρῶτον καλὸν δοκεῖ διαπράξασθαι, ὅτι Τισσαφέρνην μὲν ἐμφανίσας ἐπίορκον ἄπιστον πᾶσιν ἐποίησεν, ἑαυτὸν δʼ ἀντεπιδείξας πρῶτον μὲν ὅρκους ἐμπεδοῦντα, ἔπειτα συνθήκας μὴ ψευδόμενον, πάντας ἐποίησε καὶ Ἕλληνας καὶ βαρβάρους θαρροῦντας συντίθεσθαι ἑαυτῷ, εἴ τι βούλοιτο.
したがって、これが彼の成し遂げた最初の素晴らしい実績であると私には思われる。 すなわち、ティッサフェルネスを誓い破りの信頼できない者として暴露する一方で、自分自身は第一に誓いを守り、第二に協定を裏切らない者であることを示し返し、ギリシア人も異民族もすべての人々が、彼が何かを望むなら、安心して彼と協定を結ぶようにしたことである。
§1.13ἐπεὶ δὲ μέγα φρονήσας ὁ Τισσαφέρνης ἐπὶ τῷ καταβάντι στρατεύματι προεῖπεν Ἀγησιλάῳ πόλεμον, εἰ μὴ ἀπίοι ἐκ τῆς Ἀσίας, οἱ μὲν ἄλλοι σύμμαχοι καὶ Λακεδαιμονίων οἱ παρόντες μάλα ἀχθεσθέντες φανεροὶ ἐγένοντο, νομίζοντες μείονα τὴν παροῦσαν δύναμιν Ἀγησιλάῳ τῆς βασιλέως παρασκευῆς εἶναι·
しかし、ティッサフェルネスが下ってきた軍勢に得意になって、もしアジアから立ち去らなければ戦争に訴えると言ってアゲシラオスに警告したとき、他の同盟者たちやそこにいたラケダイモン人たちは非常に困惑している様子が明らかであった。 アゲシラオスの手元にある戦力は、王の軍備に比べて劣っていると考えたからである。
Ἀγησίλαος δὲ μάλα φαιδρῷ τῷ προσώπῳ ἀπαγγεῖλαι τῷ Τισσαφέρνει τοὺς πρέσβεις ἐκέλευσεν ὡς πολλὴν χάριν αὐτῷ ἔχοι ὅτι ἐπιορκήσας αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο, τοῖς δʼ Ἕλλησι συμμάχους ἐποίησεν.
しかし、アゲシラオスはきわめて晴れやかな表情で、使者たちに対して、ティッサフェルネスに次のように伝えるよう命じた。 すなわち、彼が誓いを破ったことで、自らは神々を敵に回した一方で、ギリシア人にとっては神々を味方にしたのだから、自分は彼に深く感謝している、と。
§1.14ἐκ δὲ τούτου εὐθὺς τοῖς μὲν στρατιώταις παρήγγειλε συσκευάζεσθαι ὡς εἰς στρατείαν·
この後直ちに、彼は兵士たちに遠征に備えて身支度をするよう命じた。
ταῖς δὲ πόλεσιν εἰς ἃς ἀνάγκη ἦν ἀφικνεῖσθαι στρατευομένῳ ἐπὶ Καρίαν προεῖπεν ἀγορὰν παρασκευάζειν.
そして、カリアに向けて遠征する際に通過せざるを得ない都市群に対しては、市場を準備しておくようあらかじめ指示した。
ἐπέστειλε δὲ καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις πέμπειν πρὸς αὑτὸν εἰς Ἔφεσον τοὺς συστρατευσομένους.
さらに、イオニア人、アイオリス人、ヘレスポントス人に対しても、共同で遠征に加わる者たちをエフェソスにいる自分のところに送るよう書簡で命じた。
§1.15ὁ μὲν οὖν Τισσαφέρνης, καὶ ὅτι ἱππικὸν οὐκ εἶχεν ὁ Ἀγησίλαος, ἡ δὲ Καρία ἄφιππος ἦν, καὶ ὅτι ἡγεῖτο αὐτὸν ὀργίζεσθαι αὐτῷ διὰ τὴν ἀπάτην, τῷ ὄντι νομίσας ἐπὶ τὸν αὐτοῦ οἶκον εἰς Καρίαν ὁρμήσειν αὐτόν, τὸ μὲν πεζὸν ἅπαν διεβίβασεν ἐκεῖσε, τὸ δὲ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον περιήγαγε, νομίζων ἱκανὸς εἶναι καταπατῆσαι τῇ ἵππῳ τοὺς Ἕλληνας πρὶν εἰς τὰ δύσιππα ἀφικέσθαι.
さて、ティッサフェルネスは、アゲシラオスが騎兵を持っていないこと、そしてカリアは騎兵に適さない土地であること、また、アゲシラオスが欺かれたために自分に怒っていると考えたこと、これらの理由から、アゲシラオスが本当に自分の私領があるカリアへと突入してくるだろうと考え、歩兵をすべてそちらへ渡らせ、騎兵はマイアンドロス川の平原へと迂回させた。 ギリシア人が騎兵の動きにくい地に入り込む前に、騎兵によって彼らを踏みにじることができると考えたからである。
§1.16ὁ δὲ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς ἀντιστρέψας ἐπὶ Φρυγίας ἐπορεύετο·
しかしアゲシラオスは、カリアへ向かう代わりに、直ちに向きを翻してフリュギアへと進軍した。
καὶ τάς τε ἐν τῇ πορείᾳ ἀπαντώσας δυνάμεις ἀναλαμβάνων ἦγε καὶ τὰς πόλεις κατεστρέφετο καὶ ἐμβαλὼν ἀπροσδοκήτως παμπληθῆ χρήματα ἔλαβε.
そして、行軍中に遭遇した諸部隊を合流させて率い、都市群を服従させ、不意に攻め入って莫大な富を手に入れた。
§1.17στρατηγικὸν οὖν καὶ τοῦτο ἐδόκει διαπράξασθαι, ὅτι ἐπεὶ πόλεμος προερρήθη καὶ τὸ ἐξαπατᾶν ὅσιόν τε καὶ δίκαιον ἐξ ἐκείνου ἐγένετο, παῖδα ἀπέδειξε τὸν Τισσαφέρνην τῇ ἀπάτῃ, φρονίμως δὲ καὶ τοὺς φίλους ἐνταῦθα ἔδοξε πλουτίσαι·
したがって、これをもまた彼は優れた戦略として成し遂げたと考えられた。 すなわち、戦争が布告され、その時点から欺くことが神聖かつ正義にかなうこととなったので、欺きによってティッサフェルネスを子供並みであることを示し、さらにこの機会に、賢明にも自分の友人たちを富ませたと考えられたことである。
§1.18ἐπεὶ γὰρ διὰ τὸ πολλὰ χρήματα εἰλῆφθαι ἀντίπροικα τὰ πάντα ἐπωλεῖτο, τοῖς μὲν φίλοις προεῖπεν ὠνεῖσθαι, εἰπὼν ὅτι καταβήσοιτο ἐπὶ θάλατταν ἐν τάχει τὸ στράτευμα κατάγων·
なぜなら、多くの戦利品が捕獲されたために、すべてのものがただ同然の安値で売られていたとき、彼は友人たちに対し、自分がすぐに軍を率いて海へと下るつもりであることを告げて、それらを買い取るように勧めた。
τοὺς δὲ λαφυροπώλας ἐκέλευσε γραφομένους ὁπόσου τι πρίαιντο προΐεσθαι τὰ χρήματα.
そして戦利品処分役たちには、彼らがいくらで買い取るかを帳簿に記録した上で、品物を引き渡すように命じた。
ὥστε οὐδὲν προτελέσαντες οἱ φίλοι αὐτοῦ οὐδὲ τὸ δημόσιον βλάψαντες πάντες παμπληθῆ χρήματα ἔλαβον.
その結果、彼の友人たちは事前に何も支払うことなく、また国庫に損失を与えることもなく、皆が莫大な富を手に入れたのである。
§1.19ἔτι δὲ ὁπότε αὐτόμολοι ὡς εἰκὸς πρὸς βασιλέα ἰόντα χρήματα ἐθέλοιεν ὑφηγεῖσθαι, καὶ ταῦτα ἐπεμέλετο ὡς διὰ τῶν φίλων ἁλίσκοιτο, ὅπως ἅμα μὲν χρηματίζοιντο, ἅμα δὲ ἐνδοξότεροι γίγνοιντο.
さらに、投降兵たちが、当然あり得ることとして、王のもとへと運ばれる財宝のありかを教えようと望むときには、それらも友人たちの手によって奪取されるように配慮した。 それは彼らが富を得ると同時に、より名声を高めることができるようにするためであった。
διὰ μὲν δὴ ταῦτα εὐθὺς πολλοὺς ἐραστὰς τῆς αὑτοῦ φιλίας ἐποιήσατο.
まさにこうしたことによって、彼は直ちに、自らとの友情を熱望する多くの人々を獲得した。
§1.20γιγνώσκων δʼ ὅτι ἡ μὲν πορθουμένη καὶ ἐρημουμένη χώρα οὐκ ἂν δύναιτο πολὺν χρόνον στράτευμα φέρειν, ἡ δʼ οἰκουμένη μὲν σπειρομένη δὲ ἀέναον ἂν τὴν τροφὴν παρέχοι, ἐπεμέλετο οὐ μόνον τοῦ βίᾳ χειροῦσθαι τοὺς ἐναντίους, ἀλλὰ καὶ τοῦ πρᾳότητι προσάγεσθαι.
略奪され荒廃した土地は、長期間にわたって軍隊を維持することはできないが、人々が居住し耕作されている土地は、絶え間なく食糧を供給し続けるであろうということをわきまえていたので、彼は敵を武力で屈服させることだけでなく、寛大さによって味方に引き入れることにも配慮した。
§1.21καὶ πολλάκις μὲν προηγόρευε τοῖς στρατιώταις τοὺς ἁλισκομένους μὴ ὡς ἀδίκους τιμωρεῖσθαι, ἀλλʼ ὡς ἀνθρώπους ὄντας φυλάττειν, πολλάκις δὲ ὁπότε μεταστρατοπεδεύοιτο, εἰ αἴσθοιτο καταλελειμμένα παιδάρια μικρὰ ἐμπόρων, ἃ πολλοὶ ἐπώλουν διὰ τὸ νομίζειν μὴ δύνασθαι ἂν φέρειν αὐτὰ καὶ τρέφειν, ἐπεμέλετο καὶ τούτων ὅπως συγκομίζοιντό ποι.
そして彼はしばしば、捕らえられた者たちを悪人として処罰するのではなく、同じ人間として保護するように兵士たちに告げた。 また、陣営を移動させる際、商人の幼い子供たちが置き去りにされているのに気づくと(これらの子供たちは、連れ歩いて育てることはできないと考えた多くの人々によって売りに出されていたのであるが)、彼はこれら子供たちについても、どこかへ集めて保護されるよう配慮した。
§1.22τοῖς δʼ αὖ διὰ γῆρας καταλειπομένοις αἰχμαλώτοις προσέταττεν ἐπιμελεῖσθαι αὐτῶν, ὡς μήτε ὑπὸ κυνῶν μήθʼ ὑπὸ λύκων διαφθείροιντο.
また一方、老齢のために置き去りにされた捕虜たちについても、彼らが犬や狼に食い殺されることのないよう、保護することを命じた。
ὥστε οὐ μόνον οἱ πυνθανόμενοι ταῦτα, ἀλλὰ καὶ αὐτοὶ οἱ ἁλισκόμενοι εὐμενεῖς αὐτῷ ἐγίγνοντο.
その結果、これらの話を聞いた人々だけでなく、捕らえられた当事者たち自身も彼に対して好意を抱くようになった。
ὁπόσας δὲ πόλεις προσαγάγοιτο, ἀφαιρῶν αὐτῶν ὅσα δοῦλοι δεσπόταις ὑπηρετοῦσι προσέταττεν ὅσα ἐλεύθεροι ἄρχουσι πείθονται·
また、彼が味方に引き入れた都市に対してはどこであれ、奴隷が主人に仕えるような屈辱的な義務をすべて免除し、自由な人々が統治者に従うべき義務だけを課した。
καὶ τῶν κατὰ κράτος ἀναλώτων τειχέων τῇ φιλανθρωπίᾳ ὑπὸ χεῖρα ἐποιεῖτο.
こうして、武力によっては攻略できない強固な城壁を持つ都市をも、その人道的な寛大さによって服従させたのである。